Car Repair Manuals

Judges
Codex Alexandrinus

Κριταὶ (Ἀλεξανδρινὸς Κῶδιξ)

Chapter 8

1 Καὶ εἶπεν πρὸς αὐτὸν ἀνὴρ Ἐφραὶμ Τί τὸ ῥῆμα τοῦτο ἐποίησας ἡμῖν τοῦ μὴ καλέσαι ἡμᾶς, ὅτε ἐξεπορεύου πολεμῆσαι ἐν τῇ Μαδιάμ; καὶ ἐκρίνοντο μετ᾿ αὐτοῦ κραταιῶς. 2 καὶ εἶπεν πρὸς αὐτούς Τί ἐποίησα νῦν καθὼς ὑμεῖς, οὐχὶ κρείττω ἐπιφυλλίδες Ἐφραὶμ τρυγητὸς Αβιεζέρ; 3 ἐν χειρὶ ὑμῶν παρέδωκεν κύριος τοὺς ἄρχοντας Μαδιάμ, τὸν Ὠρὴβ καὶ τὸν Ζήβ· καὶ τί ἠδυνάσθην ποιῆσαι καθὼς ὑμεῖς; καὶ κατέπαυσαν. τότε ἀνῆκε τὸ πνεῦμα αὐτῶν ἀπ᾿ αὐτοῦ ἐν τῷ λαλῆσαι αὐτὸν τὸν λόγον τοῦτον.

4 Καὶ ἦλθεν Γεδεὼν ἐπὶ τὸν Ἰορδάνην, καὶ διέβη αὐτὸς καὶ οἱ τριακόσιοι ἄνδρες μετ᾿ αὐτοῦ ὀλιγοψυχοῦντες καὶ πεινῶντες. 5 καὶ εἶπεν τοῖς ἀνδράσιν Σοκχὼθ Δότε δὴ ἄρτους τῷ λαῷ τῷ μετ᾿ ἐμοῦ, ὅτι πεινῶσιν, ἐγὼ δὲ διώκω ὀπίσω Ζεβεὲ καὶ Σαλμανὰ βασιλέων Μαδιάμ. 6 καὶ εἶπαν οἱ ἄρχοντες Σοκχὼθ Μὴ χεὶρ Ζεβεὲ καὶ Σαλμανὰ νῦν ἐν τῇ χειρί σου, ὅτι δώσομεν τῇ στρατιᾷ σου ἄρτους; 7 καὶ εἶπεν Γεδεὼν Οὐχ οὕτως· ἐν τῷ δοῦναι κύριον τὸν Ζεβεὲ καὶ Σαλμανὰ ἐν τῇ χειρί μου καὶ καταξανῶ τὰς σάρκας ὑμῶν ἐν ταῖς ἀκάνθαις τῆς ἐρήμου καὶ ἐν ταῖς Βαρκοννίμ. 8 καὶ ἀνέβη ἐκεῖθεν εἰς Φανουὴλ καὶ ἐλάλησεν πρὸς αὐτοὺς κατὰ ταῦτα, καὶ ἀπεκρίθησαν αὐτῷ οἱ ἄνδρες Φανουὴλ ὃν τρόπον ἀπεκρίθησαν αὐτῷ οἱ ἄνδρες Σοκχώθ. 9 καὶ εἶπεν τοῖς ἀνδράσιν Φανουὴλ λέγων Ἐν τῷ ἐπιστρέφειν με μετ᾿ εἰρήνης κατασκάψω τὸν πύργον τοῦτον.

10 Καὶ Ζεβεὲ καὶ Σαλμανὰ ἐν Καρκάρ, καὶ παρεμβολὴ αὐτῶν μετ᾿ αὐτῶν ὡσεὶ πεντεκαίδεκα χιλιάδες, οἱ καταλειφθέντες ἐν πάσῃ παρεμβολῇ υἱῶν ἀνατολῶν, καὶ οἱ πεπτωκότες ἦσαν ἑκατὸν καὶ εἴκοσι χιλιάδες ἀνδρῶν ἐσπασμένων ῥομφαίαν. 11 καὶ ἀνέβη Γεδεὼν ὁδὸν κατοικούντων ἐν σκηναῖς ἀνατολῶν τῆς Ναβὲθ ἐξ ἐναντίας Ζεβεέ· καὶ ἐπάταξεν τὴν παρεμβολήν, δὲ παρεμβολὴ ἦν πεποιθυῖα. 12 καὶ ἔφυγεν Ζεβεὲ καὶ Σαλμανά, καὶ ἐδίωξεν ὀπίσω αὐτῶν καὶ ἐκράτησεν τοὺς δύο βασιλεῖς Μαδιάμ, τὸν Ζεβεὲ καὶ τὸν Σαλμανά, καὶ πᾶσαν τὴν παρεμβολὴν αὐτῶν ἐξέτριψεν.

