Car Repair Manuals

Judges
Codex Alexandrinus

Κριταὶ (Ἀλεξανδρινὸς Κῶδιξ)

Chapter 9

1 Καὶ ἐπορεύθη Ἀβιμέλεχ υἱὸς Ἱεροβάαλ εἰς Σίκιμα πρὸς τοὺς ἀδελφοὺς τῆς μητρὸς αὐτοῦ καὶ ἐλάλησεν πρὸς αὐτοὺς καὶ πρὸς πᾶσαν τὴν συγγένειαν τοῦ οἴκου τῆς μητρὸς αὐτοῦ λέγων 2 Λαλήσατε δὴ ἐν ὠσὶν τῶν ἀνδρῶν Σικίμων Ποῖον βέλτιόν ἐστιν, τὸ ἄρχειν ὑμῶν ἑβδομήκοντα ἄνδρας, πάντας υἱοὺς Ἱεροβάαλ, κυριεύειν ὑμῶν ἄνδρα ἕνα; καὶ μνήσθητε ὅτι σὰρξ ὑμῶν καὶ ὀστοῦν ὑμῶν ἐγώ εἰμι. 3 καὶ ἐλάλησαν περὶ αὐτοῦ οἱ ἀδελφοὶ τῆς μητρὸς αὐτοῦ ἐν τοῖς ὠσὶν πάντων τῶν ἀνδρῶν Σικίμων πάντας τοὺς λόγους τούτους, καὶ ἔκλινεν καρδία αὐτῶν ὀπίσω Ἀβιμέλεχ ὅτι εἶπαν Ἀδελφὸς ἡμῶν ἐστιν. 4 καὶ ἔδωκαν αὐτῷ ἑβδομήκοντα ἀργυρίου ἐκ τοῦ οἴκου Βάαλ διαθήκης, καὶ ἐμισθώσατο ἐν αὐτοῖς Ἀβιμέλεχ ἄνδρας κενοὺς καὶ θαμβουμένους, καὶ πορἐπορεύθησαν ὀπίσω αὐτοῦ. 5 καὶ εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ εἰς Ἐφραθᾶ καὶ ἀπέκτεινεν τοὺς ἀδελφοὺς αὐτοῦ υἱοὺς Ἱεροβάαλ ἑβδομήκοντα ἄνδρας ἐπὶ λίθον ἕνα· καὶ ἀπελείφθη Ἰωάθαμ υἱὸς Ἱεροβάαλ νεώτερος, ὅτι ἐκρύβη. 6 Καὶ συνήχθησαν πάντες οἱ ἄνδρες Σικίμων καὶ πᾶς οἶκος Μααλλὼν καὶ πορἐπορεύθησαν καὶ ἐβασίλευσαν τὸν Ἀβιμέλεχ εἰς βασιλέα πρὸς τῇ βαλάνῳ τῆς στάσεως ἐν Σικίμοις.

7 καὶ ἀνήγγειλαν τῷ Ἰωάθαμ, καὶ ἐπορεύθη καὶ ἔστη ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους Γαριζὶν καὶ ἐπῆρεν τὴν φωνὴν αὐτοῦ καὶ ἐκάλεσεν καὶ εἶπεν αὐτοῖς Ἀκούσατέ μου, ἄνδρες Σικίμων, καὶ ἀκούσαι ὑμῶν θεός. 8 πορπορευόμενα πορἐπορεύθησαν τὰ ξύλα τοῦ χρῖσαι ἑαυτοῖς βασιλέα καὶ εἶπον τῇ ἐλαίᾳ Βασίλευσον ἐφ᾿ ἡμῶν. 9 καὶ εἶπεν αὐτοῖς ἐλαία Ἀφεῖσα τὴν πιότητά μου, ἣν ἐν ἐμοὶ ἐδόξασεν θεὸς καὶ ἄνθρωποι, πορπορευθῶ ἄρχειν τῶν ξύλων; 10 καὶ εἶπαν τὰ ξύλα τῇ συκῇ Δεῦρο βασίλευσον ἐφ᾿ ἡμῶν. 11 καὶ εἶπεν αὐτοῖς συκῆ Ἀφεῖσα τὴν γλυκύτητά μου καὶ τὸ γένημά μου τὸ ἀγαθὸν πορπορευθῶ ἄρχειν ἐπὶ ξύλων; 12 καὶ εἶπαν τὰ ξύλα τῇ ἀμπέλῳ Δεῦρο βασίλευσον ἐφ᾿ ἡμῶν. 13 καὶ εἶπεν αὐτοῖς ἄμπελος Ἀφεῖσα τὸν οἶνόν μου, τὴν εὐφροσύνην τὴν παρὰ τοῦ θεοῦ τῶν ἀνθρώπων, πορπορευθῶ ἄρχειν ξύλων; 14 καὶ εἶπαν τὰ ξύλα πρὸς τὴν ῥάμνον Δεῦρο σὺ βασίλευσον ἐφ᾿ ἡμῶν. 15 καὶ εἶπεν ῥάμνος πρὸς τὰ ξύλα Εἰ ἐν ἀληθείᾳ ὑμεῖς χρίετέ με εἰς βασιλέα ἐφ᾿, δεῦτε πεποίθατε ἐν τῇ σκέπῃ μου· καὶ εἰ μή, ἐξέλθοι πῦρ ἐκ τῆς ῥάμνου καὶ καταφάγοι τὰς κέδρους τοῦ Λιβάνου.

