Car Repair Manuals

Numbers

Ἀριθμοί

Chapter 36

1 Καὶ προσῆλθον οἱ ἄρχοντες φυλῆς υἱῶν Γαλαὰδ υἱοῦ Μαχὶρ υἱοῦ Μανασσῆ ἐκ τῆς φυλῆς υἱῶν Ἰωσήφ καὶ ἐλάλησαν ἔναντι Μωυσῆ καὶ ἔναντι Ἐλεαζὰρ τοῦ ἱερέως καὶ ἔναντι τῶν ἀρχόντων οἴκων πατριῶν υἱῶν Ἰσραὴλ 2 καὶ εἶπαν Τῷ κυρίῳ ἡμῶν ἐνετείλατο κύριος ἀποδοῦναι τὴν γῆν τῆς κληρονομίας ἐν κλήρῳ τοῖς υἱοῖς Ἰσραήλ, καὶ τῷ κυρίῳ συνέταξεν κύριος δοῦναι τὴν κληρονομίαν Σαλπαὰδ τοῦ ἀδελφοῦ ἡμῶν ταῖς θυγατράσιν αὐτοῦ. 3 καὶ ἔσονται ἑνὶ τῶν φυλῶν υἱῶν Ἰσραὴλ γυναῖκες, καὶ ἀφαιρεθήσεται κλῆρος αὐτῶν ἐκ τῆς κατασχέσεως τῶν πατέρων ἡμῶν καὶ προστεθήσεται εἰς κληρονομίαν τῆς φυλῆς, οἷς ἂν γένωνται γυναῖκες, καὶ ἐκ τοῦ κλήρου τῆς κληρονομίας ἡμῶν ἀφαιρεθήσεται. 4 ἐὰν δὲ γένηται ἄφεσις τῶν υἱῶν Ἰσραήλ, καὶ προστεθήσεται κληρονομία αὐτῶν ἐπὶ τὴν κληρονομίαν τῆς φυλῆς, οἷς ἂν γένωνται γυναῖκες, καὶ ἀπὸ τῆς κληρονομίας φυλῆς πατριᾶς ἡμῶν ἀφαιρεθήσεται κληρονομία αὐτῶν.

5 Καὶ ἐνετείλατο Μωυσῆς τοῖς υἱοῖς Ἰσραὴλ διὰ προστάγματος κυρίου λέγων Οὕτως φυλὴ υἱῶν Ἰωσὴφ λέγουσιν. 6 τοῦτο τὸ ῥῆμα, συνέταξεν κύριος ταῖς θυγατράσιν Σαλπαὰδ λέγων Οὗ ἀρέσκει ἐναντίον αὐτῶν, ἔστωσαν γυναῖκες, πλὴν ἐκ τοῦ δήμου τοῦ πατρὸς αὐτῶν ἔστωσαν γυναῖκες, 7 καὶ οὐχὶ περιστραφήσεται κληρονομία τοῖς υἱοῖς Ἰσραὴλ ἀπὸ φυλῆς ἐπὶ φυλήν, ὅτι ἕκαστος ἐν τῇ κληρονομίᾳ τῆς φυλῆς τῆς πατριᾶς αὐτοῦ προσκολληθήσονται οἱ υἱοὶ Ἰσραήλ. 8 καὶ πᾶσα θυγάτηρ ἀγχιστεύουσα κληρονομίαν ἐκ τῶν φυλῶν υἱῶν Ἰσραὴλ ἑνὶ τῶν ἐκ τοῦ δήμου τοῦ πατρὸς αὐτῆς ἔσονται γυναῖκες, ἵνα ἀγχιστεύσωσιν οἱ υἱοὶ Ἰσραὴλ ἕκαστος τὴν κληρονομίαν τὴν πατρικὴν αὐτοῦ· 9 καὶ οὐ περιστραφήσεται κλῆρος ἐκ φυλῆς ἐπὶ φυλὴν ἑτέραν, ἀλλὰ ἕκαστος ἐν τῇ κληρονομίᾳ αὐτοῦ προσκολληθήσονται οἱ υἱοὶ Ἰσραήλ.

10 Ὃν τρόπον συνέταξεν κύριος Μωυσῇ, οὕτως ἐποίησαν θυγατέρες Σαλπαάδ, 11 καὶ ἐγένοντο Θερσὰ καὶ Ἐγλὰ καὶ Μελχὰ καὶ Νούα καὶ Μααλὰ θυγατέρες Σαλπαὰδ τοῖς ἀνεψιοῖς αὐτῶν· 12 ἐκ τοῦ δήμου τοῦ Μανασσῆ υἱῶν Ἰωσὴφ ἐγενήθησαν γυναῖκες, καὶ ἐγένετο κληρονομία αὐτῶν ἐπὶ τὴν φυλὴν δήμου τοῦ πατρὸς αὐτῶν. 13 Αὗται αἱ ἐντολαὶ καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα, ἐνετείλατο κύριος ἐν χειρὶ Μωυσῆ ἐπὶ δυσμῶν Μωὰβ ἐπὶ τοῦ Ἰορδάνου κατὰ Ἰεριχώ.




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era