Car Repair Manuals

Jeremiah

Ἱερεμίας

Chapter 46

1  καὶ ἐγένετο ἐν τῷ ἔτει τῷ ἐνάτῳ τοῦ Σεδεκία βασιλέως Ἰοῦδα ἐν τῷ μηνὶ τῷ δεκάτῳ παρεγένετο Ναβουχοδονοσὸρ βασιλεὺς βαβυλῶνος καὶ πᾶσα δύναμις αὐτοῦ ἐπὶ Ἱερουσαλὴμ καὶ ἐπολιόρκουν αὐτήν 2  καὶ ἐν τῷ ἑνδεκάτῳ ἔτει τοῦ Σεδεκία ἐν τῷ μηνὶ τῷ τετάρτῳ ἐνάτῃ τοῦ μηνὸς ἐρράγη πόλις 3  καὶ εἰσῆλθον πάντες οἱ ἡγεμόνες βασιλέως βαβυλῶνος καὶ ἐκάθισαν ἐν πύλῃ τῇ μέσῃ Ναργαλασαρ καὶ Σαμαγωθ καὶ Ναβουσαχαρ καὶ Ναβουσαρις καὶ Ναγαργασνασερ Ῥαβαμαγ καὶ οἱ κατάλοιποι ἡγεμόνες βασιλέως βαβυλῶνος 14  καὶ ἀπέστειλαν καὶ ἔλαβον τὸν Ἰερεμιαν ἐξ αὐλῆς τῆς φυλακῆς καὶ ἔδωκαν αὐτὸν πρὸς τὸν Γοδολιαν υἱὸν Ἀχικαμ υἱοῦ Σαφὰν καὶ ἐξήγαγον αὐτόν καὶ ἐκάθισεν ἐν μέσῳ τοῦ λαοῦ 15  καὶ πρὸς Ἰερεμιαν ἐγένετο λόγος κυρίου ἐν τῇ αὐλῇ τῆς φυλακῆς λέγων 16  πορπορεύου καὶ εἰπὸν πρὸς Ἀβδεμελεχ τὸν Αἰ;θίοπα οὕτως εἶπεν κύριος θεὸς Ἰσραὴλ ἰδοὺ ἐγὼ φέρω τοὺς λόγους μου ἐπὶ τὴν πόλιν ταύτην εἰς κακὰ καὶ οὐκ εἰς ἀγαθά 17  καὶ σώσω σὲ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ οὐ μὴ δώσω σὲ εἰς χεῖρας τῶν ἀνθρώπων ὧν σὺ φοβῇ ἀπὸ προσώπου αὐτῶν 18  ὅτι σῴζων σώσω σὲ καὶ ἐν ῥομφαίᾳ οὐ μὴ πέσῃς καὶ ἔσται ψυχή σου εἰς εὕρεμα ὅτι ἐπεποίθεις ἐπ᾿ ἐμοί φησὶν κύριος




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era