Car Repair Manuals

Nehemiah

Νεεμίας

Chapter 11

1 Καὶ ἐκάθισαν οἱ ἄρχοντες τοῦ λαοῦ ἐν Ἱερουσαλήμ, καὶ οἱ κατάλοιποι τοῦ λαοῦ ἐβάλοσαν κλήρους ἐγκαινίοις ἕνα ἀπὸ τῶν δέκα καθίσαι ἐν Ἱερουσαλὴμ πόλει τῇ ἁγίᾳ καὶ ἐννέα μέρη ἐν ταῖς πόλεσιν. 2 καὶ εὐλόγησεν λαὸς τοὺς πάντας ἄνδρας τοὺς ἑκουσιαζομένους καθίσαι ἐν Ἱερουσαλήμ.

3 Καὶ οὗτοι οἱ ἄρχοντες τῆς χώρας, οἳ ἐκάθισαν ἐν Ἱερουσαλήμ· καὶ ἐν πόλεσιν Ἰοῦδα ἐκάθισαν ἀνὴρ ἐν κατασχέσει αὐτοῦ ἐν πόλεσιν αὐτῶν, Ἰσραήλ, οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ Ναθιναῖοι καὶ οἱ υἱοὶ δούλων Σαλωμών· 4 καὶ ἐν Ἱερουσαλὴμ ἐκάθισαν ἀπὸ υἱῶν Ἰοῦδα καὶ ἀπὸ υἱῶν Βενιαμίν. - ἀπὸ υἱῶν Ἰοῦδα· Ἀθαιὰ υἱὸς Ἀζαιὰ υἱὸς Ζαχαρία υἱὸς Ἀμαρία υἱὸς Σαφατία υἱὸς Μαλελὴλ καὶ ἀπὸ υἱῶν Φαρές. 5 καὶ Μαασία υἱὸς Βαροὺχ υἱὸς Χαλαζὰ υἱὸς Οζιὰ υἱὸς Ἀδαιὰ υἱὸς Ἰωρὶβ υἱὸς Θηζὶα υἱὸς τοῦ Σηλωνί. 6 πάντες υἱοὶ Φαρὲς οἱ καθήμενοι ἐν Ἱερουσαλὴμ τετρακόσιοι ἑξήκοντα ὀκτὼ ἄνδρες δυνάμεως. - 7 καὶ οὗτοι υἱοὶ Βενιαμίν· Σηλὼ υἱὸς Μεσουλὰμ υἱὸς Ἰωὰδ υἱὸς Φαδαιὰ υἱὸς Κωλία υἱὸς Μασαία υἱὸς Αἰθιὴλ υἱὸς Ἰεσία· 8 καὶ ὀπίσω αὐτοῦ Γηβί, Σηλί, ἐννακόσιοι εἴκοσι ὀκτώ. 9 καὶ Ἰωὴλ υἱὸς Ζεχρὶ ἐπίσκοπος ἐπ᾿ αὐτούς, καὶ Ἰούδας υἱὸς Ἀσανὰ ἐπὶ τῆς πόλεως δεύτερος. - 10 ἀπὸ τῶν ἱερέων· καὶ Ἰαδία υἱὸς Ἰωρίβ, Ἰαχίν, 11 Σαραιὰ υἱὸς Ἐλκία υἱὸς Μεσουλὰμ υἱὸς Σαδδοὺκ υἱὸς Μαριὼθ υἱὸς Ἀῒτωβ ἀπέναντι οἴκου τοῦ θεοῦ. 12 καὶ ἀδελφοὶ αὐτῶν ποιοῦντες τὸ ἔργον τοῦ οἴκου· Ἀμασὶ υἱὸς Ζαχαρία υἱὸς Φασσοὺρ υἱὸς Μελχία, 13 ἄρχοντες πατριῶν διακόσιοι τεσσαράκοντα δύο. καὶ Ἀμεσσαὶ υἱὸς Ἐσδριήλ, 14 καὶ ἀδελφοὶ αὐτοῦ δυνατοὶ παρατάξεως ἑκατὸν εἴκοσι ὀκτώ, καὶ ἐπίσκοπος ἐπ᾿ αὐτῶν Βαδιὴλ. - 15 καὶ ἀπὸ τῶν Λευιτῶν Σαμαία υἱὸς Ἀσοὺβ υἱὸς Ἐζρὶ 16, 17 καὶ Μαθανία υἱὸς Μιχὰ καὶ Ὠβὴδ υἱὸς Σαμουί, 18 διακόσιοι ὀγδοήκοντα τέσσαρες. 19 καὶ οἱ πυλωροὶ Ἀκούβ, Τελαμίν, καὶ οἱ ἀδελφοὶ αὐτῶν ἑκατὸν ἑβδομήκοντα δύο. 20, 21, 22 καὶ ἐπίσκοπος Λευιτῶν υἱὸς Βανί, Ὀζὶ υἱὸς Ἀσαβία υἱὸς Μιχά. ἀπὸ υἱῶν Ἀσὰφ τῶν ᾀδόντων ἀπέναντι ἔργου οἴκου τοῦ θεοῦ· 23 ὅτι ἐντολὴ τοῦ βασιλέως ἐπ᾿ αὐτούς. 24 καὶ Παθαιὰ υἱὸς Βασηζὰ πρὸς χεῖρα τοῦ βασιλέως εἰς πᾶν ῥῆμα τῷ λαῷ. - 25 καὶ πρὸς τὰς ἐπαύλεις ἐν ἀγρῷ αὐτῶν. καὶ ἀπὸ υἱῶν Ἰοῦδα ἐκάθισαν ἐν Καριαθαρβὸκ 26 καὶ ἐν Ἰησοῦ 27 καὶ ἐν Βεηρσαβεέ, 28, 29, 30 καὶ ἐπαύλεις αὐτῶν, Λαχὶς καὶ ἀγροὶ αὐτῆς· καὶ παρενεβάλοσαν ἐν Βεηρσαβεέ. 31 καὶ οἱ υἱοὶ Βενιαμὶν ἀπὸ Γαβά, Μαχαμάς. 32, 33, 34, 35, 36 καὶ ἀπὸ τῶν Λευιτῶν μερίδες Ἰοῦδα τῷ Βενιαμίν.




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era