1 καὶ ἐγένετο ἡνίκα ᾠκοδομήθη τὸ τεῖχος, καὶ ἔστησα τὰς θύρας, καὶ ἐπεσκέπησαν οἱ πυλωροὶ καὶ οἱ ᾄδοντες καὶ οἱ Λευῖται. 2 καὶ ἐνετειλάμην τῷ Ἁνανιὰ ἀδελφῷ μου καὶ τῷ Ἁνανιὰ ἄρχοντι τῆς βιρὰ ἐν Ἱερουσαλήμ, ὅτι αὐτὸς ὡς ἀνὴρ ἀληθὴς καὶ φοβούμενος τὸν θεὸν παρὰ πολλούς, 3 καὶ εἶπα αὐτοῖς Οὐκ ἀνοιγήσονται πύλαι Ἱερουσαλὴμ ἕως ἅμα τῷ ἡλίῳ, καὶ ἔτι αὐτῶν γρηγορούντων κλειέσθωσαν αἱ θύραι καὶ σφηνούσθωσαν· καὶ στῆσον προφύλακας οἰκούντων ἐν Ἱερουσαλήμ, ἀνὴρ ἐν προφυλακῇ αὐτοῦ καὶ ἀνὴρ ἀπέναντι οἰκίας αὐτοῦ.
4 Καὶ ἡ πόλις πλατεῖα καὶ μεγάλη, καὶ ὁ λαὸς ὀλίγος ἐν αὐτῇ, καὶ οὐκ ἦσαν οἰκίαι ᾠκοδομημέναι. 5 καὶ ἔδωκεν ὁ θεὸς εἰς τὴν καρδίαν μου καὶ συνῆξα τοὺς ἐντίμους καὶ τοὺς ἄρχοντας καὶ τὸν λαὸν εἰς συνοδίας· καὶ εὗρον βιβλίον τῆς συνοδίας, οἳ ἀνέβησαν ἐν πρώτοις, καὶ εὗρον γεγραμμένον ἐν αὐτῷ
6 Καὶ οὗτοι υἱοὶ τῆς χώρας οἱ ἀναβάντες ἀπὸ αἰχμαλωσίας τῆς ἀποικίας, ἧς ἀπῴκισεν Ναβουχοδονοσὸρ βασιλεὺς βαβυλῶνος καὶ ἐπέστρεψαν εἰς Ἱερουσαλὴμ καὶ εἰς Ἰοῦδα ἀνὴρ εἰς τὴν πόλιν αὐτοῦ 7 μετὰ Ζοροβάβελ καὶ Ἰησοῦ καὶ Νεεμία, Ἀζαρία, Δαεμία, Ναεμανί, Μαρδοχαιός, Βαλσάν, Μασφαράθ, Ἔσδρά, Βαγοί, Ναούμ, Βαανά, Μασφάρ. ἄνδρες λαοῦ Ἰσραήλ·
8 υἱοὶ Φορὸς δισχίλιοι ἑκατὸν ἑβδομήκοντα δύο. 9 υἱοὶ Σαφατία τριακόσιοι ἑβδομήκοντα δύο. 10 υἱοὶ Ἠρὰ ἑξακόσιοι πεντήκοντα δύο. 11 υἱοὶ Φααθμωὰβ τοῖς υἱοῖς Ἰησοῦ καὶ Ἰωὰβ δισχίλιοι ὀκτακόσιοι δέκα ὀκτώ. 12 υἱοὶ Αἰλὰμ χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες. 13 υἱοὶ Ζαθουὰ ὀκτακόσιοι τεσσαράκοντα πέντε. 14 υἱοὶ Ζακχοὺ ἑπτακόσιοι ἑξήκοντα. 15 υἱοὶ Βανουὶ ἑξακόσιοι τεσσαράκοντα ὀκτώ. 16 υἱοὶ Βηβὶ ἑξακόσιοι εἴκοσι ὀκτώ. 17 υἱοὶ Ἀσγὰδ δισχίλιοι τριακόσιοι εἴκοσι δύο. 18 υἱοὶ Ἀδενικὰμ ἑξακόσιοι ἑξήκοντα ἑπτά. 19 υἱοὶ Βαγοὶ δισχίλιοι ἑξήκοντα ἑπτά. 20 υἱοὶ Ἠδὶν ἑξακόσιοι πεντήκοντα πέντε. 21 υἱοὶ Ἀτὴρ τῷ Ἐζεκία ἐνενήκοντα ὀκτώ. 22 υἱοὶ Ἠσὰμ τριακόσιοι εἴκοσι ὀκτώ. 23 υἱοὶ Βεσὶ τριακόσιοι εἴκοσι τέσσαρες. 24 υἱοὶ Ἀρὶφ ἑκατὸν δώδεκα. 25 υἱοὶ Γαβαὼν ἐνενήκοντα πέντε. 