1 καὶ ὡς προσηύξατο Ἔσδρας καὶ ὡς ἐξηγόρευσεν κλαίων καὶ προσευχόμενος ἐνώπιον οἴκου τοῦ θεοῦ συνήχθησαν πρὸς αὐτὸν ἀπὸ Ἰσραὴλ ἐκκλησία πολλὴ σφόδρα ἄνδρες καὶ γυναῖκες καὶ νεανίσκοι ὅτι ἔκλαυσεν ὁ λαὸς καὶ ὕψωσεν κλαίων
2 καὶ ἀπεκρίθη Σεχενιας υἱὸς Ἰεϊὴλ ἀπὸ υἱῶν Ἠλὰμ καὶ εἶπεν τῷ Ἔσδρὰ ἡμεῖς ἠσυνθετήσαμεν τῷ θεῷ ἡμῶν καὶ ἐκαθίσαμεν γυναῖκας ἀλλοτρίας ἀπὸ λαῶν τῆς γῆς καὶ νῦν ἔστιν ὑπομονὴ τῷ Ἰσραὴλ ἐπὶ τούτῳ
3 καὶ νῦν διαθώμεθα διαθήκην τῷ θεῷ ἡμῶν ἐκβαλεῖν πάσας τὰς γυναῖκας καὶ τὰ γενόμενα ἐξ αὐτῶν ὡς ἂν βούλῃ ἀνάστηθι καὶ φοβέρισον αὐτοὺς ἐν ἐντολαῖς θεοῦ ἡμῶν καὶ ὡς ὁ νόμος γενηθήτω
4 ἀνάστα ὅτι ἐπὶ σὲ τὸ ῥῆμα καὶ ἡμεῖς μετὰ σου κραταιοῦ καὶ ποίησον
5 καὶ ἀνέστη Ἔσδρας καὶ ὥρκισεν τοὺς ἄρχοντας τοὺς ἱερεῖς καὶ Λευίτας καὶ πάντα Ἰσραὴλ τοῦ ποιῆσαι κατὰ τὸ ῥῆμα τοῦτο καὶ ὤμοσαν
6 καὶ ἀνέστη Ἔσδρας ἀπὸ προσώπου οἴκου τοῦ θεοῦ καὶ ἐπορεύθη εἰς γαζοφυλάκιον Ἰωανὰν υἱοῦ Ἐλισοὺβ καὶ ἐπορεύθη ἐκεῖ ἄρτον οὐκ ἔφαγεν καὶ ὕδωρ οὐκ ἔπιεν ὅτι ἐπένθει ἐπὶ τῇ ἀσυνθεσίᾳ τῆς ἀποικίας
7 καὶ παρήνεγκαν φωνὴν ἐν Ἰοῦδα καὶ ἐν Ἱερουσαλὴμ πᾶσιν τοῖς υἱοῖς τῆς ἀποικίας τοῦ συναθροισθῆναι εἰς Ἱερουσαλὴμ
8 καὶ πᾶς ὃς ἂν μὴ ἔλθῃ εἰς τρεῖς ἡμέρας ὡς ἡ βουλὴ τῶν ἀρχόντων καὶ τῶν πρεσβυτέρων ἀναθεματισθήσεται πᾶσα ἡ ὕπαρξις αὐτοῦ καὶ αὐτὸς διασταλήσεται ἀπὸ ἐκκλησίας τῆς ἀποικίας
9 καὶ συνήχθησαν πάντες ἄνδρες Ἰοῦδα καὶ Βενιαμὶν εἰς Ἱερουσαλὴμ εἰς τὰς τρεῖς ἡμέρας οὗτος ὁ μὴν ὁ ἔνατος ἐν εἰκάδι τοῦ μηνὸς ἐκάθισεν πᾶς ὁ λαὸς ἐν πλατείᾳ οἴκου τοῦ θεοῦ ἀπὸ θορύβου αὐτῶν περὶ τοῦ ῥήματος καὶ ἀπὸ τοῦ χειμῶνος
