1 Καὶ Ἰεφθάε ὁ Γαλααδίτης δυνατὸς ἐν ἰσχύϊ· καὶ αὐτὸς ἦν υἱὸς γυναικὸς πόρνης, καὶ ἔτεκεν τῷ Γαλαὰδ τὸν Ἰεφθάε. 2 καὶ ἔτεκεν ἡ γυνὴ Γαλαὰδ αὐτῷ υἱούς· καὶ ἡδρύνθησαν οἱ υἱοὶ τῆς γυναικὸς καὶ ἐξέβαλον τὸν Ἰεφθάε καὶ εἶπον αὐτῷ Οὐ κληρονομήσεις ἐν τῷ οἴκῳ τοῦ πατρὸς ἡμῶν, ὅτι γυναικὸς υἱὸς ἑταίρας εἶ σύ. 3 καὶ ἀπέδρα Ἰεφθάε ἐκ προσώπου τῶν ἀδελφῶν αὐτοῦ καὶ κατῴκησεν ἐν γῇ Τώβ, καὶ συνελέγοντο πρὸς τὸν Ἰεφθάε ἄνδρες λιτοὶ καὶ συνεξεπορεύοντο μετ᾿ αὐτοῦ.
4 Καὶ ἐγένετο μεθ᾿ ἡμέρας καὶ ἐπολέμησαν οἱ υἱοὶ Ἀμμὼν μετὰ Ἰσραήλ. 5 καὶ ἐγενήθη ἡνίκα ἐπολέμουν οἱ υἱοὶ Ἀμμὼν μετὰ Ἰσραήλ, καὶ πορἐπορεύθησαν οἱ πρεσβύτεροι Γαλαὰδ παραλαβεῖν τὸν Ἰεφθάε ἐν γῇ Τὼβ 6 καὶ εἶπαν πρὸς Ἰεφθάε Δεῦρο καὶ ἔσῃ ἡμῖν εἰς ἡγούμενον, καὶ πολεμήσωμεν ἐν τοῖς υἱοῖς Ἀμμών. 7 καὶ εἶπεν Ἰεφθάε τοῖς πρεσβυτέροις Γαλαὰδ Οὐχ ὑμεῖς ἐμισήσατέ με καὶ ἐξεβάλετέ με ἐκ τοῦ οἴκου τοῦ πατρός μου καὶ ἐξαπεστείλατέ με Ἀφ᾿ ὑμῶν; καὶ τί ὅτι ἤλθατε πρός με, ἡνίκα ἐθλίβητε; 8 καὶ εἶπαν οἱ πρεσβύτεροι Γαλαὰδ πρὸς Ἰεφθάε Οὐχ οὕτως· νῦν ἤλθομεν πρὸς σέ, καὶ συμπορεύσῃ ἡμῖν, καὶ πολεμήσομεν ἐν τοῖς υἱοῖς Ἀμμών· καὶ ἔσῃ ἡμῖν εἰς κεφαλήν, πᾶσιν τοῖς κατοικοῦσιν Γαλαάδ. 9 καὶ εἶπεν Ἰεφθάε πρὸς τοὺς πρεσβυτέρους Γαλαὰδ Εἰ ἐπιστρέφετέ με ὑμεῖς πολεμῆσαι ἐν τοῖς υἱοῖς Ἀμμὼν καὶ παραδῷ κύριος αὐτοὺς ἐνώπιον ἐμοῦ, ἐγὼ ὑμῖν ἔσομαι εἰς κεφαλήν. 10 καὶ εἶπαν οἱ πρεσβύτεροι Γαλαὰδ πρὸς Ἰεφθάε Κύριος ἔσται ὁ ἀκούων ἀνὰ μέσον ἡμῶν, εἰ μὴ κατὰ τὸ ῥῆμά σου οὕτως ποιήσομεν. 11 καὶ ἐπορεύθη Ἰεφθάε μετὰ τῶν πρεσβυτέρων Γαλαάδ, καὶ κατέστησαν αὐτὸν ἐπ᾿ αὐτῶν εἰς κεφαλὴν εἰς ἡγούμενον. καὶ ἐλάλησεν Ἰεφθάε πάντας τοὺς λόγους αὐτοῦ ἐνώπιον κυρίου ἐν Μασσηφά.