16 καὶ νῦν εἰ ἐν ἀληθείᾳ καὶ ἐν τελειότητι ἐποιήσατε καὶ ἐβασιλεύσατε τὸν Ἀβιμέλεχ, καὶ εἰ καλῶς ἐποιήσατε μετὰ Ἱεροβάαλ καὶ μετὰ τοῦ οἴκου αὐτοῦ, καὶ εἰ κατὰ τὸ ἀνταπόδομα τῆς χειρὸς αὐτοῦ ἐποιήσατε αὐτῷ, 17 ὡς ἐπολέμησεν πατήρ μου ὑπὲρ ὑμῶν καὶ ἔρριψεν τὴν ψυχὴν αὐτοῦ ἐξ ἐναντίας καὶ ἐξείλατο ὑμᾶς ἐκ χειρὸς Μαδιάμ, 18 καὶ ὑμεῖς ἐπανέστητε ἐπὶ τὸν οἶκον τοῦ πατρός μου σήμερον καὶ ἀπεκτείνατε τοὺς υἱοὺς αὐτοῦ ἑβδομήκοντα ἄνδρας ἐπὶ λίθον ἕνα καὶ ἐβασιλεύσατε τὸν Ἀβιμέλεχ υἱὸν τῆς παιδίσκης αὐτοῦ ἐπὶ τοὺς ἄνδρας Σικίμων, ὅτι ἀδελφὸς ὑμῶν ἐστιν, 19 καὶ εἰ ἐν ἀληθείᾳ καὶ τελειότητι ἐποιήσατε μετὰ Ἱεροβάαλ καὶ τοῦ οἴκου αὐτοῦ τῇ ἡμέρᾳ ταύτῃ, εὐλογηθείητε ὑμεῖς καὶ εὐφρανθείητε ἐν Ἀβιμέλεχ, καὶ εὐφρανθείη καὶ αὐτὸς ἐν ὑμῖν. 20 καὶ εἰ μή ἐξέλθοι πῦρ ἐξ Ἀβιμέλεχ καὶ καταφάγοι τοὺς ἄνδρας Σικίμων καὶ τὸν οἶκον Μααλλών, καὶ εἰ μή, ἐξέλθοι πῦρ ἀπὸ ἀνδρῶν Σικίμων καὶ ἐκ τοῦ οἴκου Μααλλὼν καὶ καταφάγοι τὸν Ἀβιμέλεχ. 21 καὶ ἀπέδρα Ἰωάθαμ καὶ ἐπορεύθη ἐν ὁδῷ καὶ ἔφυγεν εἰς Ραρὰ καὶ κατῴκησεν ἐκεῖ ἀπὸ προσώπου Ἀβιμέλεχ τοῦ ἀδελφοῦ αὐτοῦ.

