link rel="stylesheet" href="../css/normalize.css">
Car Repair Manuals

Numbers

Ἀριθμοί

Chapter 7

1 Καὶ ἐγένετο ἡμέρᾳ συνετέλεσεν Μωυσῆς ὥστε ἀναστῆσαι τὴν σκηνὴν καὶ ἔχρισεν αὐτὴν καὶ ἡγίασεν αὐτὴν καὶ πάντα τὰ σκεύη αὐτῆς καὶ τὸ θυσιαστήριον καὶ πάντα τὰ σκεύη αὐτοῦ καὶ ἔχρισεν αὐτὰ καὶ ἡγίασεν αὐτά, 2 καὶ προσήνεγκαν οἱ ἄρχοντες Ἰσραήλ, δώδεκα ἄρχοντες οἴκων πατριῶν αὐτῶν, οὗτοι ἄρχοντες φυλῶν, οὗτοι οἱ παρεστηκότες ἐπὶ τῆς ἐπισκοπῆς, 3 καὶ ἤνεγκαν τὰ δῶρα αὐτῶν ἔναντι κυρίου ἓξ ἁμάξας λαμπηνικὰς καὶ δώδεκα βόας, ἅμαξαν παρὰ δύο ἀρχόντων καὶ μόσχον παρὰ ἑκάστου, καὶ προσήγαγον ἐναντίον τῆς σκηνῆς. 4 καὶ εἶπεν κύριος πρὸς Μωυσῆν λέγων 5 Λαβὲ παρ᾿ αὐτῶν, καὶ ἔσονται πρὸς τὰ ἔργα τὰ λειτουργικὰ τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ δώσεις αὐτὰ τοῖς Λευίταις, ἑκάστῳ κατὰ τὴν αὐτοῦ λειτουργίαν. 6 καὶ λαβὼν Μωυσῆς τὰς ἁμάξας καὶ τοὺς βόας ἔδωκεν αὐτὰ τοῖς Λευίταις· 7 τὰς δύο ἁμάξας καὶ τοὺς τέσσαρας βόας ἔδωκεν τοῖς υἱοῖς Γεδσὼν κατὰ τὰς λειτουργίας αὐτῶν 8 καὶ τὰς τέσσαρας ἁμάξας καὶ τοὺς ὀκτὼ βόας ἔδωκεν τοῖς υἱοῖς Μεραρὶ κατὰ τὰς λειτουργίας αὐτῶν διὰ Ἰθαμὰρ υἱοῦ Ἀαρὼν τοῦ ἱερέως. 9 καὶ τοῖς υἱοῖς Καὰθ οὐκ ἔδωκεν, ὅτι τὰ λειτουργήματα τοῦ ἁγίου ἔχουσιν· ἐπ᾿ ὤμων ἀροῦσιν.

10 Καὶ προσήνεγκαν οἱ ἄρχοντες εἰς τὸν ἐγκαινισμὸν τοῦ θυσιαστηρίου ἐν τῇ ἡμέρᾳ, ἔχρισεν αὐτό, καὶ προσήνεγκαν οἱ ἄρχοντες τὰ δῶρα αὐτῶν ἀπέναντι τοῦ θυσιαστηρίου. 11 καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Ἄρχων εἷς καθ᾿ ἡμέραν ἄρχων καθ᾿ ἡμέραν προσοίσουσιν τὰ δῶρα αὐτῶν εἰς τὸν ἐγκαινισμὸν τοῦ θυσιαστηρίου.

12 Καὶ ἦν προσφέρων τῇ ἡμέρᾳ τῇ πρώτῃ τὸ δῶρον αὐτοῦ Ναασσὼν υἱὸς Ἀμιναδὰβ ἄρχων τῆς φυλῆς Ἰοῦδα. 13 καὶ προσήνεγκεν τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ, εἰς θυσίαν· 14 θυίσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματος· 15 μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα· 16 καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας· 17 καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε. τοῦτο τὸ δῶρον Ναασσὼν υἱοῦ Ἀμιναδάβ.

18 Τῇ ἡμέρᾳ τῇ δευτέρᾳ προσήνεγκεν Ναθαναὴλ υἱὸς Σωγὰρ ἄρχων τῆς φυλῆς Ἰσσαχάρ. 19 καὶ προσήνεγκεν τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ, εἰς θυσίαν· 20 θυίσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματος· 21 μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα· 22 καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας· 23 καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε. τοῦτο τὸ δῶρον Ναθαναὴλ υἱοῦ Σωγάρ.

24 Τῇ ἡμέρᾳ τῇ τρίτῃ ἄρχων τῶν υἱῶν Ζαβουλὼν Ἐλιὰβ υἱὸς Χαιλών. 25 τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ, εἰς θυσίαν· 26 θυίσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματος· 27 μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα· 28 καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας· 29 καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε. τοῦτο τὸ δῶρον Ἐλιὰβ υἱοῦ Χαιλών.

30 Τῇ ἡμέρᾳ τῇ τετάρτῃ ἄρχων τῶν υἱῶν Ῥουβὴν Ἐλισοὺρ υἱὸς Σεδιύρ. 31 τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ, εἰς θυσίαν· 32 θυίσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματος· 33 μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα· 34 καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας· 35 καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε. τοῦτο τὸ δῶρον Ἐλισοὺρ υἱοῦ Σεδιύρ.

36 Τῇ ἡμέρᾳ τῇ πέμπτῃ ἄρχων τῶν υἱῶν Συμεὼν Σαλαμιὴλ υἱὸς Σουρισαδαί. 37 τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ, εἰς θυσίαν· 38 θυίσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματος· 39 μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα· 40 καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας· 41 καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε. τοῦτο τὸ δῶρον Σαλαμιὴλ υἱοῦ Σουρισαδαί.

