Car Repair Manuals

Judges
(Codex Vaticanus)

Κριταὶ (Βατικανὸς Κῶδιξ)

Chapter 18

1 Ἐν ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν Ἰσραήλ. καὶ ἐν ταῖς ἡμέραις ἐκείναις φυλὴ Δὰν ἐζήτει αὑτῇ κληρονομίαν κατοικῆσαι, ὅτι οὐκ ἐνέπεσεν αὐτῇ ἕως τῆς ἡμέρας ἐκείνης ἐν μέσῳ φυλῶν Ἰσραὴλ κληρονομία. 2 καὶ ἀπέστειλαν οἱ υἱοὶ Δὰν ἀπὸ δήμων αὐτῶν πέντε ἄνδρας υἱοὺς δυνάμεως ἀπὸ Σαραὰ καὶ ἀπὸ Ἐσθαὸλ τοῦ κατασκέψασθαι τὴν γῆν καὶ ἐξιχνιάσαι αὐτὴν καὶ εἶπαν πρὸς αὐτούς· πορπορεύεσθε καὶ ἐξιχνιάσατε τὴν γῆν. καὶ ἦλθον ἕως ὄρους Ἐφραὶμ ἕως οἴκου Μιχαία καὶ ηὐλίσθησαν ἐκεῖ 3 αὐτοὶ ἐν οἴκῳ Μιχαία, καὶ αὐτοὶ ἐπέγνωσαν τὴν φωνὴν τοῦ νεανίσκου τοῦ Λευίτου καὶ ἐξέκλιναν ἐκεῖ καὶ εἶπαν αὐτῷ· τίς ἤνεγκέν σὲ ὧδε, καὶ τί σὺ ποιεῖς ἐν τῷ τόπῳ τούτῳ, καὶ τί σοὶ ὧδε; 4 καὶ εἶπεν πρὸς αὐτούς· οὕτως καὶ οὕτως ἐποίησέν μοι Μιχαιὰς καὶ ἐμισθώσατό με, καὶ ἐγενόμην αὐτῷ εἰς ἱερέα. 5 καὶ εἶπαν αὐτῷ· ἐρώτησον δὴ ἐν τῷ θεῷ, καὶ γνωσόμεθα εἰ εύοδωθήσεται ὁδὸς ἡμῶν, ἐν ἡμεῖς πορπορευόμεθα ἐν αὐτῇ. 6 καὶ εἶπεν αὐτοῖς ἱερεύς· πορπορεύεσθε ἐν εἰρήνῃ· ἐνώπιον κυρίου ὁδὸς ὑμῶν, ἐν πορπορεύεσθε ἐν αὐτῇ.

7 καὶ πορἐπορεύθησαν οἱ πέντε ἄνδρες καὶ ἦλθον εἰς Λαισά· καὶ εἶδαν τὸν λαὸν τὸν ἐν μέσῳ αὐτῆς καθήμενον ἐπ᾿ ἐλπίδι, ὡς κρίσις Σιδωνίων ἡσυχάζουσα, καὶ οὐκ ἔστιν διατρέπων καταισχύνων λόγον ἐν τῇ γῇ, κληρονόμος ἐκπιέζων θησαυροῦ, καὶ μακράν εἰσιν Σιδωνίων καὶ λόγον οὐκ ἔχουσιν πρὸς ἄνθρωπον. 8 καὶ ἦλθον οἱ πέντε ἄνδρες πρὸς τοὺς ἀδελφοὺς αὐτῶν εἰς Σαραὰ καὶ Ἐσθαὸλ καὶ εἶπον τοῖς ἀδελφοῖς αὐτῶν· τί ὑμεῖς κάθησθε; 9 καὶ εἶπαν· ἀνάστητε καὶ ἀναβῶμεν ἐπ᾿ αὐτούς, ὅτι εἴδομεν τὴν γῆν καὶ ἰδοὺ ἀγαθὴ σφόδρα καὶ ὑμεῖς ἡσυχάζετε; μὴ ὀκνήσητε τοῦ πορευθῆναι καὶ εἰσελθεῖν τοῦ κληρονομῆσαι τὴν γῆν. 10 καὶ ἡνίκα ἂν ἔλθητε, εἰσελεύσεσθε πρὸς λαὸν ἐπ᾿ ἐλπίδι, καὶ γῆ πλατεῖα, ὅτι ἔδωκεν αὐτὴν θεὸς ἐν χειρὶ ὑμῶν, τόπος ὅπου οὐκ ἔστιν ἐκεῖ ὑστέρημα παντὸς ῥήματος τῶν ἐν τῇ γῇ.