12 Καὶ ἀπέστειλεν Ἰεφθάε ἀγγέλους πρὸς βασιλέα υἱῶν Ἀμμὼν λέγων Τί ἐμοὶ καὶ σοί, ὅτι ἥκεις πρός με σὺ πολεμῆσαί με ἐν τῇ γῇ μου; 13 καὶ εἶπεν βασιλεὺς υἱῶν Ἀμμὼν πρὸς τοὺς ἀγγέλους Ἰεφθάε Διότι ἔλαβεν Ἰσραὴλ τὴν γῆν μου ἐν τῇ ἀναβάσει αὐτοῦ ἐξ Αἰγύπτου ἀπὸ Ἀρνὼν ἕως Ἰαβὸκ καὶ ἕως τοῦ Ἰορδάνου· καὶ νῦν ἐπίστρεψον αὐτὰς μετ᾿ εἰρήνης. 14 καὶ ἀπέστρεψαν οἱ ἄγγελοι πρὸς Ἰεφθάε. καὶ ἀπέστειλεν Ἰεφθάε ἀγγέλους πρὸς τὸν βασιλέα υἱῶν Ἀμμὼν 15 λέγων Τάδε λέγει Ἰεφθάε Οὐκ ἔλαβεν Ἰσραὴλ τὴν γῆν Μωὰβ καὶ τὴν γῆν υἱῶν Ἀμμὼν 16 ἐν τῇ ἀναβάσει αὐτῶν ἐξ Αἰγύπτου, ἀλλ᾿ ἐπορεύθη Ἰσραὴλ ἐν τῇ ἐρήμῳ ἕως θαλάσσης ἐρυθρᾶς καὶ ἦλθεν ἕως Κάδης. 17 καὶ ἐξαπέστειλεν Ἰσραὴλ ἀγγέλους πρὸς βασιλέα Ἐδὼμ λέγων Παρελεύσομαι διὰ τῆς γῆς σου· καὶ οὐκ ἤκουσεν βασιλεὺς Ἐδώμ. καὶ γε πρὸς βασιλέα Μωὰβ ἀπέστειλεν, καὶ οὐκ ἠθέλησεν. καὶ ἐκάθισεν Ἰσραὴλ ἐν Κάδης. 18 καὶ διῆλθεν ἐν τῇ ἐρήμῳ καὶ ἐκύκλωσεν τὴν γῆν Ἐδὼμ καὶ τὴν γῆν Μωὰβ καὶ παρεγένετο κατ᾿ ἀνατολὰς ἡλίου τῆς γῆς Μωὰβ καὶ παρενέβαλον ἐν τῷ πέραν Ἀρνὼν καὶ οὐκ εἰσῆλθον εἰς τὸ ὅριον Μωάβ, ὅτι Ἀρνὼν ἦν ὅριον Μωάβ. 19 καὶ ἀπέστειλεν Ἰσραὴλ ἀγγέλους πρὸς Σηὼν βασιλέα Ἐσεβὼν τὸν Ἀμορραῖον, καὶ εἶπεν αὐτῷ Ἰσραὴλ Παρελεύσομαι διὰ τῆς γῆς σου ἕως τοῦ τόπου μου. 20 καὶ οὐκ ἠθέλησεν Σηὼν διελθεῖν τὸν Ἰσραὴλ διὰ τῶν ὁρίων αὐτοῦ· καὶ συνήγαγεν Σηὼν πάντα τὸν λαὸν αὐτοῦ καὶ παρενέβαλεν εἰς Ἰασσὰ καὶ ἐπολέμησεν μετὰ Ἰσραήὴλ. 21 καὶ παρέδωκεν κύριος ὁ θεὸς Ἰσραὴλ τὸν Σηὼν καὶ πάντα τὸν λαὸν αὐτοῦ ἐν χειρὶ Ἰσραήλ, καὶ ἐπάταξεν αὐτούς· καὶ ἐκληρονόμησεν Ἰσραὴλ πᾶσαν τὴν γῆν τοῦ Ἀμορραίου τοῦ κατοικοῦντος ἐν τῇ γῇ. 22 καὶ ἐκληρονόμησεν πᾶν τὸ ὅριον τοῦ Ἀμορραίου ἀπὸ Ἀρνὼν καὶ ἕως τοῦ Ἰαβὸκ καὶ ἀπὸ τῆς ἐρήμου καὶ ἕως τοῦ Ἰορδάνου. 