10 καὶ ἀνέστη Ἔσδρας ὁ ἱερεὺς καὶ εἶπεν πρὸς αὐτούς ὑμεῖς ἠσυνθετήκατε καὶ ἐκαθίσατε γυναῖκας ἀλλοτρίας τοῦ προσθεῖναι ἐπὶ πλημμέλειαν Ἰσραὴλ
11 καὶ νῦν δότε αἴνεσιν κυρίῳ τῷ θεῷ τῶν πατέρων ὑμῶν καὶ ποιήσατε τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ καὶ διαστάλητε ἀπὸ λαῶν τῆς γῆς καὶ ἀπὸ τῶν γυναικῶν τῶν ἀλλοτρίων
12 καὶ ἀπεκρίθησαν πᾶσα ἡ ἐκκλησία καὶ εἶπαν μέγα τοῦτο τὸ ῥῆμά σου ἐφ᾿ ἡμᾶς ποιῆσαι
13 ἀλλὰ ὁ λαὸς πολύς καὶ ὁ καιρὸς χειμερινός καὶ οὐκ ἔστιν δύναμις στῆναι ἔξω καὶ τὸ ἔργον οὐκ εἰς ἡμέραν μίαν καὶ οὐκ εἰς δύο ὅτι ἐπληθύναμεν τοῦ ἀδικῆσαι ἐν τῷ ῥήματι τούτῳ
14 στήτωσαν δὴ οἱ ἄρχοντες ἡμῶν τῇ πάσῃ ἐκκλησίᾳ καὶ πάντες οἱ ἐν πόλεσιν ἡμῶν ὃς ἐκάθισεν γυναῖκας ἀλλοτρίας ἐλθέτωσαν εἰς καιροὺς ἀπὸ συνταγῶν καὶ μετ᾿ αὐτῶν πρεσβύτεροι πόλεως καὶ πόλεως καὶ κριταὶ τοῦ ἀποστρέψαι ὀργὴν θυμοῦ θεοῦ ἡμῶν ἐξ ἡμῶν περὶ τοῦ ῥήματος τούτου
15 πλὴν Ἰωνάθαν υἱὸς Ἀσαὴλ καὶ Ἰαζια υἱὸς Θεκουε μετ᾿ ἐμοῦ περὶ τούτου καὶ Μεσουλὰμ καὶ Σαβαθαι ὁ Λευίτης βοηθῶν αὐτοῖς
16 καὶ ἐποίησαν οὕτως υἱοὶ τῆς ἀποικίας καὶ διεστάλησαν Ἔσδρας ὁ ἱερεὺς καὶ ἄνδρες ἄρχοντες πατριῶν τῷ οἴκῳ καὶ πάντες ἐν ὀνόμασιν ὅτι ἐπέστρεψαν ἐν ἡμέρᾳ μιᾷ τοῦ μηνὸς τοῦ δεκάτου ἐκζητῆσαι τὸ ῥῆμα
17 καὶ ἐτέλεσαν ἐν πᾶσιν ἀνδράσιν οἳ ἐκάθισαν γυναῖκας ἀλλοτρίας ἕως ἡμέρας μιᾶς τοῦ μηνὸς τοῦ πρώτου
18 καὶ εὑρέθησαν ἀπὸ υἱῶν τῶν ἱερέων οἳ ἐκάθισαν γυναῖκας ἀλλοτρίας ἀπὸ υἱῶν Ἰησοῦ υἱοῦ Ἰωσεδὲκ καὶ ἀδελφοὶ αὐτοῦ Μαασηὰ καὶ Ἐλιέζερ καὶ Ἰαρὶβ καὶ Γαδαλια
