1 Καὶ οὗτοι σταθμοὶ τῶν υἱῶν Ἰσραήλ, ὡς ἐξῆλθον ἐκ γῆς Αἰγύπτου σὺν δυνάμει αὐτῶν ἐν χειρὶ Μωυσῆ καὶ Ἀαρών· 2 καὶ ἔγραψεν Μωυσῆς τὰς ἀπάρσεις αὐτῶν καὶ τοὺς σταθμοὺς αὐτῶν διὰ ῥήματος κυρίου, καὶ οὗτοι σταθμοὶ τῆς πορείας αὐτῶν. 3 ἀπῆραν ἐκ Ῥαμεσσῆ τῷ μηνὶ τῷ πρώτῳ τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ πρώτου· τῇ ἐπαύριον τοῦ πάσχα ἐξῆλθον οἱ υἱοὶ Ἰσραὴλ ἐν χειρὶ ὑψηλῇ ἐναντίον πάντων τῶν Αἰγυπτίων, 4 καὶ οἱ Αἰγύπτιοι ἔθαπτον ἐξ αὑτῶν τοὺς τεθνηκότας πάντας, οὓς ἐπάταξεν κύριος, πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ, καὶ ἐν τοῖς θεοῖς αὐτῶν ἐποίησεν τὴν ἐκδίκησιν κύριος. 5 καὶ ἀπάραντες οἱ υἱοὶ Ἰσραὴλ ἐκ Ῥαμεσσῆ παρενέβαλον εἰς Σοκχώθ. 6 καὶ ἀπῆραν ἐκ Σοκχὼθ καὶ παρενέβαλον εἰς Βουθάν, ὅ ἐστιν μέρος τι τῆς ἐρήμου. 7 καὶ ἀπῆραν ἐκ Βουθὰν καὶ παρενέβαλον ἐπὶ στόμα Εἰρώθ, ὅ ἐστιν ἀπέναντι Βεελσεπφών, καὶ παρενέβαλον ἀπέναντι Μαγδώλου. 8 καὶ ἀπῆραν ἀπέναντι Εἰρὼθ καὶ διέβησαν μέσον τῆς θαλάσσης εἰς τὴν ἔρημον καὶ πορἐπορεύθησαν ὁδὸν τριῶν ἡμερῶν διὰ τῆς ἐρήμου αὐτοὶ καὶ παρενέβαλον ἐν Πικρίαις. 9 καὶ ἀπῆραν ἐκ Πικριῶν καὶ ἦλθον εἰς Αἰλίμ· καὶ ἐν Αἰλὶμ δώδεκα πηγαὶ ὑδάτων καὶ ἑβδομήκοντα στελέχη φοινίκων, καὶ παρενέβαλον ἐκεῖ παρὰ τὸ ὕδωρ. 10 καὶ ἀπῆραν ἐξ Αἰλὶμ καὶ παρενέβαλον ἐπὶ θάλασσαν ἐρυθράν. 11 καὶ ἀπῆραν ἀπὸ θαλάσσης ἐρυθρᾶς καὶ παρενέβαλον εἰς τὴν ἔρημον Σίν.
12 Καὶ ἀπῆραν ἐκ τῆς ἐρήμου Σὶν καὶ παρενέβαλον εἰς Ῥαφακά. 13 καὶ ἀπῆραν ἐκ Ῥαφακὰ καὶ παρενέβαλον ἐν Αἰλους. 14 καὶ ἀπῆραν ἐξ Αἰλους καὶ παρενέβαλον ἐν Ῥαφιδίν, καὶ οὐκ ἦν ὕδωρ τῷ λαῷ πιεῖν ἐκεῖ. 15 καὶ ἀπῆραν ἐκ Ῥαφιδὶν καὶ παρενέβαλον ἐν τῇ ἐρήμῳ Σινᾶ. 16 καὶ ἀπῆραν ἐκ τῆς ἐρήμου Σινᾶ καὶ παρενέβαλον ἐν Μνήμασιν τῆς Ἐπιθυμίας.1 17 καὶ ἀπῆραν ἐκ Μνημάτων Ἐπιθυμίας καὶ παρενέβαλον ἐν Ἀσηρώθ. 18 καὶ ἀπῆραν ἐξ Ἀσηρὼθ καὶ παρενέβαλον ἐν Ῥαθαμά.
