Car Repair Manuals

Judges
(Codex Vaticanus)

Κριταὶ (Βατικανὸς Κῶδιξ)

Chapter 13

1 Καὶ προσέθηκαν οἱ υἱοὶ Ἰσραὴλ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον κυρίου, καὶ παρέδωκεν αὐτοὺς κύριος ἐν χειρὶ Φυλιστιὶμ τεσσαράκοντα ἔτη.

2 καὶ ἦν ἀνὴρ εἷς ἀπὸ Σαραὰ ἀπὸ δήμου συγγενείας τοῦ Δανί, καὶ ὄνομα αὐτῷ Μανωέ, καὶ γυνὴ αὐτῷ στεῖρα καὶ οὐκ ἔτεκεν. 3 καὶ ὤφθη ἄγγελος κυρίου πρὸς τὴν γυναῖκα, καὶ εἶπεν πρὸς αὐτήν· ἰδοὺ σὺ στεῖρα καὶ οὐ τέτοκας, καὶ συλλήμψῃ υἱόν. 4 καὶ νῦν φύλαξαι δὴ καὶ μὴ πίῃς οἶνον καὶ μέθυσμα καὶ μὴ φάγῃς πᾶν ἀκάθαρτον· 5 ὅτι ἰδοὺ σὺ ἐν γαστρὶ ἔχεις καὶ τέξῃ υἱόν, καὶ σίδηρος οὐκ ἀναβήσεται, ἐπὶ τὴν κεφαλὴν αὐτοῦ ὅτι ναζὶρ θεοῦ ἔσται τὸ παιδάριον ἀπὸ τῆς κοιλίας, καὶ αὐτὸς ἄρξεται τοῦ σῶσαι τὸν Ἰσραὴλ ἐκ χειρὸς Φυλιστιίμ.

6 καὶ εἰσῆλθεν γυνὴ καὶ εἶπεν τῷ ἀνδρὶ αὐτῆς λέγουσα· ἄνθρωπος θεοῦ ἦλθεν πρός με, καὶ εἶδος αὐτοῦ ὡς εἶδος ἀγγέλου θεοῦ, φοβερὸν σφόδρα· καὶ οὐκ ἠρώτησα αὐτόν, πόθεν ἐστίν, καὶ τὸ ὄνομα αὐτοῦ οὐκ ἀπήγγειλέν μοι. 7 καὶ εἶπέν μοι· ἰδοὺ σὺ ἐν γαστρὶ ἔχεις καὶ τέξῃ υἱόν· καὶ νῦν μὴ πίῃς οἶνον καὶ μέθυσμα καὶ μὴ φάγῃς πᾶν ἀκάθαρτον, ὅτι ἅγιον θεοῦ ἔσται τὸ παιδάριον ἀπὸ γαστρὸς ἕως ἡμέρας θανάτου αὐτοῦ.

8 καὶ προσηύξατο Μανωὲ πρὸς κύριον καὶ εἶπεν· ἐν ἐμοί, κύριε Ἀδωναιέ, τὸν ἄνθρωπον τοῦ θεοῦ, ὃν ἀπέστειλας, ἐλθέτω δὴ ἔτι πρὸς ἡμᾶς καὶ συμβιβασάτω ἡμᾶς τί ποιήσωμεν τῷ παιδίῳ τῷ τικτομένῳ.

9 καὶ εἰσήκουσεν θεὸς τῆς φωνῆς Μανωέ, καὶ ἦλθεν ἄγγελος τοῦ θεοῦ ἔτι πρὸς τὴν γυναῖκα, καὶ αὕτη ἐκάθητο ἐν ἀγρῷ, καὶ Μανωὲ ἀνὴρ αὐτῆς οὐκ ἦν μετ᾿ αὐτῆς. 10 καὶ ἐτάχυνεν γυνὴ καὶ ἔδραμεν καὶ ἀνήγγειλεν τῷ ἀνδρὶ αὐτῆς καὶ εἶπεν πρὸς αὐτόν· ἰδοὺ ὦπται πρός με ἀνήρ, ὃς ἦλθεν ἐν ἡμέρᾳ πρός με.

