Car Repair Manuals

Jeremiah

Ἱερεμίας

Chapter 47

1  λόγος γενόμενος παρὰ κυρίου πρὸς Ἰερεμιαν ὕστερον μετὰ τὸ ἀποστεῖλαι αὐτὸν Ναβουζαρδαν τὸν ἀρχιμάγειρον τὸν ἐκ Δαμαν ἐν τῷ λαβεῖν αὐτὸν ἐν χειροπέδαις ἐν μέσῳ ἀποικίας Ἰοῦδα τῶν ἠγμένων εἰς Βαβυλῶνα 2  καὶ ἔλαβεν αὐτὸν ἀρχιμάγειρος καὶ εἶπεν αὐτῷ κύριος θεός σου ἐλάλησεν τὰ κακὰ ταῦτα ἐπὶ τὸν τόπον τοῦτον 3  καὶ ἐποίησεν κύριος ὅτι ἡμάρτετε αὐτῷ καὶ οὐκ ἠκούσατε αὐτοῦ τῆς φωνῆς 4  ἰδοὺ ἔλυσά σὲ ἀπὸ τῶν χειροπέδων τῶν ἐπὶ τὰς χεῖράς σου εἰ καλὸν ἐναντίον σου ἐλθεῖν μετ᾿ ἐμοῦ εἰς Βαβυλῶνα ἧκε καὶ θήσω τοὺς ὀφθαλμούς μου ἐπὶ σέ 5  εἰ δὲ μή ἀπότρεχε καὶ ἀνάστρεψον πρὸς Γοδολιαν υἱὸν Ἀχικαμ υἱοῦ Σαφὰν ὃν κατέστησεν βασιλεὺς βαβυλῶνος ἐν γῇ Ἰοῦδα καὶ οἴκησον μετ᾿ αὐτοῦ ἐν μέσῳ τοῦ λαοῦ ἐν γῇ Ἰοῦδα εἰς ἅπαντα τὰ ἀγαθὰ ἐν ὀφθαλμοῖς σου τοῦ πορευθῆναι πορπορεύου καὶ ἔδωκεν αὐτῷ ἀρχιμάγειρος δῶρα καὶ ἀπέστειλεν αὐτόν 6  καὶ ἦλθεν πρὸς Γοδολιαν εἰς Μασσηφὰ καὶ ἐκάθισεν ἐν μέσῳ τοῦ λαοῦ τοῦ καταλειφθέντος ἐν τῇ γῇ 7  καὶ ἤκουσαν πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως τῆς ἐν ἀγρῷ αὐτοὶ καὶ οἱ ἄνδρες αὐτῶν ὅτι κατέστησεν βασιλεὺς βαβυλῶνος τὸν Γοδολιαν ἐν τῇ γῇ καὶ παρεκατέθετο αὐτῷ ἄνδρας καὶ γυναῖκας αὐτῶν οὓς οὐκ ἀπῴκισεν εἰς Βαβυλῶνα 8  καὶ ἦλθεν πρὸς Γοδολιαν εἰς Μασσηφὰ Ἰσμαὴλ υἱὸς Ναθανιου καὶ Ἰωανὰν υἱὸς Καρηε καὶ Σαραιὰς υἱὸς Θαναεμεθ καὶ υἱοὶ Ὀφε τοῦ Νετωφατὶ καὶ Ἰεζονιας υἱὸς τοῦ Μοχατι αὐτοὶ καὶ οἱ ἄνδρες αὐτῶν 9  καὶ ὤμοσεν αὐτοῖς Γοδολιας καὶ τοῖς ἀνδράσιν αὐτῶν λέγων μὴ φοβηθῆτε ἀπὸ προσώπου τῶν παίδων τῶν Χαλδαίων κατοικήσατε ἐν τῇ γῇ καὶ ἐργάσασθε τῷ βασιλεῖ βαβυλῶνος καὶ βέλτιον ἔσται ὑμῖν 10  καὶ ἰδοὺ ἐγὼ κάθημαι ἐναντίον ὑμῶν εἰς Μασσηφὰ στῆναι κατὰ πρόσωπον τῶν Χαλδαίων οἳ ἂν ἔλθωσιν ἐφ᾿ ὑμᾶς καὶ ὑμεῖς συναγάγετε οἶνον καὶ ὀπώραν καὶ συναγάγετε ἔλαιον καὶ βάλετε εἰς τὰ ἀγγεῖα ὑμῶν καὶ οἰκήσατε ἐν ταῖς πόλεσιν αἷς κατεκρατήσατε 11  καὶ πάντες οἱ Ἰουδαῖοι οἱ ἐν γῇ Μωὰβ καὶ ἐν υἱοῖς Ἀμμὼν καὶ οἱ ἐν τῇ Ιδουμαίᾳ καὶ οἱ ἐν πάσῃ τῇ γῇ ἤκουσαν ὅτι ἔδωκεν βασιλεὺς βαβυλῶνος κατάλειμμα τῷ Ἰοῦδα καὶ ὅτι κατέστησεν ἐπ᾿ αὐτοὺς τὸν Γοδολιαν υἱὸν Ἀχικαμ 12  καὶ ἦλθον πρὸς Γοδολιαν εἰς γῆν Ἰοῦδα εἰς Μασσηφὰ καὶ συνήγαγον οἶνον καὶ ὀπώραν πολλὴν σφόδρα καὶ ἔλαιον 13  καὶ Ἰωανὰν υἱὸς Καρηε καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως οἱ ἐν τοῖς ἀγροῖς ἦλθον πρὸς Γοδολιαν εἰς Μασσηφὰ 14  καὶ εἶπαν αὐτῷ εἰ γνώσει γινώσκεις ὅτι Βελισα βασιλεὺς υἱῶν Ἀμμὼν ἀπέστειλεν πρὸς σὲ τὸν Ἰσμαὴλ πατάξαι σου ψυχήν καὶ οὐκ ἐπίστευσεν αὐτοῖς Γοδολιας 15  καὶ Ἰωανὰν εἶπεν τῷ Γοδολία κρυφαίως ἐν Μασσηφὰ πορπορεύσομαι δὴ καὶ πατάξω τὸν Ἰσμαὴλ καὶ μηθεὶς γνώτω μὴ πατάξῃ σου ψυχὴν καὶ διασπαρῇ πᾶς Ἰοῦδα οἱ συνηγμένοι πρὸς σὲ καὶ ἀπολοῦνται οἱ κατάλοιποι Ἰοῦδα 16  καὶ εἶπεν Γοδολιας πρὸς Ἰωανὰν μὴ ποιήσῃς τὸ πρᾶγμα τοῦτο ὅτι ψευδῆ σὺ λέγεις περὶ Ἰσμαὴλ




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era