19 Καὶ ἀπῆραν ἐκ Ῥαθαμὰ καὶ παρενέβαλον ἐν Ῥεμμὼν Φαρές. 20 καὶ ἀπῆραν ἐκ Ῥεμμὼν Φαρὲς καὶ παρενέβαλον ἐν Λεμωνά. 21 καὶ ἀπῆραν ἐκ Λεμωνὰ καὶ παρενέβαλον εἰς Δεσσά. 22 καὶ ἀπῆραν ἐκ Δεσσὰ καὶ παρενέβαλον εἰς Μακελλὰθ. 23 καὶ ἀπῆραν ἐκ Μακελλὰθ καὶ παρενέβαλον εἰς Σαφάρ. 24 καὶ ἀπῆραν ἐκ Σαφὰρ καὶ παρενέβαλον εἰς Χαραδάθ. 25 καὶ ἀπῆραν ἐκ Χαραδὰθ καὶ παρενέβαλον εἰς Μακηλώθ. 26 καὶ ἀπῆραν ἐκ Μακηλὼθ καὶ παρενέβαλον εἰς Καταάθ. 27 καὶ ἀπῆραν ἐκ Καταὰθ καὶ παρενέβαλον εἰς Ταράθ. 28 καὶ ἀπῆραν ἐκ Ταρὰθ καὶ παρενέβαλον εἰς Ματεκκά. 29 καὶ ἀπῆραν ἐκ Ματεκκὰ καὶ παρενέβαλον εἰς Σελμωνά. 30 καὶ ἀπῆραν ἐκ Σελμωνὰ καὶ παρενέβαλον εἰς Μασσουρούθ. 31 καὶ ἀπῆραν ἐκ Μασσουροὺθ καὶ παρενέβαλον εἰς Βαναία. 32 καὶ ἀπῆραν ἐκ Βαναία καὶ παρενέβαλον εἰς τὸ ὄρος Γαδγάδ.
33 Καὶ ἀπῆραν ἐκ τοῦ ὄρους Γαδγὰδ καὶ παρενέβαλον εἰς Ἐτεβαθά. 34 καὶ ἀπῆραν ἐξ Ἐτεβαθὰ καὶ παρενέβαλον εἰς Ἐβρωνά. 35 καὶ ἀπῆραν ἐξ Ἐβρωνὰ καὶ παρενέβαλον εἰς Γεσιωνγαβέρ. 36 καὶ ἀπῆραν ἐκ Γεσιωνγαβὲρ καὶ παρενέβαλον ἐν τῇ ἐρήμῳ Σίν. καὶ ἀπῆραν ἐκ τῆς ἐρήμου Σὶν καὶ παρενέβαλον εἰς τὴν ἔρημον Φαράν, αὕτη ἐστὶν Κάδης. 37 καὶ ἀπῆραν ἐκ Κάδης καὶ παρενέβαλον εἰς Ὤρ τὸ ὄρος πλησίον γῆς Ἐδώμ·
38 Καὶ ἀνέβη Ἀαρὼν ὁ ἱερεὺς διὰ προστάγματος κυρίου καὶ ἀπέθανεν ἐκεῖ ἐν τῷ τεσσαρακοστῷ ἔτει τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου τῷ μηνὶ τῷ πέμπτῳ μιᾷ τοῦ μηνός. 39 καὶ Ἀαρὼν ἦν τριῶν καὶ εἴκοσι καὶ ἑκατὸν ἐτῶν ὅτε ἀπέθνῃσκεν ἐν Ὤρ τῷ ὄρει. 40 καὶ ἀκούσας ὁ Χανανὶς βασιλεὺς Ἀράδ, καὶ οὗτος κατῴκει ἐν γῇ Χαναάν, ὅτε εἰσεπορεύοντο οἱ υἱοὶ Ἰσραήλ. 41 καὶ ἀπῆραν ἐξ Ὤρ τοῦ ὄρους καὶ παρενέβαλον εἰς Σελμωνά. 42 καὶ ἀπῆραν ἐκ Σελμωνὰ καὶ παρενέβαλον εἰς Φινώ. 43 καὶ ἀπῆραν ἐκ Φινὼ καὶ παρενέβαλον εἰς Ὠβώθ.
