Car Repair Manuals

Nehemiah

Νεεμίας

Chapter 10

1 καὶ ἐν πᾶσι τούτοις ἡμεῖς διατιθέμεθα πίστιν καὶ γράφομεν, καὶ ἐπισφραγίζουσιν πάντες ἄρχοντες ἡμῶν, Λευῖται ἡμῶν ἱερεῖς ἡμῶν.

2 καὶ ἐπὶ τῶν σφραγιζόντων Νεεμίας υἱὸς Ἀχαλία καὶ Σεδεκίας. 3 υἱὸς Σαραιὰ καὶ Ἀζαρία καὶ Ἰερμία, 4 Φασούρ, Ἀμαρία, Μελχία, 5 Ἀτούς, Σεβανί, Μαλούχ, 6 Ἰράμ, Μεραμώθ, Άβδία, 7 Δανιήλ, Γαναθών, Βαρούχ, 8 Μεσουλάμ, Ἀβιά, Μιαμίν, 9 Μααζία, Βελγαί, Σαμαία, οὗτοι ἱερεῖς· 10 καὶ οἱ Λευῖται Ἰησοῦς υἱὸς Ἀζανία, Βαναιοὺ ἀπὸ υἱῶν Ἠναδάδ, Καδμιήλ, 11 καὶ οἱ ἀδελφοὶ αὐτοῦ, Σαβανία, Ὠδουία Καλιτά, Φελεϊά, Ἀνάν, 12 Μιχά, Ῥοώβ, Ἐσεβιάς, 13 Ζαχώρ, Σαραβία, Σεβανία, 14 Ὠδουία, υἱοὶ Βανουναί· 15 ἄρχοντες τοῦ λαοῦ Φορός, Φααθμωάβ, Ἠλάμ, Ζαθουία, υἱοὶ 16 Βανί, Ἀσγάδ, Βηβαί, 17 Ἐδανία, Βαγοί, Ἠδίν, 18 Ἀτήρ, Ἐζεκία, Ἀζούρ, 19 Ὁδουία, Ἠσάμ, Βησί, 20 Ἀρίφ, Ἀναθώθ, Νωβαί, 21 Μαγαφής, Μεσουλάμ, Ἠζίρ, 22 Μεσωζεβήλ, Σαδδούκ, Ἰεδδουά, 23 Φαλτία, Ἀνάν, Ἀναιά, 24 Ὠσηέ, Ἁνανιά, Ἀσούβ, 25 Ἀλωής, Φαλαΐ, Σωβήκ, 26 Ῥαούμ, Ἐσαβανά, Μαασαιά 27 καὶ Ἀΐα, Αἰνάν, Ἠνάν, 28 Μαλούχ, Ἠράμ, Βαανά. 29 καὶ οἱ κατάλοιποι τοῦ λαοῦ, οἱ ἱερεῖς, οἱ Λευῖται, οἱ πυλωροί, οἱ ᾄδοντες, οἱ Ναθινὶμ καὶ πᾶς προσπορευόμενος ἀπὸ λαῶν τῆς γῆς πρὸς νόμον τοῦ θεοῦ, γυναῖκες αὐτῶν, υἱοὶ αὐτῶν, θυγατέρες αὐτῶν, πᾶς εἰδὼς καὶ συνίων, 30 ἐνίσχυον ἐπὶ τοὺς ἀδελφοὺς αὐτῶν, κατηράσαντο αὐτοὺς καὶ εἰσήλθοσαν ἐν ἀρᾷ καὶ ἐν ὅρκῳ τοῦ πορπορεύεσθαι ἐν νόμῳ τοῦ θεοῦ, ὃς ἐδόθη ἐν χειρὶ Μωυσῆ δούλου τοῦ θεοῦ, καὶ φυλάσσεσθαι καὶ ποιεῖν πάσας τὰς ἐντολὰς κυρίου ἡμῶν καὶ κρίματα αὐτοῦ 31 καὶ τοῦ μὴ δοῦναι θυγατέρας ἡμῶν τοῖς λαοῖς τῆς γῆς, καὶ τὰς θυγατέρας αὐτῶν οὐ λημψόμεθα τοῖς υἱοῖς ἡμῶν. 32 καὶ λαοὶ τῆς γῆς οἱ φέροντες τοὺς ἀγορασμοὺς καὶ πᾶσαν πρᾶσιν ἐν ἡμέρᾳ τοῦ σαββάτου ἀποδόσθαι, οὐκ ἀγορῶμεν παρ᾿ αὐτῶν ἐν σαββάτῳ καὶ ἐν ἡμέρᾳ ἁγίᾳ. καὶ ἀνήσομεν τὸ ἔτος τὸ ἕβδομον καὶ ἀπαίτησιν πάσης χειρός. 