26 υἱοὶ Βαιθλεὲμ ἑκατὸν εἴκοσι τρεῖς. υἱοὶ Νετωφὰ πεντήκοντα ἕξ. 27 υἱοὶ Ἀναθὼθ ἑκατὸν εἴκοσι ὀκτώ. 28 ἄνδρες Βηθασμὼθ τεσσαράκοντα δύο. 29 ἄνδρες Καριαθιαρίμ, Καφιρὰ καὶ Βηρὼθ ἑπτακόσιοι τεσσαράκοντα τρεῖς. 30 ἄνδρες Ἀραμὰ καὶ Γαβαὰ ἑξακόσιοι εἴκοσι εἷς. 31 ἄνδρες Μαχεμὰς ἑκατὸν εἴκοσι δύο. 32 ἄνδρες Βηθὴλ καὶ Ἀιὰ ἑκατὸν εἴκοσι τρεῖς. 33 ἄνδρες Ναβι-αὰρ πεντήκοντα δύο. 34 ἄνδρες Ἠλαμ-αὰρ χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες. 35 υἱοὶ Ἠρὰμ τριακόσιοι εἴκοσι. 36 υἱοὶ Ἰεριχὼ τριακόσιοι τεσσαράκοντα πέντε. 37 υἱοὶ Λόδ, Ἀδὶδ καὶ Ὠνὼ ἑπτακόσιοι εἴκοσι εἷς. 38 υἱοὶ Σαναὰ τρισχίλιοι ἐννακόσιοι τριάκοντα. - 39 οἱ ἱερεῖς υἱοὶ Ἰωδαὲ εἰς οἶκον Ἰησοῦ ἐννακόσιοι ἑβδομήκοντα τρεῖς. 40 υἱοὶ Ἐμμὴρ χίλιοι πεντήκοντα δύο. 41 υἱοὶ Φασσοὺρ χίλιοι διακόσιοι τεσσαράκοντα ἑπτά. 42 υἱοὶ Ἠρὰμ χίλιοι δέκα ἑπτά. - 43 οἱ Λευῖται υἱοὶ Ἰησοῦ τῷ Καδμιὴλ τοῖς υἱοῖς τοῦ Οὐδουΐα ἑβδομήκοντα τέσσαρες. 44 οἱ ᾄδοντες· υἱοὶ Ἀσὰφ ἑκατὸν τεσσαράκοντα ὀκτώ. 45 οἱ πυλωροί· υἱοὶ Σαλούμ, υἱοὶ Ἀτήρ, υἱοὶ Τελμών, υἱοὶ Ἀκούβ, υἱοὶ Ἀτιτά, υἱοὶ Σαβί, ἑκατὸν τριάκοντα ὀκτώ. -
46 οἱ Ναθινίμ· υἱοὶ Σηά, υἱοὶ Ἀσιφά, υἱοὶ Ταβαώθ, 47 υἱοὶ Κιράς, υἱοὶ Σουιά, υἱοὶ Φαδών, 48 υἱοὶ Λαβανά, υἱοὶ Ἀγαβά, υἱοὶ Σαλαμί, 49 υἱοὶ Ἀνάν, υἱοὶ Γαδήλ, υἱοὶ Γαάρ, 50 υἱοὶ Ῥααιά, υἱοὶ Ῥασών, υἱοὶ Νεκωδά, 51 υἱοὶ Γηζάμ, υἱοὶ Ὀζί, υἱοὶ Φεσή, 52 υἱοὶ Βησί, υἱοὶ Μεϊνώμ, υἱοὶ Νεφωσασίμ, 53 υἱοὶ Βακβούκ, υἱοὶ Ἀχιφά, υἱοὶ Ἀρούρ, 54 υἱοὶ Βασαλώθ, υἱοὶ Meϊδά, υἱοὶ Ἀδασάν, 55 υἱοὶ Βαρκούς, υἱοὶ Σισάρα, υἱοὶ Θημά, 56 υἱοὶ Νισία, υἱοὶ Ἀτιφά, 57 υἱοὶ δούλων Σαλωμών· υἱοὶ Σουτί, υἱοὶ Σαφαράθ, υἱοὶ Φεριδά, 58 υἱοὶ Ἰεαλή, υἱοὶ Δορκών, υἱοὶ Γαδήλ, 59 υἱοὶ Σαφατία, υἱοὶ Ἐτήλ, υἱοὶ Φαχαράθ, υἱοὶ Σαβαΐμ, υἱοὶ Ἠμίμ. 60 πάντες οἱ Ναθινὶμ καὶ υἱοὶ δούλων Σαλωμὼν τριακόσιοι ἐνενήκοντα δύο. -
61 καὶ οὗτοι ἀνέβησαν ἀπὸ Θελμελέθ, Ἀρησά, Χαρούβ, Ἡρών, Ἰεμὴρ καὶ οὐκ ἠδυνάσθησαν ἀπαγγεῖλαι οἴκους πατριῶν αὐτῶν καὶ σπέρμα αὐτῶν εἰ ἀπὸ Ἰσραὴλ εἰσίν· 62 υἱοὶ Δαλαία, υἱοὶ Τωβία, υἱοὶ Νεκωδά, ἑξακόσιοι τεσσαράκοντα δύο.
