Car Repair Manuals

Jeremiah

Ἱερεμίας

Chapter 43

1  καὶ ἐν τῷ ἐνιαυτῷ τῷ τετάρτῳ Ίωακὶμ υἱοῦ Ἰωσία βασιλέως Ἰοῦδα ἐγενήθη λόγος κυρίου πρός με λέγων 2  λαβὲ σεαυτῷ χαρτίον βιβλίου καὶ γράψον ἐπ᾿ αὐτοῦ πάντας τοὺς λόγους οὓς ἐχρημάτισα πρὸς σὲ ἐπὶ Ἱερουσαλὴμ καὶ ἐπὶ Ιούδαν καὶ ἐπὶ πάντα τὰ ἔθνη Ἀφ᾿ ἧς ἡμέρας λαλήσαντός μου πρός σὲ Ἀφ᾿ ἡμερῶν Ἰωσία βασιλέως Ἰοῦδα καὶ ἕως τῆς ἡμέρας ταύτης 3  ἴσως ἀκούσεται οἶκος Ἰοῦδα πάντα τὰ κακά ἐγὼ λογίζομαι ποιῆσαι αὐτοῖς ἵνα ἀποστρέψωσιν ἀπὸ ὁδοῦ αὐτῶν τῆς πονηρᾶς καὶ ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν καὶ ταῖς ἁμαρτίαις αὐτῶν 4  καὶ ἐκάλεσεν Ἱερεμίας τὸν Βαροὺχ υἱὸν Νηριου καὶ ἔγραψεν ἀπὸ στόματος Ἱερεμίου πάντας τοὺς λόγους κυρίου οὓς ἐχρημάτισεν πρὸς αὐτόν εἰς χαρτίον βιβλίου 5  καὶ ἐνετείλατο Ἱερεμίας τῷ Βαροὺχ λέγων ἐγὼ φυλάσσομαι οὐ μὴ δύνωμαι εἰσελθεῖν εἰς οἶκον κυρίου 6  καὶ ἀναγνώσῃ ἐν τῷ χαρτίῳ τούτῳ εἰς τὰ ὦτα τοῦ λαοῦ ἐν οἴκῳ κυρίου ἐν ἡμέρᾳ νηστείας καὶ ἐν ὠσὶ παντὸς Ἰοῦδα τῶν ἐρχομένων ἐκ πόλεως αὐτῶν ἀναγνώσῃ αὐτοῖς 7  ἴσως πεσεῖται ἔλεος αὐτῶν κατὰ πρόσωπον κυρίου καὶ ἀποστρέψουσιν ἐκ τῆς ὁδοῦ αὐτῶν τῆς πονηρᾶς ὅτι μέγας θυμὸς καὶ ὀργὴ κυρίου ἣν ἐλάλησεν ἐπὶ τὸν λαὸν τοῦτον 8  καὶ ἐποίησεν Βαροὺχ κατὰ πάντα ἐνετείλατο αὐτῷ Ἱερεμίας τοῦ ἀναγνῶναι ἐν τῷ βιβλίῳ λόγους κυρίου ἐν οἴκῳ κυρίου 9  καὶ ἐγενήθη ἐν τῷ ἔτει τῷ ὀγδόῳ βασιλεῖ Ίωακὶμ τῷ μηνὶ τῷ ἐνάτῳ ἐξεκκλησίασαν νηστείαν κατὰ πρόσωπον κυρίου πᾶς λαὸς ἐν Ἱερουσαλὴμ καὶ οἶκος Ἰοῦδα 10  καὶ ἀνεγίνωσκε Βαροὺχ ἐν τῷ βιβλίῳ τοὺς λόγους Ἱερεμίου ἐν οἴκῳ κυρίου ἐν οἴκῳ Γαμαριου υἱοῦ Σαφὰν τοῦ γραμματέως ἐν τῇ αὐλῇ τῇ ἐπάνω ἐν προθύροις πύλης τοῦ οἴκου κυρίου τῆς καινῆς ἐν ὠσὶ παντὸς τοῦ λαοῦ 11  καὶ ἤκουσεν Μιχαιὰς υἱὸς