33 καὶ στήσομεν ἐφ᾿ ἡμᾶς ἐντολὰς δοῦναι ἐφ᾿ ἡμᾶς τρίτον τοῦ διδράχμου κατ᾿ ἐνιαυτὸν εἰς δουλείαν οἴκου θεοῦ ἡμῶν 34 εἰς ἄρτους τοῦ προσώπου καὶ θυσίαν τοῦ ἐνδελεχισμοῦ καὶ εἰς ὁλοκαύτωμα τοῦ ἐνδελεχισμοῦ τῶν σαββάτων, τῶν νουμηνιῶν, εἰς τὰς ἑορτὰς καὶ εἰς τὰ ἅγια, καὶ τὰ περὶ ἁμαρτίας ἐξιλάσασθαι περὶ Ἰσραὴλ καὶ εἰς ἔργα οἴκου θεοῦ ἡμῶν. 35 καὶ κλήρους ἐβάλομεν περὶ κλήρου ξυλοφορίας, οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ λαός, ἐγκαινίοις εἰς οἶκον θεοῦ ἡμῶν εἰς οἶκον πατριῶν ἡμῶν εἰς καιροὺς ἀπὸ χρόνων ἐνιαυτὸν, κατ᾿ ἐνιαυτόν ἐκκαῦσαι ἐπὶ τὸ θυσιαστήριον κυρίου θεοῦ ἡμῶν, ὡς γέγραπται ἐν τῷ νόμῳ. 36 καὶ ἐγκαινίοις τὰ πρωτογενήματα τῆς γῆς ἡμῶν καὶ πρωτογενήματα καρποῦ παντὸς ξύλου ἐνιαυτὸν κατ᾿ ἐνιαυτὸν εἰς οἶκον κυρίου. 37 καὶ τὰ πρωτότοκα υἱῶν ἡμῶν καὶ κτηνῶν ἡμῶν, ὡς γέγραπται ἐν τῷ νόμῳ, καὶ τὰ πρωτότοκα βοῶν ἡμῶν καὶ ποιμνίων ἡμῶν ἐγκαινίοις εἰς οἶκον θεοῦ ἡμῶν τοῖς ἱερεῦσιν τοῖς λειτουργοῦσιν ἐν οἴκῳ θεοῦ ἡμῶν. 38 καὶ τὴν ἀπαρχὴν σίτων ἡμῶν καὶ τὸν καρπὸν παντὸς ξύλου, οἴνου καὶ ἐλαίου οἴσομεν τοῖς ἱερεῦσιν εἰς γαζοφυλάκιον οἴκου τοῦ θεοῦ· καὶ δεκάτην γῆς ἡμῶν τοῖς Λευίταις καὶ αὐτοὶ οἱ Λευῖται δεκατοῦντες ἐν πάσαις πόλεσιν δουλείας ἡμῶν, 39 καὶ ἔσται ἱερεὺς υἱὸς Ἀαρὼν μετὰ τοῦ Λευίτου ἐν τῇ δεκάτῃ τοῦ Λευίτου, καὶ οἱ Λευῖται ἀνοίσουσιν τὴν δεκάτην τῆς δεκάτης εἰς οἶκον θεοῦ ἡμῶν εἰς τὰ γαζοφυλάκια εἰς οἶκον τοῦ θεοῦ. 40 ὅτι εἰς τοὺς θησαυροὺς εἰσοίσουσιν οἱ υἱοὶ Ἰσραὴλ καὶ οἱ υἱοὶ τοῦ Λευὶ τὰς ἀπαρχὰς τοῦ σίτου καὶ τοῦ οἴνου καὶ τοῦ ἐλαίου, καὶ ἐκεῖ σκεύη τὰ ἅγια καὶ οἱ ἱερεῖς οἱ λειτουργοὶ καὶ οἱ πυλωροὶ καὶ οἱ ᾄδοντες. καὶ οὐκ ἐγκαταλείψομεν τὸν οἶκον τοῦ θεοῦ ἡμῶν.




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era