22 Καὶ ἦρξεν Ἀβιμέλεχ ἐπὶ Ἰσραὴλ τρία ἔτη. 23 καὶ ἐξαπέστειλεν θεὸς πνεῦμα πονηρὸν ἀνὰ μέσον Ἀβιμέλεχ καὶ ἀνὰ μέσον τῶν ἀνδρῶν Σικίμων, καὶ ἠθέτησαν οἱ ἄνδρες Σικίμων ἐν τῷ οἴκῳ Ἀβιμέλεχ, 24 τοῦ ἐπαγαγεῖν τὴν ἀδικίαν τῶν ἑβδομήκοντα υἱῶν Ἱεροβάαλ καὶ τὸ αἷμα αὐτῶν ἐπιθεῖναι ἐπὶ Ἀβιμέλεχ τὸν ἀδελφὸν αὐτῶν τὸν ἀποκτείναντα αὐτοὺς καὶ ἐπὶ τοὺς ἄνδρας Σικίμων τοὺς κατισχύσαντας τὰς χεῖρας αὐτοῦ ὥστε ἀποκτεῖναι τοὺς ἀδελφοὺς αὐτοῦ. 25 καὶ ἔθεντο αὐτῷ οἱ ἄνδρες Σικίμων ἔνεδρα ἐπὶ τὰς κεφαλὰς τῶν ὀρέων καὶ ἀνήρπαζον πάντας τοὺς διαπορευομένους ἐπ᾿ αὐτοὺς ἐν τῇ ὁδῷ· καὶ ἀπηγγέλη τῷ Ἀβιμέλεχ.

26 καὶ ἦλθεν Γαὰλ υἱὸς Ἀβὲδ καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἰς Σίκιμα καὶ ἐπεποίθησαν ἐν αὐτῷ οἱ ἄνδρες Σικίμων. 27 καὶ ἦλθον εἰς ἀγρὸν καὶ ἐτρύγησαν τοὺς ἀμπελῶνας αὐτῶν καὶ κατεπάτουν καὶ ἐποίησαν χοροὺς καὶ εἰσῆλθον εἰς οἶκον θεοῦ αὐτῶν καὶ ἔφαγον καὶ ἔπιον καὶ κατηρῶντο τὸν Ἀβιμέλεχ. 28 καὶ εἶπεν Γαὰλ υἱὸς Ἀβὲδ Τί ἐστιν Ἀβιμέλεχ, καὶ τίς ἐστιν υἱὸς Συχέμ, ὅτι δουλεύσομεν αὐτῷ; οὐχ οὗτος υἱὸς Ἱεροβάαλ καὶ Ζεβοὺλ ἐπίσκοπος αὐτοῦ δοῦλος αὐτοῦ σὺν τοῖς ἀνδράσιν Ἐμμὼρ πατρὸς Συχέμ; καὶ τί ὅτι δουλεύσομεν αὐτῷ ἡμεῖς; 29 καὶ τίς δῴη τὸν λαὸν τοῦτον ἐν χειρί μου καὶ μεταστήσω τὸν Ἀβιμέλεχ καὶ ἐρῶ τῷ Ἀβιμέλεχ Πλήθυνον τὴν δύναμίν σου καὶ ἔξελθε.

30 καὶ ἤκουσεν Ζεβοὺλ ἄρχων τῆς πόλεως τοὺς λόγους Γαὰλ υἱοῦ Ἀβὲδ καὶ ἐθυμώθη ὀργῇ. 31 καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Ἀβιμέλεχ μετὰ δώρων λέγων Ἰδοὺ Γαὰλ υἱὸς Ἀβὲδ καὶ οἱ ἀδελφοὶ αὐτοῦ παραγεγόνασιν εἰς Σίκιμα, καὶ οἵδε πολιορκοῦσιν τὴν πόλιν ἐπὶ σέ· 32 καὶ νῦν ἀνάστηθι νυκτὸς σὺ καὶ λαὸς μετὰ σου καὶ ἐνέδρευσον ἐν τῷ ἀγρῷ, 33 καὶ ἔσται τὸ πρωῒ ἅμα τῷ ἀνατεῖλαι τὸν ἥλιον καὶ ὀρθρίσεις καὶ ἐκτενεῖς ἐπὶ τὴν πόλιν, καὶ ἰδοὺ αὐτὸς καὶ λαὸς μετ᾿ αὐτοῦ ἐκπορεύονται πρὸς σέ, καὶ ποιήσεις αὐτῷ καθάπερ ἐὰν εὕρῃ χείρ σου.