19 καὶ ἔδωκαν χεῖρα αὐτῶν τοῦ ἐξενέγκαι γυναῖκας αὐτῶν καὶ πλημμελείας κριὸν ἐκ προβάτων περὶ πλημμελήσεως αὐτῶν
20 καὶ ἀπὸ υἱῶν Ἐμμὴρ Ἁνανὶ καὶ Ζαβδια
21 καὶ ἀπὸ υἱῶν Ἠρὰμ Μασαία καὶ Ἐλία καὶ Σαμαία καὶ Ἰεϊὴλ καὶ Οζιὰ
22 καὶ ἀπὸ υἱῶν Φασοὺρ Ἐλιωηναὶ Μαασαιὰ καὶ Ἰσμαὴλ καὶ Ναθαναὴλ καὶ Ἰωζαβὰδ καὶ Ἐλασα
23 καὶ ἀπὸ τῶν Λευιτῶν Ἰωζαβὰδ καὶ Σαμου καὶ Κωλία αὐτὸς Κωλιτας καὶ Φαθαια καὶ Ἰοδομ καὶ Ἐλιέζερ
24 καὶ ἀπὸ τῶν ᾀδόντων Ἐλλισὰφ καὶ ἀπὸ τῶν πυλωρῶν Σελλὴμ καὶ Τελημ καὶ Ὀδουε
25 καὶ ἀπὸ Ἰσραὴλ ἀπὸ υἱῶν Φορὸς Ῥαμια καὶ Ἰαζια καὶ Μελχία καὶ Μεαμιν καὶ Ἐλεαζὰρ καὶ Ἀσαβία καὶ Βαναία
26 καὶ ἀπὸ υἱῶν Ἠλὰμ Μαθανία καὶ Ζαχαρία καὶ Ἰαϊηλ καὶ Άβδία καὶ Ἰαριμὼθ καὶ Ἐλία
27 καὶ ἀπὸ υἱῶν Ζαθουὰ Ἐλιωηναὶ Ἐλισοὺβ Μαθανία καὶ Ἰαρμωθ καὶ Ζαβαδ καὶ Ὀζιζα
28 καὶ ἀπὸ υἱῶν Βαβι Ἰωανὰν Ἁνανιὰ καὶ Ζαβοὺ Ὀθαλι
29 καὶ ἀπὸ υἱῶν Βανουὶ Μεσουλὰμ Μαλοὺχ Ἀδαιας Ἰασοὺβ καὶ Σαλουια καὶ Ῥημωθ
30 καὶ ἀπὸ υἱῶν Φααθμωὰβ Ἐδενε Χαληλ Βαναία Μασηα Μαθανία Βεσεληλ καὶ Βανουὶ καὶ Μανασσῆ
31 καὶ ἀπὸ υἱῶν Ἠράμ Ἐλιέζερ Ἰεσσια Μελχία Σαμαία Σεμεων
32 Βενιαμὶν Μαλοὺχ Σαμαρία
33 καὶ ἀπὸ υἱῶν Ἠσὰμ Μαθανι Μαθαθα Ζαβὲδ Ἐλιφαλεθ Ἰεραμι Μανασσῆ Σεμεῒ
34 ἀπὸ υἱῶν Βανὶ Μοοδι Ἀμρὰμ Οὐηλ
35 Βαναία Βαδαια Χελια
36 Οὐιεχωα Ἰεραμωθ Ἐλιασίβ
37 Μαθανία Μαθαναι καὶ ἐποίησαν
38 οἱ υἱοὶ Βανουὶ καὶ οἱ υἱοὶ Σεμεῒ
39 καὶ Σελεμία καὶ Νάθαν καὶ Ἀδαιὰ
40 Μαχναδαβου Σεσὶ Σαρου
41 Ἐζερηλ καὶ Σελεμία καὶ Σαμαρία
43 ἀπὸ υἱῶν Ναβου Ἰεϊὴλ Μαθαθια Σεδεμ Ζαμβινα Ἰαδαῒ καὶ Ἰωὴλ καὶ Βαναία
44 πάντες οὗτοι ἐλάβοσαν γυναῖκας ἀλλοτρίας καὶ ἐγέννησαν ἐξ αὐτῶν υἱούς .