11 Καὶ ἀπῆραν ἐκεῖθεν ἀπὸ δήμων τοῦ Δὰν ἀπὸ Σαραὰ καὶ ἀπὸ Ἐσθαὸλ ἑξακόσιοι ἄνδρες ἐζωσμένοι σκεύη παρατάξεως. 12 καὶ ἀνέβησαν καὶ παρενέβαλον ἐν Καριαθιαρὶμ ἐν Ἰοῦδα· διὰ τοῦτο ἐκλήθη ἐν ἐκείνῳ τῷ τόπῳ Παρεμβολὴ Δὰν ἕως τῆς ἡμέρας ταύτης, ἰδοὺ ὀπίσω Καριαθιαρίμ.

13 καὶ παρῆλθον ἐκεῖθεν ὄρος Ἐφραὶμ καὶ ἦλθον ἕως οἴκου Μιχαία. 14 καὶ ἀπεκρίθησαν οἱ πέντε ἄνδρες οἱ πεπορευμένοι κατασκέψασθαι τὴν γῆν Λαισὰ καὶ εἶπαν πρὸς τοὺς ἀδελφοὺς· αὐτῶν ἔγνωτε ὅτι ἔστιν ἐν τῷ οἴκῳ τούτῳ ἐφώδ, καὶ θεραφὶν καὶ γλυπτὸν καὶ χωνευτόν; καὶ νῦν γνῶτε , τι ποιήσετε. 15 καὶ ἐξέκλιναν ἐκεῖ καὶ εἰσῆλθον εἰς τὸν οἶκον τοῦ νεανίσκου τοῦ Λευίτου, οἶκον Μιχαία, καὶ ἠρώτησαν αὐτὸν εἰς εἰρήνην. 16 καὶ οἱ ἑξακόσιοι ἄνδρες οἱ ἀνεζωσμένοι τὰ σκεύη τῆς παρατάξεως αὐτῶν ἑστῶτες παρὰ θύρας τῆς πύλης, οἱ ἐκ τῶν υἱῶν Δάν. 17 καὶ ἀνέβησαν οἱ πέντε ἄνδρες οἱ πορπορευθέντες κατασκέψασθαι τὴν γῆν 18 καὶ εἰσῆλθον ἐκεῖ εἰς οἶκον Μιχαία, καὶ ἱερεὺς ἑστώς· καὶ ἔλαβον τὸ γλυπτὸν καὶ τὸ ἐφὼδ καὶ τὸ θεραφὶν καὶ τὸ χωνευτόν. καὶ εἶπεν πρὸς αὐτοὺς ἱερεύς· τί ὑμεῖς ποιεῖτε; 19 καὶ εἶπαν αὐτῷ· κώφευσον, ἐπίθες τὴν χεῖρά σου ἐπὶ τὸ στόμα σου καὶ δεῦρο μεθ᾿ ἡμῶν καὶ γενοῦ ἡμῖν εἰς πατέρα καὶ εἰς ἱερέα· μὴ ἀγαθὸν εἶναί σὲ ἱερέα οἴκου ἀνδρὸς ἑνὸς γενέσθαι σὲ ἱερέα φυλῆς καὶ οἴκου εἰς δῆμον Ἰσραήλ; 20 καὶ ἠγαθύνθη καρδία τοῦ ἱερέως, καὶ ἔλαβεν τὸ ἐφὼδ καὶ τὸ θεραφὶν καὶ τὸ γλυπτὸν καὶ τὸ χωνευτὸν καὶ ἦλθεν ἐν μέσῳ τοῦ λαοῦ.