Γαμαριου υἱοῦ Σαφὰν ἅπαντας τοὺς λόγους κυρίου ἐκ τοῦ βιβλίου 12  καὶ κατέβη εἰς οἶκον τοῦ βασιλέως εἰς τὸν οἶκον τοῦ γραμματέως καὶ ἰδοὺ ἐκεῖ πάντες οἱ ἄρχοντες ἐκάθηντο Ἐλισαμὰ γραμματεὺς καὶ Δαλαιας υἱὸς Σελεμιου καὶ Ἐλναθαν υἱὸς Ἀκχοβωρ καὶ Γαμαριας υἱὸς Σαφὰν καὶ Σεδεκίας υἱὸς Ἀνανιου καὶ πάντες οἱ ἄρχοντες 13  καὶ ἀνήγγειλεν αὐτοῖς Μιχαιὰς πάντας τοὺς λόγους οὓς ἤκουσεν ἀναγινώσκοντος τοῦ Βαροὺχ εἰς τὰ ὦτα τοῦ λαοῦ 14  καὶ ἀπέστειλαν πάντες οἱ ἄρχοντες πρὸς Βαροὺχ υἱὸν Νηριου τὸν Ἰουδίν υἱὸν Ναθανιου υἱοῦ Σελεμιου υἱοῦ Χουσὶ λέγοντες τὸ χαρτίον ἐν σὺ ἀναγινώσκεις ἐν αὐτῷ ἐν ὠσὶ τοῦ λαοῦ λαβὲ αὐτὸ εἰς τὴν χεῖρά σου καὶ ἧκε καὶ ἔλαβεν Βαροὺχ τὸ χαρτίον καὶ κατέβη πρὸς αὐτούς 15  καὶ εἶπαν αὐτῷ πάλιν ἀνάγνωθι εἰς τὰ ὦτα ἡμῶν καὶ ἀνέγνω Βαροὺχ 16  καὶ ἐγενήθη ὡς ἤκουσαν πάντας τοὺς λόγους συνεβουλεύσαντο ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ καὶ εἶπαν ἀναγγέλλοντες ἀναγγείλωμεν τῷ βασιλεῖ ἅπαντας τοὺς λόγους τούτους 17  καὶ τὸν Βαροὺχ ἠρώτησαν λέγοντες πόθεν ἔγραψας πάντας τοὺς λόγους τούτους 18  καὶ εἶπεν Βαροὺχ ἀπὸ στόματος αὐτοῦ ἀνήγγειλέν μοι Ἱερεμίας πάντας τοὺς λόγους τούτους καὶ ἔγραφον ἐν βιβλίῳ 19  καὶ εἶπαν τῷ Βαροὺχ βάδισον κατακρύβηθι σὺ καὶ Ἱερεμίας ἄνθρωπος μὴ γνώτω ποῦ ὑμεῖς 20  καὶ εἰσῆλθον πρὸς τὸν βασιλέα εἰς τὴν αὐλήν καὶ τὸ χαρτίον ἔδωκαν φυλάσσειν ἐν οἴκῳ Ἐλισαμὰ καὶ ἀνήγγειλαν τῷ βασιλεῖ πάντας τοὺς λόγους 21  καὶ ἀπέστειλεν βασιλεὺς τὸν Ἰουδίν λαβεῖν τὸ χαρτίον καὶ ἔλαβεν αὐτὸ ἐξ οἴκου Ἐλισαμὰ καὶ ἀνέγνω Ἰουδίν εἰς τὰ ὦτα τοῦ βασιλέως καὶ εἰς τὰ ὦτα πάντων τῶν ἀρχόντων τῶν ἑστηκότων περὶ τὸν βασιλέα 22  καὶ βασιλεὺς ἐκάθητο ἐν οἴκῳ χειμερινῷ καὶ ἐσχάρα πυρὸς κατὰ πρόσωπον αὐτοῦ 23  καὶ ἐγενήθη