1 Καὶ ἐγένετο ἐν μηνὶ Νισὰν ἔτους εἰκοστοῦ Ἀρθασασθὰ βασιλεῖ καὶ ἦν ὁ οἶνος ἐνώπιον ἐμοῦ, καὶ ἔλαβον τὸν οἶνον καὶ ἔδωκα τῷ βασιλεῖ, καὶ οὐκ ἦν ἕτερος ἐνώπιον αὐτοῦ·
2 καὶ εἶπέν μοι ὁ βασιλεύς Διὰ τί τὸ πρόσωπόν σου πονηρὸν καὶ οὐκ εἶ μετριάζων; οὐκ ἔστιν τοῦτο εἰ μὴ πονηρία καρδίας. καὶ ἐφοβήθην πολὺ σφόδρα. 3 καὶ εἶπα τῷ βασιλεῖ Ὁ βασιλεὺς εἰς τὸν αἰῶνα ζήτω· διὰ τί οὐ μὴ γένηται πονηρὸν τὸ πρόσωπόν μου, διότι ἡ πόλις οἶκος μνημείων πατέρων μου ἠρημώθη καὶ αἱ πύλαι αὐτῆς κατεβρώθησαν ἐν πυρί; 4 καὶ εἶπέν μοι ὁ βασιλεύς Περὶ τίνος τοῦτο σὺ ζητεῖς; καὶ προσηυξάμην πρὸς τὸν θεὸν τοῦ οὐρανοῦ 5 καὶ εἶπα τῷ βασιλεῖ Εἰ ἐπὶ τὸν βασιλέα ἀγαθόν, καὶ εἰ ἀγαθυνθήσεται ὁ παῖς σου ἐνώπιόν σου ὥστε πέμψαι αὐτὸν εἰς Ἰοῦδα εἰς πόλιν μνημείων πατέρων μου, καὶ ἀνοικοδομήσω αὐτήν.
6 καὶ εἶπέν μοι ὁ βασιλεὺς καὶ ἡ παλλακὴ ἡ καθημένη ἐχόμενα αὐτοῦ Ἕως πότε ἔσται ἡ πορεία σου καὶ πότε ἐπιστρέψεις; καὶ ἠγαθύνθη ἐνώπιον τοῦ βασιλέως, καὶ ἀπέστειλέν με, καὶ ἔδωκα αὐτῷ ὅρον. 7 καὶ εἶπα τῷ βασιλεῖ Εἰ ἐπὶ τὸν βασιλέα ἀγαθόν, δότω μοι ἐπιστολὰς πρὸς τοὺς ἐπάρχους πέραν τοῦ ποταμοῦ ὥστε παραγαγεῖν με, ἕως ἔλθω ἐπὶ Ιούδαν, 8 καὶ ἐπιστολὴν ἐπὶ Ἀσὰφ φύλακα τοῦ παραδείσου, ὅς ἐστιν τῷ βασιλεῖ, ὥστε δοῦναί μοι ξύλα στεγάσαι τὰς πύλας καὶ εἰς τὸ τεῖχος τῆς πόλεως καὶ εἰς οἶκον, ὃν εἰσελεύσομαι εἰς αὐτόν. καὶ ἔδωκέν μοι ὁ βασιλεὺς ὡς χεὶρ θεοῦ ἡ ἀγαθή.
9 καὶ ἦλθον πρὸς τοὺς ἐπάρχους πέραν τοῦ ποταμοῦ καὶ ἔδωκα αὐτοῖς τὰς ἐπιστολὰς τοῦ βασιλέως, καὶ ἀπέστειλεν μετ᾿ ἐμοῦ ὁ βασιλεὺς ἀρχηγοὺς δυνάμεως καὶ ἱππεῖς. - 10 καὶ ἤκουσεν Σαναβαλλὰτ ὁ Ἀρωνὶ καὶ Τωβία ὁ δοῦλος ὁ Ἀμμωνί, καὶ πονηρὸν αὐτοῖς ἐγένετο ὅτι ἥκει ἄνθρωπος ζητῆσαι ἀγαθὸν τοῖς υἱοῖς Ἰσραήλ.