42 Τῇ ἡμέρᾳ τῇ ἕκτῃ ἄρχων τῶν υἱῶν Γὰδ Ἐλλισὰφ υἱὸς Ῥαγουήλ. 43 τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ, εἰς θυσίαν· 44 θυίσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματος· 45 μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα· 46 καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας· 47 καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε. τοῦτο τὸ δῶρον Ἐλλισὰφ υἱοῦ Ῥαγουήλ.

48 Τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἄρχων τῶν υἱῶν Ἐφραὶμ Ἐλισαμὰ υἱὸς Ἐμιούδ. 49 τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ, εἰς θυσίαν· 50 θυίσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματος· 51 μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα· 52 καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας· 53 καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε. τοῦτο τὸ δῶρον Ἐλισαμὰ υἱοῦ Ἐμιούδ.

54 Τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἄρχων τῶν υἱῶν Μανασσῆ Γαμαλιὴλ υἱὸς Φαδασσούρ. 55 τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ, εἰς θυσίαν· 56 θυίσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματος· 57 μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα· 58 καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας· 59 καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε. τοῦτο τὸ δῶρον Γαμαλιὴλ υἱοῦ Φαδασσούρ.

60 Τῇ ἡμέρᾳ τῇ ἐνάτῃ ἄρχων τῶν υἱῶν Βενιαμὶν Ἀβιδὰν υἱὸς Γαδεωνί. 61 τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ, εἰς θυσίαν· 62 θυίσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματος· 63 μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα· 64 καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας· 65 καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε, τοῦτο τὸ δῶρον Ἀβιδὰν υἱοῦ Γαδεωνί.

66 Τῇ ἡμέρᾳ τῇ δεκάτῃ ἄρχων τῶν υἱῶν Δὰν Ἀχιεζὲρ υἱὸς Ἀμισαδαί. 67 τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ, εἰς θυσίαν· 68 θυίσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματος· 69 μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα· 70 καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας· 71 καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε. τοῦτο τὸ δῶρον Ἀχιεζὲρ υἱοῦ Ἀμισαδαί.

72 Τῇ ἡμέρᾳ τῇ ἑνδεκάτῃ ἄρχων τῶν υἱῶν Ἀσὴρ Φαγαιὴλ υἱὸς Ἐχράν. 73 τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ, εἰς θυσίαν· 74 θυίσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματος· 75 μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα· 76 καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας· 77 καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε. τοῦτο τὸ δῶρον Φαγαιὴλ υἱοῦ Ἐχράν.

78 Τῇ ἡμέρᾳ τῇ δωδεκάτῃ δωδεκάτῃ ἄρχων τῶν υἱῶν Νεφθαλὶ Ἀχιρὲ υἱὸς Αἰνάν. 79 τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ, εἰς θυσίαν· 80 θυίσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματος· 81 μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα· 82 καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας· 83 καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε. τοῦτο τὸ δῶρον Ἀχιρὲ υἱοῦ Αἰνάν.

84 Οὗτος ἐγκαινισμὸς τοῦ θυσιαστηρίου, ἡμέρᾳ ἔχρισεν αὐτό, παρὰ τῶν ἀρχόντων τῶν υἱῶν Ἰσραήλ· τρυβλία ἀργυρᾶ δώδεκα, φιάλαι ἀργυραῖ δώδεκα, θυίσκαι χρυσαῖ δώδεκα, 85 τριάκοντα καὶ ἑκατὸν σίκλων τὸ τρυβλίον τὸ ἕν καὶ ἑβδομήκοντα σίκλων φιάλη μία, πᾶν τὸ ἀργύριον τῶν σκευῶν δισχίλιοι καὶ τετρακόσιοι σίκλοι ἐν τῷ σίκλῳ τῷ ἁγίῳ. 86 θυίσκαι χρυσαῖ δώδεκα πλήρεις θυμιάματος· πᾶν τὸ χρυσίον τῶν θυισκῶν εἴκοσι καὶ ἑκατὸν χρυσοῖ. 87 πᾶσαι αἱ βόες εἰς ὁλοκαύτωσιν μόσχοι δώδεκα, κριοὶ δώδεκα, ἀμνοὶ ἐνιαύσιοι δώδεκα καὶ αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν· καὶ χίμαροι ἐξ αἰγῶν δώδεκα περὶ ἁμαρτίας. 88 πᾶσαι αἱ βόες εἰς θυσίαν σωτηρίου δαμάλεις εἴκοσι τέσσαρες, κριοὶ ἑξήκοντα, τράγοι ἑξήκοντα, ἀμνάδες ἑξήκοντα ἐνιαύσιαι ἄμωμοι. αὕτη ἐγκαίνωσις τοῦ θυσιαστηρίου μετὰ τὸ πληρῶσαι τὰς χεῖρας αὐτοῦ καὶ μετὰ τὸ χρῖσαι αὐτόν. -

89 Ἐν τῷ εἰσπορεύεσθαι Μωυσῆν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου λαλῆσαι αὐτῷ καὶ ἤκουσεν τὴν φωνὴν κυρίου λαλοῦντος πρὸς αὐτὸν ἄνωθεν τοῦ ἱλαστηρίου, ἐστιν ἐπὶ τῆς κιβωτοῦ τοῦ μαρτυρίου ἀνὰ μέσον τῶν δύο χερουβὶμ· καὶ ἐλάλει πρὸς αὐτόν.




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era