Car Repair Manuals

Jeremiah

Ἱερεμίας

Chapter 30

1  τῇ Ιδουμαίᾳ τάδε λέγει κύριος οὐκ ἔστιν ἔτι σοφία ἐν Θαιμὰν ἀπώλετο βουλὴ ἐκ συνετῶν ᾤχετο σοφία αὐτῶν 2  ἠπατήθη τόπος αὐτῶν βαθύνατε εἰς κάθισιν οἱ κατοικοῦντες ἐν Δαιδὰν ὅτι δύσκολα ἐποίησεν ἤγαγον ἐπ᾿ αὐτὸν ἐν χρόνῳ ἐπεσκεψάμην ἐπ᾿ αὐτόν 3  ὅτι τρυγηταὶ ἦλθόν σοὶ οὐ καταλείψουσίν σοὶ καταλείμματα ὡς κλέπται ἐν νυκτὶ ἐπιθήσουσιν χεῖρα αὐτῶν 4  ὅτι ἐγὼ κατέσυρα τὸν Ἡσαῦ ἀνεκάλυψα τὰ κρυπτὰ αὐτῶν κρυβῆναι οὐ μὴ δύνωνται ὤλοντο διὰ χεῖρα ἀδελφοῦ αὐτοῦ καὶ γείτονος αὐτοῦ καὶ οὐκ ἔστιν 5  ὑπολείπεσθαι ὀρφανόν σου ἵνα ζήσηται καὶ ἐγὼ ζήσομαι καὶ χῆραι ἐπ᾿ ἐμὲ πεποίθασιν 6  ὅτι τάδε εἶπεν κύριος οἷς οὐκ ἦν νόμος πιεῖν τὸ ποτήριον ἔπιον καὶ σὺ ἀθῳωμένη οὐ μὴ ἀθῳωθῇς ὅτι πίνων πίεσαι 7  ὅτι κατ᾿ ἐμαυτοῦ ὤμοσα λέγει κύριος ὅτι εἰς ἄβατον καὶ εἰς ὀνειδισμὸν καὶ εἰς κατάρασιν ἔσῃ ἐν μέσῳ αὐτῆς καὶ πᾶσαι αἱ πόλεις αὐτῆς ἔσονται ἔρημοι εἰς αἰῶνα 8  ἀκοὴν ἤκουσα παρὰ κυρίου καὶ ἀγγέλους εἰς ἔθνη ἀπέστειλεν συνάχθητε καὶ παραγένεσθε εἰς αὐτήν ἀνάστητε εἰς πόλεμον 9  μικρὸν ἔδωκά σὲ ἐν ἔθνεσιν εὐκαταφρόνητον ἐν ἀνθρώποις 10  παιγνία σου ἐνεχείρησέν σοὶ ἰταμία καρδίας σου κατέλυσεν τρυμαλιὰς πετρῶν συνέλαβεν ἰσχὺν βουνοῦ ὑψηλοῦ ὅτι ὕψωσεν ὥσπερ ἀετὸς νοσσιὰν αὐτοῦ ἐκεῖθεν καθελῶ σὲ 11  καὶ ἔσται Ἰδουμαία εἰς ἄβατον πᾶς παραπορευόμενος ἐπ᾿ αὐτὴν συριεῖ 12  ὥσπερ κατεστράφη Σόδομα καὶ Γόμοῤῥα καὶ αἱ πάροικοι αὐτῆς εἶπεν κύριος παντοκράτωρ οὐ μὴ καθίσῃ ἐκεῖ ἄνθρωπος καὶ οὐ μὴ ἐνοικήσῃ ἐκεῖ υἱὸς ἀνθρώπου 13  ἰδοὺ ὥσπερ λέων ἀναβήσεται ἐκ μέσου τοῦ Ἰορδάνου εἰς τόπον Αἰθαμ ὅτι ταχὺ ἐκδιώξω αὐτοὺς ἀπ᾿ αὐτῆς καὶ τοὺς νεανίσκους ἐπ᾿ αὐτὴν ἐπιστήσατε ὅτι τίς ὥσπερ ἐγώ καὶ τίς ἀντιστήσεταί μοι καὶ τίς οὗτος ποιμήν ὃς στήσεται κατὰ πρόσωπόν μου 14  διὰ τοῦτο ἀκούσατε βουλὴν κυρίου ἣν ἐβουλεύσατο ἐπὶ τὴν Ἰδουμαίαν καὶ λογισμὸν αὐτοῦ ὃν ἐλογίσατο ἐπὶ τοὺς κατοικοῦντας Θαιμὰν ἐὰν μὴ συμψησθῶσιν τὰ ἐλάχιστα τῶν προβάτων ἐὰν μὴ ἀβατωθῇ ἐπ᾿ αὐτὴν κατάλυσις αὐτῶν 15  ὅτι ἀπὸ φωνῆς πτώσεως αὐτῶν ἐσείσθη γῆ καὶ κραυγή σου ἐν θαλάσσῃ ἠκούσθη 16  ἰδοὺ ὥσπερ ἀετὸς ὄψεται καὶ ἐκτενεῖ τὰς πτέρυγας ἐπ᾿ ὀχυρώματα αὐτῆς καὶ ἔσται καρδία τῶν ἰσχυρῶν τῆς Ἰδουμαίας ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὡς καρδία γυναικὸς ὠδινούσης 17  τοῖς υἱοῖς Ἀμμὼν οὕτως