11 καὶ ἦλθον εἰς Ἱερουσαλὴμ καὶ ἤμην ἐκεῖ ἡμέρας τρεῖς. 12 καὶ ἀνέστην νυκτὸς ἐγὼ καὶ ἄνδρες ὀλίγοι μετ᾿ ἐμοῦ· καὶ οὐκ ἀπήγγειλα ἀνθρώπῳ τί ὁ θεὸς δίδωσιν εἰς καρδίαν μου τοῦ ποιῆσαι μετὰ τοῦ Ἰσραήλ, καὶ κτῆνος οὐκ ἔστιν μετ᾿ ἐμοῦ εἰ μὴ τὸ κτῆνος, ᾧ ἐγὼ ἐπάρχους ἐπ᾿ αὐτῷ. 13 καὶ ἐξῆλθον ἐν πύλῃ τοῦ γωληλὰ καὶ πρὸς στόμα πηγῆς τῶν συκῶν καὶ εἰς πύλην τῆς κοπρίας καὶ ἤμην συντρίβων ἐν τῷ τείχει Ἱερουσαλήμ, ὃ αὐτοὶ καθαιροῦσιν καὶ πύλαι αὐτῆς κατεβρώθησαν πυρί. 14 καὶ παρῆλθον ἐπὶ πύλην τοῦ αΐν, καὶ εἰς κολυμβήθραν τοῦ βασιλέως, καὶ οὐκ ἦν τόπος τῷ κτήνει παρελθεῖν ὑποκάτω μου. 15 καὶ ἤμην ἀναβαίνων ἐν τῷ τείχει. χειμάρρου νυκτὸς καὶ ἤμην συντρίβων ἐν τῷ τείχει καὶ ἤμην ἐν πύλῃ τῆς φάραγγος καὶ ἐπέστρεψα.
16 καὶ οἱ φυλάσσοντες οὐκ ἔγνωσαν τί ἐπορεύθην καὶ τί ἐγὼ ποιῶ, καὶ τοῖς Ἰουδαίοις καὶ τοῖς ἱερεῦσιν καὶ τοῖς ἐντίμοις καὶ τοῖς στρατηγοῖς καὶ τοῖς καταλοίποις τοῖς ποιοῦσιν τὰ ἔργα ἕως τότε οὐκ ἀπήγγειλα. 17 καὶ εἶπα πρὸς αὐτούς Ὑμεῖς βλέπετε τὴν πονηρίαν, ἐν ᾗ ἐσμεν ἐν αὐτῇ, πῶς Ἱερουσαλὴμ ἔρημος καὶ αἱ πύλαι αὐτῆς ἐδόθησαν πυρί· δεῦτε καὶ διοικοδομήσωμεν τὸ τεῖχος Ἱερουσαλὴμ καὶ οὐκ ἐσόμεθα ἔτι ὄνειδος. 18 καὶ ἀπήγγειλα αὐτοῖς τὴν χεῖρα τοῦ θεοῦ, ἥ ἐστιν ἀγαθὴ ἐπ᾿ ἐμέ, καὶ τοὺς λόγους τοῦ βασιλέως, οὓς εἶπέν μοι, καὶ εἶπα Ἀναστῶμεν καὶ οἰκοδομήσωμεν. καὶ ἐκραταιώθησαν αἱ χεῖρες αὐτῶν εἰς ἀγαθόν. -
19 καὶ ἤκουσεν Σαναβαλλὰτ ὁ Ἀρωνὶ καὶ Τωβία ὁ δοῦλος ὁ Ἀμμωνὶ καὶ Γησὰμ ὁ Ἀραβὶ καὶ ἐξεγέλασαν ἡμᾶς καὶ ἦλθον ἐφ᾿ ἡμᾶς καὶ εἶπαν Τί τὸ ῥῆμα τοῦτο, ὃ ὑμεῖς ποιεῖτε; ἦ ἐπὶ τὸν βασιλέα ὑμεῖς ἀποστατεῖτε; 20 καὶ ἐπέστρεψα αὐτοῖς λόγον καὶ εἶπα αὐτοῖς Ὁ θεὸς τοῦ οὐρανοῦ αὐτὸς εὐοδώσει ἡμῖν, καὶ ἡμεῖς δοῦλοι αὐτοῦ καθαροί, καὶ οἰκοδομήσομεν· καὶ ὑμῖν οὐκ ἔστιν μερὶς καὶ δικαιοσύνη καὶ μνημόσυνον ἐν Ἱερουσαλήμ.