Car Repair Manuals

Jeremiah

Ἱερεμίας

Chapter 44

1  καὶ ἐβασίλευσεν Σεδεκίας υἱὸς Ἰωσία ἀντὶ Ίωακὶμ ὃν ἐβασίλευσεν Ναβουχοδονοσὸρ βασιλεύειν τοῦ Ἰοῦδα 2  καὶ οὐκ ἤκουσεν αὐτὸς καὶ οἱ παῖδες αὐτοῦ καὶ λαὸς τῆς γῆς τοὺς λόγους κυρίου οὓς ἐλάλησεν ἐν χειρὶ Ἱερεμίου 3  καὶ ἀπέστειλεν βασιλεὺς Σεδεκίας τὸν Ἰωαχαλ υἱὸν Σελεμιου καὶ τὸν Σοφονίαν υἱὸν Μαασαιου τὸν ἱερέα πρὸς Ἰερεμιαν λέγων πρόσευξαι δὴ περὶ ἡμῶν πρὸς κύριον 4  καὶ Ἱερεμίας ἦλθεν καὶ διῆλθεν διὰ μέσου τῆς πόλεως καὶ οὐκ ἔδωκαν αὐτὸν εἰς οἶκον τῆς φυλακῆς 5  καὶ δύναμις Φαραὼ ἐξῆλθεν ἐξ Αἰγύπτου καὶ ἤκουσαν οἱ Χαλδαῖοι τὴν ἀκοὴν αὐτῶν καὶ ἀνέβησαν ἀπὸ Ἱερουσαλὴμ 6  καὶ ἐγένετο λόγος κυρίου πρὸς Ἰερεμιαν λέγων 7  οὕτως εἶπεν κύριος οὕτως ἐρεῖς πρὸς βασιλέα Ἰοῦδα τὸν ἀποστείλαντα πρὸς σὲ τοῦ ἐκζητῆσαί με ἰδοὺ δύναμις Φαραὼ ἐξελθοῦσα ὑμῖν εἰς βοήθειαν ἀποστρέψουσιν εἰς γῆν Αἰγύπτου 8  καὶ ἀναστρέψουσιν αὐτοὶ οἱ Χαλδαῖοι καὶ πολεμήσουσιν ἐπὶ τὴν πόλιν ταύτην καὶ συλλήμψονται αὐτὴν καὶ καύσουσιν αὐτὴν ἐν πυρί 9  ὅτι οὕτως εἶπεν κύριος μὴ ὑπολάβητε ταῖς ψυχαῖς ὑμῶν λέγοντες ἀποτρέχοντες ἀπελεύσονται Ἀφ᾿ ἡμῶν οἱ Χαλδαῖοι ὅτι οὐ μὴ ἀπέλθωσιν 10  καὶ ἐὰν πατάξητε πᾶσαν δύναμιν τῶν Χαλδαίων τοὺς πολεμοῦντας ὑμᾶς καὶ καταλειφθῶσίν τινες ἐκκεκεντημένοι ἕκαστος ἐν τῷ τόπῳ αὐτοῦ οὗτοι ἀναστήσονται καὶ καύσουσιν τὴν πόλιν ταύτην ἐν πυρί 11  καὶ ἐγένετο ὅτε ἀνέβη δύναμις τῶν Χαλδαίων ἀπὸ Ἱερουσαλὴμ ἀπὸ προσώπου τῆς δυνάμεως Φαραὼ 12  ἐξῆλθεν Ἱερεμίας ἀπὸ Ἱερουσαλὴμ τοῦ πορευθῆναι εἰς γῆν Βενιαμὶν τοῦ ἀγοράσαι ἐκεῖθεν ἐν μέσῳ τοῦ λαοῦ 13  καὶ ἐγένετο αὐτὸς ἐν πύλῃ Βενιαμὶν καὶ ἐκεῖ ἄνθρωπος παρ᾿ κατέλυεν Σαρουίας υἱὸς Σελεμιου υἱοῦ Ἀνανιου καὶ συνέλαβεν τὸν Ἰερεμιαν λέγων πρὸς τοὺς Χαλδαίους σὺ φεύγεις 14  καὶ εἶπεν ψεῦδος οὐκ εἰς τοὺς Χαλδαίους ἐγὼ φεύγω καὶ οὐκ ἤκουσεν αὐτοῦ καὶ συνέλαβεν Σαρουίας τὸν Ἰερεμιαν καὶ εἰσήγαγεν αὐτὸν πρὸς τοὺς ἄρχοντας 15  καὶ ἐπικράνθησαν οἱ ἄρχοντες ἐπὶ Ἰερεμιαν καὶ ἐπάταξαν αὐτὸν καὶ ἀπέστειλαν αὐτὸν εἰς τὴν οἰκίαν Ἰωνάθαν τοῦ γραμματέως ὅτι ταύτην ἐποίησαν εἰς οἰκίαν φυλακῆς 16  καὶ ἦλθεν Ἱερεμίας εἰς οἰκίαν τοῦ λάκκου καὶ εἰς τὴν χερεθ καὶ ἐκάθισεν ἐκεῖ ἡμέρας πολλάς 17  καὶ ἀπέστειλεν Σεδεκίας καὶ ἐκάλεσεν αὐτόν καὶ ἠρώτα αὐτὸν βασιλεὺς κρυφαίως εἰπεῖν εἰ ἔστιν λόγος παρὰ κυρίου καὶ εἶπεν ἔστιν εἰς χεῖρας βασιλέως βαβυλῶνος παραδοθήσῃ 18  καὶ εἶπεν Ἱερεμίας τῷ βασιλεῖ τί ἠδίκησά σὲ καὶ τοὺς παῖδάς σου καὶ τὸν λαὸν τοῦτον ὅτι σὺ δίδως με εἰς οἰκίαν φυλακῆς 19  καὶ ποῦ εἰσιν οἱ προφῆται ὑμῶν οἱ προφητεύσαντες ὑμῖν λέγοντες ὅτι οὐ μὴ ἔλθῃ βασιλεὺς βαβυλῶνος ἐπὶ τὴν γῆν ταύτην 20  καὶ νῦν κύριε βασιλεῦ πεσέτω τὸ ἔλεός μου κατὰ πρόσωπόν σου καὶ τί ἀποστρέφεις με εἰς οἰκίαν Ἰωνάθαν τοῦ γραμματέως καὶ οὐ μὴ ἀποθάνω ἐκεῖ 21  καὶ συνέταξεν βασιλεὺς καὶ ἐνεβάλοσαν αὐτὸν εἰς οἰκίαν τῆς φυλακῆς καὶ ἐδίδοσαν αὐτῷ ἄρτον ἕνα τῆς ἡμέρας ἔξωθεν οὗ πέσσουσιν ἕως ἐξέλιπον οἱ ἄρτοι ἐκ τῆς πόλεως καὶ ἐκάθισεν Ἱερεμίας ἐν τῇ αὐλῇ τῆς φυλακῆς




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era