11 καὶ ἀνέστη καὶ ἐπορεύθη Μανωὲ ὀπίσω τῆς γυναικὸς αὐτοῦ καὶ ἦλθεν πρὸς τὸν ἄνδρα καὶ εἶπεν αὐτῷ· εἰ σὺ εἶ ἀνὴρ λαλήσας πρὸς τὴν γυναῖκα; καὶ εἶπεν ἄγγελος· ἐγώ. 12 καὶ εἶπεν Μανωέ· νῦν ἐλεύσεται λόγος σου· τίς ἔσται κρίσις τοῦ παιδίου καὶ τὰ ποιήματα αὐτοῦ; 13 καὶ εἶπεν ἄγγελος κυρίου πρὸς Μανωέ· ἀπὸ πάντων, ὧν εἴρηκα πρὸς τὴν γυναῖκα, φυλάξεται· 14 ἀπὸ παντός, ἐκπορεύεται ἐξ ἀμπέλου τοῦ οἴνου, οὐ φάγεται καὶ οἶνον καὶ σίκερα μέθυσμα μὴ πιέτω καὶ πᾶν ἀκάθαρτον μὴ φαγέτω· πάντα ὅσα ἐνετειλάμην αὐτῇ, φυλάξεται.

15 καὶ εἶπεν Μανωὲ πρὸς τὸν ἄγγελον κυρίου· κατάσχωμεν ὧδέ σὲ καὶ ποιήσωμεν ἐνώπιόν σου ἔριφον αἰγῶν. 16 καὶ εἶπεν ἄγγελος κυρίου πρὸς Μανωέ· ἐὰν κατάσχῃς με, οὐ φάγομαι ἀπὸ τῶν ἄρτων σου, καὶ ἐὰν ποιήσῃς ὁλοκαύτωμα, τῷ κυρίῳ ἀνοίσεις αὐτό· ὅτι οὐκ ἔγνω Μανωὲ ὅτι ἄγγελος κυρίου αὐτός. 17 καὶ εἶπεν Μανωὲ πρὸς τὸν ἄγγελον κυρίου· τί τὸ ὄνομά σοὶ, ὅτι ἔλθοι τὸ ῥῆμά σου, καὶ δοξάσομέν σὲ; 18 καὶ εἶπεν αὐτῷ ἄγγελος κυρίου· εἰς τί τοῦτο ἐρωτᾷς τὸ ὄνομά μου; καὶ αὐτό ἐστιν θαυμαστόν. 19 καὶ ἔλαβεν Μανωὲ τὸν ἔριφον τῶν αἰγῶν καὶ τὴν θυσίαν καὶ ἀνήνεγκεν ἐπὶ τὴν πέτραν τῷ κυρίῳ· καὶ διεχώρισεν ποιῆσαι καὶ Μανωὲ καὶ γυνὴ αὐτοῦ βλέποντες. 20 καὶ ἐγένετο ἐν τῷ ἀναβῆναι τὴν φλόγα ἐπάνω τοῦ θυσιαστηρίου ἕως τοῦ οὐρανοῦ καὶ ἀνέβη ἄγγελος κυρίου ἐν τῇ φλογὶ τοῦ θυσιαστηρίου, καὶ Μανωὲ καὶ γυνὴ αὐτοῦ βλέποντες καὶ ἔπεσαν ἐπὶ πρόσωπον αὐτῶν ἐπὶ τὴν γῆν. 21 καὶ οὐ προσέθηκεν ἔτι ἄγγελος κυρίου ὀφθῆναι πρὸς Μανωὲ καὶ πρὸς τὴν γυναῖκα αὐτοῦ· τότε ἔγνω Μανωὲ ὅτι ἄγγελος κυρίου οὗτος. 22 καὶ εἶπεν Μανωὲ πρὸς τὴν γυναῖκα αὐτοῦ· θανάτῳ ἀποθανούμεθα, ὅτι θεὸν εἴδομεν. 23 καὶ εἶπεν αὐτῷ γυνὴ αὐτοῦ· εἰ ἤθελεν κύριος θανατῶσαι ἡμᾶς, οὐκ ἂν ἔλαβεν ἐκ χειρὸς ἡμῶν ὁλοκαύτωμα καὶ θυσίαν καὶ οὐκ ἂν ἔδειξεν ἡμῖν ταῦτα πάντα καὶ καθὼς καιρὸς οὐκ ἂν ἠκούτισεν ἡμᾶς ταῦτα.

24 καὶ ἔτεκεν γυνὴ υἱὸν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Σαμψών· καὶ ἡδρύνθη τὸ παιδάριον, καὶ εὐλόγησεν αὐτὸ κύριος. 25 καὶ ἤρξατο πνεῦμα κυρίου συνεκπορεύεσθαι αὐτῷ ἐν παρεμβολῇ Δὰν καὶ ἀνὰ μέσον Σαραὰ καὶ ἀνὰ μέσον Ἐσθαόλ.




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era