23 καὶ νῦν κύριος ὁ θεὸς Ἰσραὴλ ἐξῆρεν τὸν Ἀμορραῖον ἐκ προσώπου τοῦ λαοῦ αὐτοῦ Ἰσραήλ, καὶ σὺ κληρονομήσεις αὐτὸν ἐπὶ σου; 24 οὐχὶ ὅσα κατεκληρονόμησέν σοὶ Χαμὼς ὁ θεός σου, αὐτὰ κληρονομήσεις; καὶ πάντα, ὅσα κατεκληρονόμησεν κύριος ὁ θεὸς ἡμῶν ἀπὸ προσώπου ἡμῶν, αὐτὰ κληρονομήσομεν. 25 καὶ νῦν μὴ κρείσσων εἶ σὺ τοῦ Βαλὰκ υἱοῦ Σεπφὼρ βασιλέως Μωάβ; μὴ μάχῃ ἐμαχέσατο μετὰ Ἰσραὴλ ἢ πολεμῶν ἐπολέμησεν αὐτοῖς; 26 ἐν τῷ οἴκῳ Ἰσραὴλ ἐν Ἐσεβὼν καὶ ἐν ταῖς θυγατράσιν αὐτῆς καὶ ἐν Ἰαζὴρ καὶ ἐν ταῖς θυγατράσιν αὐτῆς καὶ ἐν πάσαις ταῖς πόλεσιν ταῖς παρὰ τὸν Ἰορδάνην τριακόσια ἔτη τί ὅτι οὐκ ἐρρύσαντο αὐτοὺς ἐν τῷ καιρῷ ἐκείνῳ; 27 καὶ ἐγὼ οὐχ ἥμαρτόν σοὶ, καὶ σὺ ποιεῖς μετ᾿ ἐμοῦ πονηρίαν τοῦ πολεμῆσαι ἐν ἐμοί· κρίναι κύριος ὁ κρίνων σήμερον ἀνὰ μέσον υἱῶν Ἰσραὴλ καὶ ἀνὰ μέσον υἱῶν Ἀμμών. 28 καὶ οὐκ εἰσήκουσεν βασιλεὺς υἱῶν Ἀμμὼν καὶ οὐκ εἰσήκουσεν τῶν λόγων Ἰεφθάε, ὧν ἀπέστειλεν πρὸς αὐτόν.
29 Καὶ ἐγενήθη ἐπὶ Ἰεφθάε πνεῦμα κυρίου, καὶ διέβη τὴν γῆν Γαλαὰδ καὶ τὸν Μανασσῆ καὶ διέβη τὴν σκοπιὰν Γαλαὰδ καὶ ἀπὸ σκοπιᾶς Γαλαὰδ εἰς τὸ πέραν υἱῶν Ἀμμών. 30 καὶ ηὔξατο Ἰεφθάε εὐχὴν τῷ κυρίῳ καὶ εἶπεν Ἐὰν παραδώσει παραδῷς μοι τοὺς υἱοὺς Ἀμμὼν ἐν χειρί μου, 31 καὶ ἔσται ὃς ἂν ἐξέλθῃ ἐκ τῶν θυρῶν τοῦ οἴκου μου εἰς ἀπάντησίν μου ἐν τῷ ἐπιστρέψαι με ἐν εἰρήνῃ ἀπὸ τῶν υἱῶν Ἀμμών, καὶ ἔσται τῷ κυρίῳ καὶ ἀνοίσω αὐτὸν ὁλοκαύτωμα. 32 καὶ διέβη Ἰεφθάε πρὸς τοὺς υἱοὺς Ἀμμὼν τοῦ πολεμῆσαι πρὸς αὐτούς, καὶ παρέδωκεν αὐτοὺς κύριος ἐν χειρὶ αὐτοῦ. 33 καὶ ἐπάταξεν αὐτοὺς ἀπὸ Ἀροὴρ καὶ ἕως τοῦ ἐλθεῖν εἰς Σεμωὶθ εἴκοσι πόλεις ἕως Ἄβελ ἀμπελώνων πληγὴν μεγάλην σφόδρα, καὶ ἐνετράπησαν οἱ υἱοὶ Ἀμμὼν ἀπὸ προσώπου υἱῶν Ἰσραήλ.