21 καὶ ἐπέστρεψαν καὶ ἀπῆλθαν· καὶ ἔθηκαν τὰ τέκνα καὶ τὴν κτῆσιν καὶ τὸ βάρος ἔμπροσθεν αὐτῶν.

22 αὐτοὶ ἐμάκρυναν ἀπὸ οἴκου Μιχαία καὶ ἰδοὺ Μιχαιὰς καὶ οἱ ἄνδρες οἱ ἐν ταῖς οἰκίαις ταῖς μετὰ οἴκου Μιχαία ἐβόησαν καὶ κατελάβοντο τοὺς υἱοὺς Δάν. 23 καὶ ἐπέστρεψαν τὸ πρόσωπον αὐτῶν υἱοὶ Δὰν καὶ εἶπαν τῷ Μιχαία· τί ἐστίν σοὶ, ὅτι ἐβόησας; 24 καὶ εἶπεν Μιχαιάς· ὅτι τὸ γλυπτόν μου, ἐποίησα, ἐλάβετε καὶ τὸν ἱερέα καὶ πορἐπορεύθητε· καὶ τί ἐμοὶ ἔτι; καὶ τί τοῦτο λέγετε πρός με· τί κράζεις; 25 καὶ εἶπον πρὸς αὐτὸν οἱ υἱοὶ Δάν· μὴ ἀκουσθήτω δὴ φωνή σου μεθ᾿ ἡμῶν, μήποτε συναντήσωσιν ἐν ἡμῖν ἄνδρες πικροὶ ψυχῇ καὶ προσθήσουσιν ψυχὴν καὶ τὴν ψυχὴν τοῦ οἴκου σου. 26 καὶ πορἐπορεύθησαν οἱ υἱοὶ Δὰν εἰς ὁδὸν αὐτῶν· καὶ εἶδεν Μιχαιὰς ὅτι δυνατώτεροί εἰσιν ὑπὲρ αὐτόν, καὶ ἐπόστρεψεν εἰς τὸν οἶκον αὐτοῦ.

27 καὶ οἱ υἱοὶ Δὰν ἔλαβον ἐποίησεν Μιχαιάς, καὶ τὸν ἱερέα ὃς ἦν αὐτῷ, καὶ ἦλθον ἐπὶ Λαισά, ἐπὶ λαὸν ἡσυχάζοντα καὶ πεποιθότα ἐπ᾿ ἐλπίδι καὶ ἐπάταξαν αὐτοὺς ἐν στόματι ῥομφαίας καὶ τὴν πόλιν ἐνέπρησαν ἐν πυρί· 28 καὶ οὐκ ἦν ῥυόμενος, ὅτι μακράν ἐστιν ἀπὸ Σιδωνίων, καὶ λόγος οὐκ ἔστιν αὐτοῖς μετὰ ἀνθρώπου, καὶ αὐτὴ ἐν τῇ κοιλάδι τοῦ οἴκου Ῥαάβ. καὶ ᾠκοδόμησαν τὴν πόλιν καὶ κατεσκήνωσαν ἐν αὐτῇ 29 καὶ ἐκάλεσαν τὸ ὄνομα τῆς πόλεως Δὰν ἐν ὀνόματι Δὰν πατρὸς αὐτῶν, ὃς ἐτέχθη τῷ Ἰσραήλ· καὶ Οὐλαμαὶς τὸ ὄνομα τῆς πόλεως τὸ πρότερον.

30 καὶ ἔστησαν ἑαυτοῖς οἱ υἱοὶ Δὰν τὸ γλυπτόν· καὶ Ἰωναθὰμ υἱὸς Γηρσὸμ υἱὸς Μανασσῆ, αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ ἦσαν ἱερεῖς τῇ φυλῇ Δὰν ἕως ἡμέρας ἀποικίας τῆς γῆς. 31 καὶ ἔθηκαν αὐτοῖς τὸ γλυπτόν, ἐποίησεν Μιχαιὰς πάσας τὰς ἡμέρας, ἃς ἦν οἶκος τοῦ θεοῦ ἐν Σηλώμ.




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era