13 καὶ ἀνέστρεψεν Γεδεὼν υἱὸς Ἰωὰς ἐκ τοῦ πολέμου ἀπὸ ἀναβάσεως Ἀρές. 14 καὶ συνέλαβον παιδάριον ἐκ τῶν ἀνδρῶν Σοκχώθ, καὶ ἐπηρώτησεν αὐτόν, καὶ ἀπεγράψατο πρὸς αὐτοὺς τοὺς ἄρχοντας Σοκχὼθ καὶ τοὺς πρεσβυτέρους αὐτῆς, ἑβδομήκοντα ἑπτὰ ἄνδρας. 15 καὶ παρεγένετο Γεδεὼν πρὸς τοὺς ἄρχοντας Σοκχὼθ καὶ εἶπεν αὐτοῖς Ἰδοὺ Ζεβεὲ καὶ Σαλμανά, δι᾿ οὓς ὠνειδίσατέ με λέγοντες Μὴ χεὶρ Ζεβεὲ καὶ Σαλμανὰ νῦν ἐν τῇ χειρί σου, ὅτι δώσομεν τοῖς ἀνδράσιν σου τοῖς ἐκλελυμένοις ἄρτους; 16 καὶ ἔλαβεν τοὺς ἄρχοντας καὶ τοὺς πρεσβυτέρους τῆς πόλεως καὶ κατέξανεν αὐτοὺς ἐν ταῖς ἀκάνθαις τῆς ἐρήμου καὶ ταῖς Βαρακηνὶμ καὶ κατέξανεν ἐν αὐτοῖς ἄνδρας Σοκχώθ. 17 καὶ τὸν πύργον Φανουὴλ κατέσκαψεν καὶ ἀπέκτεινεν τοὺς ἄνδρας τῆς πόλεως.

18 καὶ εἶπεν πρὸς Ζεβεὲ καὶ Σαλμανὰ Ποῦ οἱ ἄνδρες, οὓς ἀπεκτείνατε ἐν Θαβώρ; καὶ εἶπαν Ὡσεὶ σύ, ὅμοιος σοί, ὅμοιος αὐτῶν, ὡς εἶδος μορφὴ υἱῶν βασιλέων. 19 καὶ εἶπεν Γεδεὼν Ἀδελφοί μου καὶ υἱοὶ τῆς μητρός μού εἰσιν καὶ ὤμοσεν αὐτοῖς Ζῇ κύριος, εἰ ἐζωογονήσατε αὐτούς, οὐκ ἂν ἀπέκτεινα ὑμᾶς. 20 καὶ εἶπεν τῷ Ἰεθὲρ τῷ πρωτοτόκῳ αὐτοῦ Ἀναστὰς ἀπόκτεινον αὐτούς· καὶ οὐκ ἔσπασεν τὸ παιδάριον αὐτοῦ τὴν μάχαιραν αὐτοῦ, ὅτι ἐφοβήθη, ὅτι ἦν νεώτερος. 21 καὶ εἶπεν Ζεβεὲ καὶ Σαλμανὰ Ἀνάστα δὴ σὺ καὶ ἀπάντησον ἡμῖν, ὅτι ὡς ἀνὴρ δύναμις αὐτοῦ. καὶ ἀνέστη Γεδεὼν καὶ ἀνεῖλεν τὸν Ζεβεὲ καὶ τὸν Σαλμανὰ καὶ ἔλαβεν τοὺς μηνίσκους τοὺς ἐν τοῖς τραχήλοις τῶν καμήλων αὐτῶν.