34 Καὶ ἦλθεν Ἰεφθάε εἰς Μασσηφὰ εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἰδοὺ ἡ θυγάτηρ αὐτοῦ ἐξεπορεύετο εἰς ἀπάντησιν αὐτοῦ ἐν τυμπάνοις καὶ χοροῖς· καὶ αὕτη μονογενὴς αὐτῷ ἀγαπητή, καὶ οὐκ ἔστιν αὐτῷ πλὴν αὐτῆς υἱὸς ἢ θυγάτηρ. 35 καὶ ἐγενήθη ἡνίκα εἶδεν αὐτήν, καὶ διέρρηξεν τὰ ἱμάτια αὐτοῦ καὶ εἶπεν Οἴμμοι, θύγατέρ μου, ἐμπεποδοστάτηκάς με εἰς σκῶλον ἐγένου ἐν ὀφθαλμοῖς μου, ἐγὼ δὲ ἤνοιξα τὸ στόμα μου περὶ σου πρὸς κύριον καὶ οὐ δυνήσομαι ἀποστρέψαι. 36 καὶ εἶπεν πρὸς αὐτόν Πάτερ μου, εἰ ἐν ἐμοὶ ἤνοιξας τὸ στόμα σου πρὸς κύριον, ποίει μοι ὃν τρόπον ἐξῆλθεν ἐκ τοῦ στόματός σου ἀνθ᾿ ὧν ἐποίησέν σοὶ κύριος ἐκδικήσεις ἐκ τῶν ἐχθρῶν σου ἐκ τῶν υἱῶν Ἀμμών. 37 καὶ εἶπεν πρὸς τὸν πατέρα αὐτῆς Καὶ ποίησόν μοι τὸ ῥῆμα τοῦτο· ἔασόν με δύο μῆνας, καὶ πορπορεύσομαι καὶ καταβήσομαι ἐπὶ τὰ ὄρη καὶ κλαύσομαι ἐπὶ τὰ παρθένιά μου, καὶ ἐγὼ καὶ αἱ συνεταιρίδες μου. 38 καὶ εἶπεν πορΠορεύου· καὶ ἐξαπέστειλεν αὐτὴν δύο μῆνας. καὶ ἐπορεύθη, αὐτὴ καὶ αἱ συνεταιρίδες αὐτῆς, καὶ ἔκλαυσεν ἐπὶ τὰ παρθένια αὐτῆς ἐπὶ τὰ ὄρη. 39 καὶ ἐγένετο μετὰ τέλος δύο μηνῶν καὶ ἀνέκαμψεν πρὸς τὸν πατέρα αὐτῆς, καὶ ἐπετέλεσεν Ἰεφθάε τὴν εὐχὴν αὐτοῦ ἣν ηὔξατο καὶ αὐτὴ οὐκ ἔγνω ἄνδρα. καὶ ἐγενήθη εἰς πρόσταγμα ἐν Ἰσραήλ· 40 ἐξ ἡμερῶν εἰς ἡμέρας συνεπορεύοντο αἱ θυγατέρες Ἰσραὴλ θρηνεῖν τὴν θυγατέρα Ἰεφθάε τοῦ Γαλααδίτου τέσσαρας ἡμέρας ἐν τῷ ἐνιαυτῷ.