63 καὶ ἀπὸ τῶν ἱερέων· υἱοὶ Ἐβία, υἱοὶ Ἀκώς, υἱοὶ Βερζελλί, ὅτι ἔλαβεν ἀπὸ θυγατέρων Βερζελλὶ τοῦ Γαλααδίτου γυναῖκας καὶ ἐκλήθη ἐπ᾿ ὀνόματι αὐτῶν· 64 οὗτοι ἐζήτησαν γραφὴν αὐτῶν τῆς συνοδίας, καὶ οὐχ εὑρέθη, καὶ ἠγχιστεύθησαν ἀπὸ τῆς ἱερατείας, 65 καὶ εἶπεν Ἀθερσαθὰ ἵνα μὴ φάγωσιν ἀπὸ τοῦ ἁγίου τῶν ἁγίων, ἕως ἀναστῇ ὁ ἱερεὺς φωτίσων. -
66 καὶ ἐγένετο πᾶσα ἡ ἐκκλησία ὡς εἷς, τέσσαρες μυριάδες δισχίλιοι τριακόσιοι ἑξήκοντα 67 πάρεξ δούλων αὐτῶν καὶ παιδισκῶν αὐτῶν, οὗτοι ἑπτακισχίλιοι τριακόσιοι τριάκοντα ἑπτά καὶ ᾄδοντες καὶ ᾄδουσαι διακόσιοι τεσσαράκοντα πέντε· 68 ἵπποι ἑπτακόσιοι τριάκοντα ἕξ, ἡμίονοι διακόσιοι τεσσαράκοντα πέντε, 69 κάμηλοι τετρακόσιοι τριάκοντα πέντε, ὄνοι ἑξακισχίλιοι ἑπτακόσιοι εἴκοσι. -
70 καὶ ἀπὸ μέρους ἀρχηγῶν τῶν πατριῶν ἔδωκαν εἰς τὸ ἔργον τῷ Νεεμία εἰς θησαυρὸν χρυσοῦς χιλίους, φιάλας πεντήκοντα καὶ χοθωνωθ τῶν ἱερέων τριάκοντα. 71 καὶ ἀπὸ ἀρχηγῶν τῶν πατριῶν ἔδωκαν εἰς θησαυρὸν τοῦ ἔργου χρυσίου δύο μυριάδας καὶ ἀργυρίου μνᾶς δισχιλίας διακοσίας, 72 καὶ ἔδωκαν οἱ κατάλοιποι τοῦ λαοῦ χρυσίου δύο μυριάδας καὶ ἀργυρίου μνᾶς δισχιλίας διακοσίας καὶ χοθωνωθ τῶν ἱερέων ἑξήκοντα ἑπτά. -
73 καὶ ἐκάθισαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ πυλωροὶ καὶ οἱ ᾄδοντες καὶ οἱ ἀπὸ τοῦ λαοῦ καὶ οἱ Ναθινὶμ καὶ πᾶς Ἰσραὴλ ἐν πόλεσιν αὐτῶν.
Καὶ ἔφθασεν ὁ μὴν ὁ ἕβδομος - καὶ οἱ υἱοὶ Ἰσραὴλ ἐν πόλεσιν αὐτῶν -