22 Καὶ εἶπεν ἀνὴρ Ἰσραὴλ πρὸς Γεδεὼν Ἄρχε ἐν ἡμῖν σὺ καὶ οἱ υἱοί σου, ὅτι σέσωκας ἡμᾶς ἐκ χειρὸς Μαδιάμ. 23 καὶ εἶπεν πρὸς αὐτοὺς Γεδεὼν Οὐκ ἄρξω ἐγὼ ὑμῶν, καὶ οὐκ ἄρξει υἱός μου ὑμῶν· κύριος ἄρξει ὑμῶν. 24 καὶ εἶπεν πρὸς αὐτοὺς Γεδεὼν Αἰτήσομαι παρ᾿ ὑμῶν αἴτησιν καὶ δότε μοι ἀνὴρ ἐνώτιον τῶν σκύλων αὐτοῦ· ὅτι ἐνώτια χρυσᾶ πολλὰ ἦν αὐτοῖς, ὅτι Ἰσμαηλῖται ἦσαν. 25 καὶ εἶπαν Διδόντες δώσομεν· καὶ ἀνέπτυξεν τὸ ἱμάτιον αὐτοῦ, καὶ ἔρριψεν ἐκεῖ ἀνὴρ ἐνώτιον χρυσοῦν τῶν σκύλων αὐτοῦ. 26 καὶ ἐγενήθη σταθμὸς τῶν ἐνωτίων τῶν χρυσῶν, ὧν ᾐτήσατο, σίκλοι χίλιοι καὶ ἑπτακόσιοι χρυσοῦ πλὴν τῶν σιρώνων καὶ τῶν ὁρμίσκων ἐνφὼθ καὶ τῶν περιβολαίων τῶν πορφυρῶν τῶν ἐπὶ τοῖς βασιλεῦσιν Μαδιὰμ καὶ πλὴν τῶν κλοιῶν τῶν χρυσῶν τῶν ἐν τοῖς τραχήλοις τῶν καμήλων αὐτῶν. 27 καὶ ἐποίησεν αὐτὸ Γεδεὼν εἰς ἐφοὺδ καὶ ἔστησεν αὐτὸ ἐν πόλει αὐτοῦ ἐν Ἐφραθᾶ· καὶ ἐξεπόρνευσεν πᾶς Ἰσραὴλ ὀπίσω αὐτοῦ ἐκεῖ, καὶ ἐγένετο τῷ Γεδεὼν καὶ τῷ οἴκῳ αὐτοῦ εἰς σκάνδαλον. 28 καὶ ἐνετράπη Μαδιὰμ ἐνώπιον υἱῶν Ἰσραὴλ καὶ οὐ προσέθεντο ἆραι κεφαλὴν αὐτῶν. καὶ ἡσύχασεν γῆ ἔτη τεσσαράκοντα ἐν ἡμέραις Γεδεών.

29 καὶ ἐπορεύθη Ἱεροβάαλ υἱὸς Ἰωὰς καὶ κατῴκησεν ἐν τῷ οἴκῳ αὐτοῦ. 30 καὶ τῷ Γεδεὼν ἦσαν ἑβδομήκοντα υἱοὶ ἐκπορευόμενοι ἐκ μηρῶν αὐτοῦ, ὅτι γυναῖκες πολλαὶ ἦσαν αὐτῷ. 31 καὶ παλλακὴ αὐτοῦ ἐν Σικίμοις ἔτεκεν αὐτῷ καὶ γε αὐτὴ υἱόν, καὶ ἐπέθηκεν τὸ ὄνομα αὐτοῦ Ἀβιμέλεχ. 32 καὶ ἀπέθανεν Γεδεὼν υἱὸς Ἰωὰς ἐν πολιᾷ ἀγαθῇ καὶ ἐτάφη ἐν τῷ τάφῳ Ἰωὰς τοῦ πατρὸς αὐτοῦ ἐν Ἐφραθᾶ πατρὸς Ἀβιεζρί.

33 Καὶ ἐγενήθη ὡς ἀπέθανεν Γεδεών, καὶ ἀπεστράφησαν οἱ υἱοὶ Ἰσραὴλ καὶ ἐξεπόρνευσαν ὀπίσω τῶν Βααλὶμ καὶ ἔθεντο αὑτοῖς τὸν Βααλβερὶθ εἰς διαθήκην τοῦ εἶναι αὐτοῖς αὐτὸν εἰς θεόν. 34 καὶ οὐκ ἐμνήσθησαν οἱ υἱοὶ Ἰσραὴλ κυρίου τοῦ θεοῦ αὐτῶν τοῦ ῥυσαμένου αὐτοὺς ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτῶν κυκλόθεν. 35 καὶ οὐκ ἐποίησαν ἔλεος μετὰ τοῦ οἴκου Ἱεροβάαλ Γεδεὼν κατὰ πᾶσαν τὴν ἀγαθωσύνην, ἣν ἐποίησεν μετὰ Ἰσραήλ.




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era