Car Repair Manuals

Numbers

Ἀριθμοί

Chapter 3

1 Καὶ αὗται αἱ γενέσεις Ἀαρὼν καὶ Μωυσῆ ἐν ἡμέρᾳ ἐλάλησεν κύριος τῷ Μωυσῇ ἐν ὄρει Σινᾶ, 2 καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ἀαρών· πρωτότοκος Ναδὰβ καὶ Ἀβιούδ, Ἐλεαζὰρ καὶ Ἰθαμάρ· 3 ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ἀαρὼν, οἱ ἱερεῖς οἱ ἠλειμμένοι, οὓς ἐτελείωσαν τὰς χεῖρας αὐτῶν ἱερατεύειν. 4 καὶ ἐτελεύτησεν Ναδὰβ καὶ Ἀβιοὺδ ἔναντι κυρίου προσφερόντων αὐτῶν πῦρ ἀλλότριον ἔναντι κυρίου ἐν τῇ ἐρήμῳ Σινᾶ, καὶ παιδία οὐκ ἦν αὐτοῖς· καὶ ἱεράτευσεν Ἐλεαζὰρ καὶ Ἰθαμὰρ μετ᾿ Ἀαρὼν τοῦ πατρὸς αὐτῶν.

5 Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων 6 Λαβὲ τὴν φυλὴν Λευὶ καὶ στήσεις αὐτοὺς ἐναντίον Ἀαρὼν τοῦ ἱερέως, καὶ λειτουργήσουσιν αὐτῷ 7 καὶ φυλάξουσιν τὰς φυλακὰς αὐτοῦ καὶ τὰς φυλακὰς τῶν υἱῶν Ἰσραὴλ ἔναντι τῆς σκηνῆς τοῦ μαρτυρίου ἐργάζεσθαι τὰ ἔργα τῆς σκηνῆς 8 καὶ φυλάξουσιν πάντα τὰ σκεύη τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ τὰς φυλακὰς τῶν υἱῶν Ἰσραὴλ κατὰ πάντα τὰ ἔργα τῆς σκηνῆς. 9 καὶ δώσεις τοὺς Λευίτας Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ τοῖς ἱερεῦσιν· δόμα λειτουργήσουσιν δεδομένοι οὗτοί μοί εἰσιν ἀπὸ τῶν υἱῶν Ἰσραήλ. 10 καὶ Ἀαρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ καταστήσεις ἐπὶ τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ φυλάξουσιν τὴν ἱερατείαν αὐτῶν καὶ πάντα τὰ κατὰ τὸν βωμὸν καὶ ἔσω τοῦ καταπετάσματος· καὶ ἀλλογενὴς ἁπτόμενος ἀποθανεῖται. 11 Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων 12 Καὶ ἐγὼ ἰδοὺ εἴληφα τοὺς Λευίτας ἐκ μέσου τῶν υἱῶν Ἰσραὴλ ἀντὶ παντὸς πρωτοτόκου διανοίγοντος μήτραν παρὰ τῶν υἱῶν Ἰσραήλ· λύτρα αὐτῶν ἔσονται καὶ ἔσονται ἐμοὶ οἱ Λευῖται. 13 ἐμοὶ γὰρ πᾶν πρωτότοκον· ἐν ἡμέρᾳ ἐπάταξα πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτου, ἡγίασα ἐμοὶ πᾶν πρωτότοκον ἐν Ἰσραὴλ ἀπὸ ἀνθρώπου ἕως κτήνους· ἐμοὶ ἔσονται ἐγὼ κύριος.

14 Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν ἐν τῇ ἐρήμῳ Σινᾶ λέγων 15 Ἐπίσκεψαι τοὺς υἱοὺς Λευὶ κατ᾿ οἴκους πατριῶν αὐτῶν κατὰ δήμους αὐτῶν κατὰ συγγενείας αὐτῶν· πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω ἐπισκέψασθε αὐτούς. 16 καὶ ἐπεσκέψαντο αὐτοὺς Μωυσῆς καὶ Ἀαρὼν διὰ φωνῆς κυρίου, ὃν τρόπον συνέταξεν αὐτοῖς κύριος.