εἶπεν κύριος μὴ υἱοὶ οὔκ εἰσιν ἐν Ἰσραὴλ παραλημψόμενος οὐκ ἔστιν αὐτοῖς διὰ τί παρέλαβεν Μελχομ τὸν Γὰδ καὶ λαὸς αὐτῶν ἐν πόλεσιν αὐτῶν ἐνοικήσει 18  διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται φησὶν κύριος καὶ ἀκουτιῶ ἐπὶ Ῥαββὰθ θόρυβον πολέμων καὶ ἔσονται εἰς ἄβατον καὶ εἰς ἀπώλειαν καὶ βωμοὶ αὐτῆς ἐν πυρὶ κατακαυθήσονται καὶ παραλήμψεται Ἰσραὴλ τὴν ἀρχὴν αὐτοῦ 19  ἀλάλαξον Ἐσεβὼν ὅτι ὤλετο Γαὶ κεκράξατε θυγατέρες Ῥαββὰθ περιζώσασθε σάκκους καὶ ἐπιλημπτεύσασθε καὶ κόψασθε ἐπὶ Μελχομ ὅτι ἐν ἀποικίᾳ βαδιεῖται οἱ ἱερεῖς αὐτοῦ καὶ οἱ ἄρχοντες αὐτοῦ ἅμα 20  τί ἀγαλλιάσῃ ἐν τοῖς πεδίοις Ἐνακὶμ θύγατερ ἰταμίας πεποιθυῖα ἐπὶ θησαυροῖς αὐτῆς λέγουσα τίς εἰσελεύσεται ἐπ᾿ ἐμέ 21  ἰδοὺ ἐγὼ φέρω φόβον ἐπὶ σέ εἶπεν κύριος ἀπὸ πάσης τῆς περιοίκου σου καὶ διασπαρήσεσθε ἕκαστος εἰς πρόσωπον αὐτοῦ καὶ οὐκ ἔσται συνάγων 23  τῇ Κηδὰρ βασιλίσσῃ τῆς αὐλῆς ἣν ἐπάταξεν Ναβουχοδονοσὸρ βασιλεὺς βαβυλῶνος οὕτως εἶπεν κύριος ἀνάστητε καὶ ἀνάβητε ἐπὶ Κηδὰρ καὶ πλήσατε τοὺς υἱοὺς Κεδεμ 24  σκηνὰς αὐτῶν καὶ πρόβατα αὐτῶν λήμψονται ἱμάτια αὐτῶν καὶ πάντα τὰ σκεύη αὐτῶν καὶ καμήλους αὐτῶν λήμψονται ἑαυτοῖς καὶ καλέσατε ἐπ᾿ αὐτοὺς ἀπώλειαν κυκλόθεν 25  φεύγετε λίαν βαθύνατε εἰς κάθισιν καθήμενοι ἐν τῇ αὐλῇ ὅτι ἐβουλεύσατο ἐφ᾿ ὑμᾶς βασιλεὺς βαβυλῶνος βουλὴν καὶ ἐλογίσατο ἐφ᾿ ὑμᾶς λογισμόν 26  ἀνάστηθι καὶ ἀνάβηθι ἐπ᾿ ἔθνος εὐσταθοῦν καθήμενον εἰς ἀναψυχήν οἷς οὔκ εἰσιν θύραι οὐ βάλανοι οὐ μοχλοί μόνοι καταλύουσιν 27  καὶ ἔσονται κάμηλοι αὐτῶν εἰς προνομὴν καὶ πλῆθος κτηνῶν αὐτῶν εἰς ἀπώλειαν καὶ λικμήσω αὐτοὺς παντὶ πνεύματι κεκαρμένους πρὸ προσώπου αὐτῶν ἐκ παντὸς πέραν αὐτῶν οἴσω τὴν τροπὴν αὐτῶν εἶπεν κύριος 28  καὶ ἔσται αὐλὴ διατριβὴ στρουθῶν καὶ ἄβατος ἕως αἰῶνος οὐ μὴ καθίσῃ ἐκεῖ ἄνθρωπος καὶ οὐ μὴ κατοικήσῃ ἐκεῖ υἱὸς ἀνθρώπου 29  τῇ Δαμασκῷ κατῃσχύνθη Ἠμὰθ καὶ Ἀρφαδ ὅτι ἤκουσαν ἀκοὴν πονηράν ἐξέστησαν ἐθυμώθησαν ἀναπαύσασθαι οὐ μὴ δύνωνται 30  ἐξελύθη Δαμασκός ἀπεστράφη εἰς φυγήν τρόμος ἐπελάβετο αὐτῆς 31  πῶς οὐχὶ ἐγκατέλιπεν πόλιν ἐμήν κώμην ἠγάπησαν 32  διὰ τοῦτο πεσοῦνται νεανίσκοι ἐν πλατείαις σου καὶ πάντες οἱ ἄνδρες οἱ πολεμισταί σου πεσοῦνται φησὶν κύριος 33  καὶ καύσω πῦρ ἐν τείχει Δαμασκοῦ καὶ καταφάγεται ἄμφοδα υἱοῦ Ἀδὲρ




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era