ἀναγινώσκοντος Ἰουδίν τρεῖς σελίδας καὶ τέσσαρας ἀπέτεμνεν αὐτὰς τῷ ξυρῷ τοῦ γραμματέως καὶ ἔρριπτεν εἰς τὸ πῦρ τὸ ἐπὶ τῆς ἐσχάρας ἕως ἐξέλιπεν πᾶς χάρτης εἰς τὸ πῦρ τὸ ἐπὶ τῆς ἐσχάρας 24  καὶ οὐκ ἐζήτησαν καὶ οὐ διέρρηξαν τὰ ἱμάτια αὐτῶν βασιλεὺς καὶ οἱ παῖδες αὐτοῦ οἱ ἀκούοντες πάντας τοὺς λόγους τούτους 25  καὶ Ἐλναθαν καὶ Γοδολιας καὶ Γαμαριας ὑπέθεντο τῷ βασιλεῖ πρὸς τὸ μὴ κατακαῦσαι τὸ χαρτίον 26  καὶ ἐνετείλατο βασιλεὺς τῷ Ἰερεμεὴλ υἱῷ τοῦ βασιλέως καὶ τῷ Σαραιὰ υἱῷ Ἐσριὴλ συλλαβεῖν τὸν Βαροὺχ καὶ τὸν Ἰερεμιαν καὶ κατεκρύβησαν 27  καὶ ἐγένετο λόγος κυρίου πρὸς Ἰερεμιαν μετὰ τὸ κατακαῦσαι τὸν βασιλέα τὸ χαρτίον πάντας τοὺς λόγους οὓς ἔγραψεν Βαροὺχ ἀπὸ στόματος Ἱερεμίου λέγων 28  πάλιν λαβὲ σὺ χαρτίον ἕτερον καὶ γράψον πάντας τοὺς λόγους τοὺς ὄντας ἐπὶ τοῦ χαρτίου οὓς κατέκαυσεν βασιλεὺς Ίωακὶμ 29  καὶ ἐρεῖς οὕτως εἶπεν κύριος σὺ κατέκαυσας τὸ χαρτίον τοῦτο λέγων διὰ τί ἔγραψας ἐπ᾿ αὐτῷ λέγων εἰσπορευόμενος εἰσπορεύσεται βασιλεὺς βαβυλῶνος καὶ ἐξολεθρεύσει τὴν γῆν ταύτην καὶ ἐκλείψει ἀπ᾿ αὐτῆς ἄνθρωπος καὶ κτήνη 30  διὰ τοῦτο οὕτως εἶπεν κύριος ἐπὶ Ίωακὶμ βασιλέα Ἰοῦδα οὐκ ἔσται αὐτῷ καθήμενος ἐπὶ θρόνου Δαυὶδ καὶ τὸ θνησιμαῖον αὐτοῦ ἔσται ἐρριμμένον ἐν τῷ καύματι τῆς ἡμέρας καὶ ἐν τῷ παγετῷ τῆς νυκτός 31  καὶ ἐπισκέψομαι ἐπ᾿ αὐτὸν καὶ ἐπὶ τὸ γένος αὐτοῦ καὶ ἐπὶ τοὺς παῖδας αὐτοῦ καὶ ἐπάξω ἐπ᾿ αὐτοὺς καὶ ἐπὶ τοὺς κατοικοῦντας Ἱερουσαλὴμ καὶ ἐπὶ γῆν Ἰοῦδα πάντα τὰ κακά ἐλάλησα πρὸς αὐτοὺς καὶ οὐκ ἤκουσαν 32  καὶ ἔλαβεν Βαροὺχ χαρτίον ἕτερον καὶ ἔγραψεν ἐπ᾿ αὐτῷ ἀπὸ στόματος Ἱερεμίου ἅπαντας τοὺς λόγους τοῦ βιβλίου οὗ κατέκαυσεν Ίωακὶμ καὶ ἔτι προσετέθησαν αὐτῷ λόγοι πλείονες ὡς οὗτοι




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era