17 καὶ ἦσαν οὗτοι οἱ υἱοὶ Λευὶ ἐξ ὀνομάτων αὐτῶν· Γεδσὼν Καὰθ καὶ Μεραρί. 18 καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Γεδσὼν κατὰ δήμους αὐτῶν· Λοβενὶ καὶ Σεμεΐ. 19 καὶ υἱοὶ Καὰθ κατὰ δήμους αὐτῶν· Ἀμρὰμ καὶ Ἰσσαάρ, Χεβρὼν καὶ Ὀζιήλ. 20 καὶ υἱοὶ Μεραρὶ κατὰ δήμους αὐτῶν· Μοολὶ καὶ Μουσί. οὗτοί εἰσιν δῆμοι τῶν Λευιτῶν κατ᾿ οἴκους πατριῶν αὐτῶν. 21 Τῷ Γεδσὼν δῆμος τοῦ Λοβενὶ καὶ δῆμος τοῦ Σεμεΐ· οὗτοι δῆμοι τοῦ Γεδσών. 22  ἐπίσκεψις αὐτῶν κατὰ ἀριθμὸν παντὸς ἀρσενικοῦ ἀπὸ μηνιαίου καὶ ἐπάνω, ἐπίσκεψις αὐτῶν ἑπτακισχίλιοι καὶ πεντακόσιοι. 23 καὶ υἱοὶ Γεδσὼν ὀπίσω τῆς σκηνῆς παρὰ θάλασσαν παρεμβαλοῦσιν, 24 καὶ ἄρχων οἴκου πατριᾶς τοῦ δήμου τοῦ Γεδσὼν Ἐλλισὰφ υἱὸς Λαήλ. 25 καὶ φυλακὴ υἱῶν Γεδσὼν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου· σκηνὴ καὶ τὸ κάλυμμα καὶ τὸ κατακάλυμμα τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου 26 καὶ τὰ ἱστία τῆς αὐλῆς καὶ τὸ καταπέτασμα τῆς πύλης τῆς αὐλῆς τῆς οὔσης ἐπὶ τῆς σκηνῆς καὶ τὰ κατάλοιπα πάντων τῶν ἔργων αὐτοῦ.

27 Τῷ Καὰθ δῆμος Ἀμραμὶς καὶ δῆμος Σααρὶς καὶ δῆμος Χεβρωνὶς καὶ δῆμος Ὀζιηλὶς οὗτοί εἰσιν δῆμοι τοῦ Καάθ. 28 κατὰ ἀριθμὸν πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω ὀκτακισχίλιοι καὶ ἑξακόσιοι φυλάσσοντες τὰς φυλακὰς τῶν ἁγίων. 29 οἱ δῆμοι τῶν υἱῶν Καὰθ παρεμβαλοῦσιν ἐκ πλαγίων τῆς σκηνῆς κατὰ λίβα, 30 καὶ ἄρχων οἴκου πατριῶν τῶν δήμων τοῦ Καὰθ Ἐλισαφὰν υἱὸς Ὀζιήλ.

31 καὶ φυλακὴ αὐτῶν κιβωτὸς καὶ τράπεζα καὶ λυχνία καὶ τὰ θυσιαστήρια καὶ τὰ σκεύη τοῦ ἁγίου, ὅσα λειτουργοῦσιν ἐν αὐτοῖς, καὶ τὸ κατακάλυμμα καὶ πάντα τὰ ἔργα αὐτῶν. 32 καὶ ἄρχων ἐπὶ τῶν ἀρχόντων τῶν Λευιτῶν Ἐλεαζὰρ υἱὸς Ἀαρὼν τοῦ ἱερέως καθεσταμένος φυλάσσειν τὰς φυλακὰς τῶν ἁγίων. 33 Τῷ Μεραρὶ δῆμος Μοολὶ καὶ δῆμος Μουσί· οὗτοί εἰσιν δῆμοι Μεραρί. 34  ἐπίσκεψις αὐτῶν κατὰ ἀριθμόν, πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω, ἑξακισχίλιοι καὶ πεντήκοντα· 35 καὶ ἄρχων οἴκου πατριῶν τοῦ δήμου τοῦ Μεραρὶ Σουριὴλ υἱὸς Ἀβιχαίλ· ἐκ πλαγίων τῆς σκηνῆς παρεμβαλοῦσιν πρὸς βορρᾶν. 36  ἐπίσκεψις φυλακὴ υἱῶν Μεραρί· τὰς κεφαλίδας τῆς σκηνῆς καὶ τοὺς μοχλοὺς αὐτῆς καὶ τοὺς στύλους αὐτῆς καὶ τὰς βάσεις αὐτῆς καὶ πάντα τὰ σκεύη αὐτῶν καὶ τὰ ἔργα αὐτῶν 37 καὶ τοὺς στύλους τῆς αὐλῆς κύκλῳ καὶ τὰς βάσεις αὐτῶν καὶ τοὺς πασσάλους καὶ τοὺς κάλους αὐτῶν.