34 καὶ ἀνέστη Ἀβιμέλεχ καὶ πᾶς λαὸς μετ᾿ αὐτοῦ νυκτὸς καὶ ἐνήδρευσαν ἐπὶ Σίκιμα τέσσαρας ἀρχάς. 35 καὶ ἐγένετο πρωῒ καὶ ἐξῆλθεν Γαὰλ υἱὸς Ἀβὲδ καὶ ἔστη πρὸς τῇ θύρᾳ τῆς πύλης τῆς πόλεως, καὶ ἀνέστη Ἀβιμέλεχ καὶ λαὸς μετ᾿ αὐτοῦ ἐκ τῶν ἐνέδρων. 36 καὶ εἶδεν Γαὰλ υἱὸς Ἀβὲδ τὸν λαὸν καὶ εἶπεν πρὸς Ζεβοὺλ Ἰδοὺ λαὸς καταβαίνων ἀπὸ τῶν κορυφῶν τῶν ὀρέων καὶ εἶπεν πρὸς αὐτὸν Ζεβοὺλ Τὴν σκιὰν τῶν ὀρέων σὺ ὁρᾶς ὡς ἄνδρας. 37 καὶ προσέθετο ἔτι Γαὰλ τοῦ λαλῆσαι καὶ εἶπεν Ἰδοὺ λαὸς καταβαίνων κατὰ θάλασσαν ἀπὸ τοῦ ἐχόμενα τοῦ ὀμφαλοῦ τῆς γῆς, καὶ ἀρχὴ μία παραγίνεται ἀπὸ ὁδοῦ δρυὸς ἀποβλεπόντων. 38 καὶ εἶπεν πρὸς αὐτὸν Ζεβοὺλ Ποῦ ἐστιν νῦν τὸ στόμα σου τὸ λέγον Τίς ἐστιν Ἀβιμέλεχ, ὅτι δουλεύσομεν αὐτῷ; οὐκ ἰδοὺ οὗτός ἐστιν λαός, ὃν ἐξουδένωσας; ἔξελθε νῦν καὶ πολέμει πρὸς αὐτόν. 39 καὶ ἐξῆλθεν Γαὰλ ἀπὸ προσώπου τῶν ἀνδρῶν Σικίμων καὶ ἐπολέμησεν ἐν Ἀβιμέλεχ. 40 καὶ κατεδίωξεν αὐτὸν Ἀβιμέλεχ, καὶ ἔφυγεν ἀπὸ προσώπου αὐτοῦ· καὶ ἔπεσον τραυματίαι πολλοὶ ἕως θυρῶν τῆς πόλεως. 41 καὶ ἐκάθισεν Ἀβιμέλεχ ἐν Ἀριμά· καὶ ἐξέβαλεν Ζεβοὺλ τὸν Γαὰλ καὶ τοὺς ἀδελφοὺς αὐτοῦ τοῦ μὴ οἰκεῖν ἐν Σικίμοις.

42 καὶ ἐγενήθη τῇ ἐπαύριον καὶ ἐξῆλθεν λαὸς εἰς τὸ πεδίον, καὶ ἀπηγγέλη τῷ Ἀβιμέλεχ. 43 καὶ παρέλαβεν τὸν λαὸν καὶ διεῖλεν αὐτὸν τρεῖς ἀρχὰς καὶ ἐνήδρευσεν ἐν αὐτῷ· καὶ εἶδεν καὶ ἰδοὺ λαὸς ἐξῆλθεν ἐκ τῆς πόλεως, καὶ ἐπανέστη αὐτοῖς καὶ ἐπάταξεν αὐτούς. 44 καὶ Ἀβιμέλεχ καὶ αἱ ἀρχαὶ αἱ μετ᾿ αὐτοῦ ἐξετάθησαν καὶ ἔστησαν παρὰ τὴν πύλην τῆς πόλεως, καὶ αἱ δύο ἀρχαὶ ἐξεχύθησαν ἐπὶ πάντας τοὺς ἐν τῷ ἀγρῷ, καὶ ἐπάταξεν αὐτούς. 45 καὶ Ἀβιμέλεχ ἐπολέμει ἐν τῇ πόλει ὅλην τὴν ἡμέραν ἐκείνην, καὶ κατελάβοντο τὴν πόλιν, καὶ τὸν λαὸν τὸν ἐν αὐτῇ ἀνεῖλεν καὶ τὴν πόλιν καθεῖλεν καὶ ἔσπειρεν αὐτὴν ἅλας.

