Car Repair Manuals

Judges
(Codex Vaticanus)

Κριταὶ (Βατικανὸς Κῶδιξ)

Chapter 17

1 Καὶ ἐγένετο ἀνὴρ ἀπὸ ὄρους Ἐφραίμ, καὶ ὄνομα αὐτῷ Μιχαιάς. 2 καὶ εἶπεν τῇ μητρὶ αὐτοῦ· οἱ χίλιοι καὶ ἑκατόν, οὓς ἔλαβες ἀργυρίου σεαυτῇ καὶ με ἠράσω καὶ προσεῖπας ἐν ὠσί μου, ἰδοὺ τὸ ἀργύριον παρ᾿ ἐμοί, ἐγὼ ἔλαβον αὐτό. καὶ εἶπεν μήτηρ αὐτοῦ· εὐλογητὸς υἱός μου τῷ κυρίῳ. 3 καὶ ἀπέδωκεν τοὺς χιλίους καὶ ἑκατὸν τοῦ ἀργυρίου τῇ μητρὶ αὐτοῦ· καὶ εἶπεν μήτηρ αὐτοῦ· ἁγιάζουσα ἡγίακα τὸ ἀργύριον τῷ κυρίῳ ἐκ χειρός μου τῷ υἱῷ μου τοῦ ποιῆσαι γλυπτὸν καὶ χωνευτόν, καὶ νῦν ἀποδώσω σοὶ αὐτό. 4 καὶ ἀπέδωκεν τὸ ἀργύριον τῇ μητρὶ αὐτοῦ· καὶ ἔλαβεν μήτηρ αὐτοῦ διακοσίους ἀργυρίου καὶ ἔδωκεν αὐτὸ ἀργυροκόπῳ, καὶ ἐποίησεν αὐτὸ γλυπτὸν καὶ χωνευτόν· καὶ ἐγενήθη ἐν οἴκῳ Μιχαία. 5 καὶ οἶκος Μιχαία, αὐτῷ οἶκος θεοῦ· καὶ ἐποίησεν ἐφὼδ καὶ θαραφίν· καὶ ἐπλήρωσεν τὴν χεῖρα ἀπὸ ἑνὸς υἱῶν αὐτοῦ, καὶ ἐγένετο αὐτῷ εἰς ἱερέα.

6 ἐν δὲ ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν Ἰσραήλ· ἀνὴρ τὸ εὐθὲς ἐν ὀφθαλμοῖς αὐτοῦ ἐποίει.

7 Καὶ ἐγενήθη νεανίας ἐκ Βηθλεὲμ δήμου Ἰοῦδα, καὶ αὐτὸς Λευίτης, καὶ οὗτος παρῴκει ἐκεῖ. 8 καὶ ἐπορεύθη ἀνὴρ ἀπὸ Βηθλεὲμ τῆς πόλεως Ἰοῦδα παροικῆσαι ἐν ἐὰν εὕρῃ τόπῳ, καὶ ἦλθεν ἕως ὄρους Ἐφραὶμ καὶ ἕως οἴκου Μιχαία τοῦ ποιῆσαι ὁδὸν αὐτοῦ. 9 καὶ εἶπεν αὐτῷ Μιχαιάς· πόθεν ἔρχῃ; καὶ εἶπεν πρὸς αὐτόν· Λευίτης εἰμὶ ἀπὸ Βαιθλεὲμ Ἰοῦδα, καὶ ἐγὼ πορεύομαι παροικῆσαι ἐν ἐὰν εὕρω τόπῳ. 10 καὶ εἶπεν αὐτῷ Μιχαιάς· κάθου μετ᾿ ἐμοῦ καὶ γίνου μοι εἰς πατέρα καὶ εἰς ἱερέα, καὶ ἐγὼ δώσω σοὶ δέκα ἀργυρίου εἰς ἡμέραν καὶ στολὴν ἱματίων καὶ τὰ πρὸς ζωήν σου. καὶ ἐπορεύθη Λευίτης 11 καὶ ἤρξατο παροικεῖν παρὰ τῷ ἀνδρί, καὶ ἐγενήθη νεανίας παρ᾿ αὐτῷ ὡς εἷς ἀπὸ υἱῶν αὐτοῦ. 12 καὶ ἐπλήρωσεν Μιχαιὰς τὴν χεῖρα τοῦ Λευίτου, καὶ ἐγένετο αὐτῷ εἰς ἱερέα καὶ ἐγένετο ἐν οἴκῳ Μιχαία. 13 καὶ εἶπεν Μιχαιάς· νῦν ἔγνων ὅτι ἀγαθυνεῖ κύριος, ἐμοί ὅτι ἐγένετό μοι Λευίτης εἰς ἱερέα.




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era