38 Καὶ οἱ παρεμβάλλοντες κατὰ πρόσωπον τῆς σκηνῆς τοῦ μαρτυρίου ἀπ᾿ ἀνατολῆς Μωυσῆς καὶ Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ φυλάσσοντες τὰς φυλακὰς τοῦ ἁγίου εἰς τὰς φυλακὰς τῶν υἱῶν Ἰσραήλ· καὶ ἀλλογενὴς ἁπτόμενος ἀποθανεῖται. 39 Πᾶσα ἐπίσκεψις τῶν Λευιτῶν, οὓς ἐπεσκέψατο Μωυσῆς καὶ Ἀαρὼν διὰ φωνῆς κυρίου κατὰ δήμους αὐτῶν πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω δύο καὶ εἴκοσι χιλιάδες.

40 Καὶ εἶπεν κύριος πρὸς Μωυσῆν λέγων Ἐπίσκεψαι πᾶν πρωτότοκον ἄρσεν τῶν υἱῶν Ἰσραὴλ ἀπὸ μηνιαίου καὶ ἐπάνω καὶ λαβὲ τὸν ἀριθμὸν ἐξ ὀνόματος· 41 καὶ λήμψῃ τοὺς Λευίτας ἐμοί, ἐγὼ κύριος, ἀντὶ πάντων τῶν πρωτοτόκων τῶν υἱῶν Ἰσραὴλ καὶ τὰ κτήνη τῶν Λευιτῶν ἀντὶ πάντων τῶν πρωτοτόκων ἐν τοῖς κτήνεσιν τῶν υἱῶν Ἰσραήλ. 42 καὶ ἐπεσκέψατο Μωυσῆς ὃν τρόπον ἐνετείλατο κύριος, πᾶν πρωτότοκον ἐν τοῖς υἱοῖς Ἰσραήλ· 43 καὶ ἐγένοντο πάντα τὰ πρωτότοκα τὰ ἀρσενικὰ κατὰ ἀριθμὸν ἐξ ὀνόματος ἀπὸ μηνιαίου καὶ ἐπάνω ἐκ τῆς ἐπισκέψεως αὐτῶν δύο καὶ εἴκοσι χιλιάδες τρεῖς καὶ ἑβδομήκοντα καὶ διακόσιοι. 44 Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων 45 Λαβὲ τοὺς Λευίτας ἀντὶ πάντων τῶν πρωτοτόκων τῶν υἱῶν Ἰσραὴλ καὶ τὰ κτήνη τῶν Λευιτῶν ἀντὶ τῶν κτηνῶν αὐτῶν, καὶ ἔσονται ἐμοὶ οἱ Λευῖται· ἐγὼ κύριος. 46 καὶ τὰ λύτρα τριῶν καὶ ἑβδομήκοντα καὶ διακοσίων, οἱ πλεονάζοντες παρὰ τοὺς Λευίτας ἀπὸ τῶν πρωτοτόκων τῶν υἱῶν Ἰσραήλ, 47 καὶ λήμψῃ πέντε σίκλους κατὰ κεφαλήν, κατὰ τὸ δίδραχμον τὸ ἅγιον λήμψῃ, εἴκοσι ὀβολοὺς τοῦ σίκλου, 48 καὶ δώσεις τὸ ἀργύριον Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ λύτρα τῶν πλεοναζόντων ἐν αὐτοῖς. 49 καὶ ἔλαβεν Μωυσῆς τὸ ἀργύριον, τὰ λύτρα τῶν πλεοναζόντων, εἰς τὴν ἐκλύτρωσιν τῶν Λευιτῶν· 50 παρὰ τῶν πρωτοτόκων τῶν υἱῶν Ἰσραὴλ ἔλαβεν τὸ ἀργύριον, χιλίους τριακοσίους ἑξήκοντα πέντε σίκλους κατὰ τὸν σίκλον τὸν ἅγιον. 51 καὶ ἔδωκεν Μωυσῆς τὰ λύτρα τῶν πλεοναζόντων Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ διὰ φωνῆς κυρίου ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ.




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era