44 Καὶ ἀπῆραν ἐξ Ὠβὼθ καὶ παρενέβαλον ἐν Γαὶ ἐν τῷ πέραν ἐπὶ τῶν ὁρίων Μωάβ. 45 καὶ ἀπῆραν ἐκ Γαί καὶ παρενέβαλον εἰς Δαιβὼν Γάδ. 46 καὶ ἀπῆραν ἐκ Δαιβὼν Γὰδ καὶ παρενέβαλον ἐν Γελμὼν Δεβλαθαίμ. 47 καὶ ἀπῆραν ἐκ Γελμὼν Δεβλαθαὶμ καὶ παρενέβαλον ἐπὶ τὰ ὄρη τὰ Ἀβαρὶμ ἀπέναντι Ναβαύ. 48 καὶ ἀπῆραν ἀπὸ ὀρέων Ἀβαρὶμ καὶ παρενέβαλον ἐπὶ δυσμῶν Μωὰβ ἐπὶ τοῦ Ἰορδάνου κατὰ Ἰεριχὼ 49 καὶ παρενέβαλον παρὰ τὸν Ἰορδάνην ἀνὰ μέσον Αἰσιμὼθ ἕως Βελσαττὶμ κατὰ δυσμὰς Μωάβ.
50 Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν ἐπὶ δυσμῶν Μωὰβ παρὰ τὸν Ἰορδάνην κατὰ Ἰεριχὼ λέγων 51 λάλησον τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς Ὑμεῖς διαβαίνετε τὸν Ἰορδάνην εἰς γῆν Χαναὰν 52 καὶ ἀπολεῖτε πάντας τοὺς κατοικοῦντας ἐν τῇ γῇ πρὸ προσώπου ὑμῶν καὶ ἐξαρεῖτε τὰς σκοπιὰς αὐτῶν καὶ πάντα τὰ εἴδωλα τὰ χωνευτὰ αὐτῶν ἀπολεῖτε αὐτὰ καὶ πάσας τὰς στήλας αὐτῶν ἐξαρεῖτε 53 καὶ ἀπολεῖτε πάντας τοὺς κατοικοῦντας τὴν γῆν καὶ κατοικήσετε ἐν αὐτῇ ὑμῖν γὰρ δέδωκα τὴν γῆν αὐτῶν ἐν κλήρῳ. 54 καὶ κατακληρονομήσετε τὴν γῆν αὐτῶν ἐν κλήρῳ κατὰ φυλὰς ὑμῶν· τοῖς πλείοσιν πληθυνεῖτε τὴν κατάσχεσιν αὐτῶν καὶ τοῖς ἐλάττοσιν ἐλαττώσετε τὴν κατάσχεσιν αὐτῶν· εἰς ὃ ἐὰν ἐξέλθῃ τὸ ὄνομα αὐτοῦ ἐκεῖ αὐτοῦ ἔσται· κατὰ φυλὰς πατριῶν ὑμῶν κληρονομήσετε. 55 ἐὰν δὲ μὴ ἀπολέσητε τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς ἀπὸ προσώπου ὑμῶν, καὶ ἔσται οὓς ἐὰν καταλίπητε ἐξ αὐτῶν, σκόλοπες ἐν τοῖς ὀφθαλμοῖς ὑμῶν καὶ βολίδες ἐν ταῖς πλευραῖς ὑμῶν καὶ ἐχθρεύσουσιν ἐπὶ τῆς γῆς ἐφ᾿ ἣν ὑμεῖς κατοικήσετε, 56 καὶ ἔσται καθότι διεγνώκειν ποιῆσαι αὐτούς, ποιήσω ὑμῖν.