46 καὶ ἤκουσαν πάντες οἱ ἄνδρες πύργου Σικίμων καὶ εἰσῆλθον εἰς τὸ ὀχύρωμα οἴκου τοῦ Βάαλ διαθήκης. 47 καὶ ἀπηγγέλη τῷ Ἀβιμέλεχ ὅτι συνήχθησαν πάντες οἱ ἄνδρες τοῦ πύργου Σικίμων. 48 καὶ ἀνέβη Ἀβιμέλεχ εἰς ὄρος Σελμών, αὐτὸς καὶ πᾶς λαὸς μετ᾿ αὐτοῦ, καὶ ἔλαβεν Ἀβιμέλεχ ἀξίνην ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἔκοψεν φορτίον ξύλων καὶ ἔλαβεν αὐτὸ καὶ ἐπέθηκεν ἐπὶ τοὺς ὤμους αὐτοῦ καὶ εἶπεν πρὸς τὸν λαὸν τὸν μετ᾿ αὐτοῦ Τί εἴδετέ με ποιοῦντα, ταχέως ποιήσατε ὡς καὶ ἐγώ. 49 καὶ ἔκοψαν καὶ αὐτοὶ ἕκαστος φορτίον καὶ ἦραν καὶ πορἐπορεύθησαν ὀπίσω Ἀβιμέλεχ καὶ ἐπέθηκαν ἐπὶ τὸ ὀχύρωμα καὶ ἐνέπρησαν ἐπ᾿ αὐτοὺς τὸ ὀχύρωμα ἐν πυρί, καὶ ἀπέθανον πάντες οἱ ἄνδρες πύργου Σικίμων ὡσεὶ χίλιοι ἄνδρες καὶ γυναῖκες.

50 Καὶ ἐπορεύθη Ἀβιμέλεχ εἰς Θέβες καὶ περιεκάθισεν ἐπ᾿ αὐτὴν καὶ προκατελάβετο αὐτήν. 51 καὶ πύργος ἦν ὀχυρὸς ἐν μέσῳ τῆς πόλεως, καὶ ἔφυγον ἐκεῖ πάντες οἱ ἄνδρες καὶ αἱ γυναῖκες καὶ πάντες οἱ ἡγούμενοι τῆς πόλεως καὶ ἀπέκλεισαν ἐφ᾿ ἑαυτοὺς καὶ ἀνέβησαν ἐπὶ τὸ δῶμα τοῦ πύργου. 52 καὶ ἦλθεν Ἀβιμέλεχ ἕως τοῦ πύργου, καὶ ἐξεπολέμησαν αὐτόν· καὶ ἤγγισεν Ἀβιμέλεχ ἕως τῆς θύρας τοῦ πύργου ἐμπρῆσαι αὐτὸν ἐν πυρί. 53 καὶ ἔρριψεν γυνὴ μία κλάσμα μύλου ἐπὶ τὴν κεφαλὴν Ἀβιμέλεχ καὶ συνέθλασεν τὸ κρανίον αὐτοῦ. 54 καὶ ἐβόησεν τὸ τάχος πρὸς τὸ παιδάριον τὸν αἴροντα τὰ σκεύη αὐτοῦ καὶ εἶπεν αὐτῷ σπάσαι τὴν μάχαιράν σου καὶ θανάτωσόν με, μήποτε εἴπωσιν γυνὴ ἀπέκτεινεν αὐτόν. καὶ ἐξεκέντησεν αὐτὸν τὸ παιδάριον αὐτοῦ, καὶ ἀπέθανεν Ἀβιμέλεχ. 55 καὶ εἶδεν ἀνὴρ Ἰσραὴλ ὅτι ἀπέθανεν Ἀβιμέλεχ, καὶ ἀπῆλθον ἀνὴρ εἰς τὸν τόπον αὐτοῦ. 56 καὶ ἀπέστρεψεν θεὸς τὴν κακίαν Ἀβιμέλεχ, ἣν ἐποίησεν τῷ πατρὶ αὐτοῦ ἀποκτεῖναι τοὺς ἑβδομήκοντα ἀδελφοὺς αὐτοῦ. 57 καὶ πᾶσαν κακίαν ἀνδρῶν Σικίμων ἐπέστρεψεν θεὸς εἰς τὴν κεφαλὴν αὐτῶν, καὶ ἐπῆλθεν ἐπ᾿ αὐτοὺς κατάρα Ἰωάθαμ τοῦ υἱοῦ Ἱεροβάαλ.




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era