Car Repair Manuals

Ezra

Ἔσδρας

Chapter 7

1  καὶ μετὰ τὰ ῥήματα ταῦτα ἐν βασιλείᾳ Ἀρθασασθὰ βασιλέως Περσῶν ἀνέβη Ἔσδρας υἱὸς Σαραιου υἱοῦ Ἀζαρίου υἱοῦ Ἐλκία

2  υἱοῦ Σαλοὺμ υἱοῦ Σαδδοὺκ υἱοῦ Ἀχιτὼβ

3  υἱοῦ Σαμαρία υἱοῦ Ἐσρια υἱοῦ Μαρερωθ

4  υἱοῦ Ζαραιὰ υἱοῦ Σαουια υἱοῦ Βοκκι

5  υἱοῦ Ἀβισουὲ υἱοῦ Φινεὲς υἱοῦ Ἐλεαζὰρ υἱοῦ Ἀαρὼν τοῦ ἱερέως τοῦ πρώτου

6  αὐτὸς Ἔσδρας ἀνέβη ἐκ βαβυλῶνος καὶ αὐτὸς γραμματεὺς ταχὺς ἐν νόμῳ Μωυσῆ ὃν ἔδωκεν κύριος θεὸς Ἰσραὴλ καὶ ἔδωκεν αὐτῷ βασιλεύς ὅτι χεὶρ κυρίου θεοῦ αὐτοῦ ἐπ᾿ αὐτὸν ἐν πᾶσιν οἷς ἐζήτει αὐτός

7  καὶ ἀνέβησαν ἀπὸ υἱῶν Ἰσραὴλ καὶ ἀπὸ τῶν ἱερέων καὶ ἀπὸ τῶν Λευιτῶν καὶ οἱ ᾄδοντες καὶ οἱ πυλωροὶ καὶ οἱ Ναθινὶμ εἰς Ἱερουσαλὴμ ἐν ἔτει ἑβδόμῳ τῷ Ἀρθασασθὰ τῷ βασιλεῖ

8  καὶ ἤλθοσαν εἰς Ἱερουσαλὴμ τῷ μηνὶ τῷ πέμπτῳ τοῦτο ἔτος ἕβδομον τῷ βασιλεῖ

9  ὅτι ἐν μιᾷ τοῦ μηνὸς τοῦ πρώτου αὐτὸς ἐθεμελίωσεν τὴν ἀνάβασιν τὴν ἀπὸ βαβυλῶνος ἐν δὲ τῇ πρώτῃ τοῦ μηνὸς τοῦ πέμπτου ἤλθοσαν εἰς Ἱερουσαλὴμ ὅτι χεὶρ θεοῦ αὐτοῦ ἦν ἀγαθὴ ἐπ᾿ αὐτόν

10  ὅτι Ἔσδρας ἔδωκεν ἐν καρδίᾳ αὐτοῦ ζητῆσαι τὸν νόμον καὶ ποιεῖν καὶ διδάσκειν ἐν Ἰσραὴλ προστάγματα καὶ κρίματα

11  καὶ αὕτη διασάφησις τοῦ διατάγματος οὗ ἔδωκεν Ἀρθασασθὰ τῷ Ἔσδρὰ τῷ ἱερεῖ τῷ γραμματεῖ βιβλίου λόγων ἐντολῶν κυρίου καὶ προσταγμάτων αὐτοῦ ἐπὶ τὸν Ἰσραὴλ

12  Ἀρθασασθὰ βασιλεὺς βασιλέων Ἔσδρὰ γραμματεῖ νόμου τοῦ θεοῦ τοῦ οὐρανοῦ τετέλεσται λόγος καὶ ἀπόκρισις

13  ἀπ᾿ ἐμοῦ ἐτέθη γνώμη ὅτι πᾶς ἑκουσιαζόμενος ἐν βασιλείᾳ μου ἀπὸ λαοῦ Ἰσραὴλ καὶ ἱερέων καὶ Λευιτῶν πορευθῆναι εἰς Ἱερουσαλὴμ μετὰ σου πορευθῆναι

14  ἀπὸ προσώπου τοῦ βασιλέως καὶ τῶν ἑπτὰ συμβούλων ἀπεστάλη ἐπισκέψασθαι ἐπὶ τὴν Ἰουδαίαν καὶ εἰς Ἱερουσαλὴμ νόμῳ θεοῦ αὐτῶν τῷ ἐν χειρί σου

15  καὶ εἰς οἶκον κυρίου ἀργύριον καὶ χρυσίον βασιλεὺς καὶ οἱ σύμβουλοι ἡκουσιάσθησαν τῷ θεῷ τοῦ Ἰσραὴλ τῷ ἐν Ἱερουσαλὴμ κατασκηνοῦντι

16  καὶ πᾶν ἀργύριον καὶ χρυσίον τι ἐὰν εὕρῃς ἐν πάσῃ χώρᾳ βαβυλῶνος μετὰ ἑκουσιασμοῦ τοῦ λαοῦ καὶ ἱερέων τῶν ἑκουσιαζομένων εἰς οἶκον θεοῦ τὸν ἐν Ἱερουσαλὴμ

17  καὶ πᾶν προσπορευόμενον τοῦτον ἑτοίμως ἔνταξον ἐν βιβλίῳ τούτῳ μόσχους κριούς ἀμνοὺς καὶ θυσίας αὐτῶν καὶ σπονδὰς αὐτῶν καὶ προσοίσεις αὐτὰ ἐπὶ θυσιαστηρίου τοῦ οἴκου τοῦ θεοῦ ὑμῶν τοῦ ἐν Ἱερουσαλὴμ

18  καὶ εἴ τι ἐπὶ σὲ καὶ τοὺς ἀδελφούς σου ἀγαθυνθῇ ἐν καταλοίπῳ τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου ποιῆσαι ὡς ἀρεστὸν τῷ θεῷ ὑμῶν ποιήσατε

19  καὶ τὰ σκεύη τὰ διδόμενά σοὶ εἰς λειτουργίαν οἴκου θεοῦ παράδος ἐνώπιον τοῦ θεοῦ ἐν Ἱερουσαλὴμ

20  καὶ κατάλοιπον χρείας οἴκου θεοῦ σου ἂν φανῇ σοὶ δοῦναι δώσεις ἀπὸ οἴκων γάζης βασιλέως

21  καὶ ἀπ᾿ ἐμοῦ ἐγὼ Ἀρθασασθὰ βασιλεύς ἔθηκα γνώμην πάσαις ταῖς γάζαις ταῖς ἐν πέρα τοῦ ποταμοῦ ὅτι πᾶν ἂν αἰτήσῃ ὑμᾶς Ἔσδρας ἱερεὺς καὶ γραμματεὺς τοῦ νόμου τοῦ θεοῦ τοῦ οὐρανοῦ ἑτοίμως γιγνέσθω

22  ἕως ἀργυρίου ταλάντων ἑκατὸν καὶ ἕως πυροῦ κόρων ἑκατὸν καὶ ἕως οἴνου βάδων ἑκατὸν καὶ ἕως ἐλαίου βάδων ἑκατὸν καὶ ἅλας οὗ οὐκ ἔστιν γραφή

23  πᾶν ἐστιν ἐν γνώμῃ θεοῦ τοῦ οὐρανοῦ γιγνέσθω προσέχετε μή τις ἐπιχειρήσῃ εἰς οἶκον θεοῦ τοῦ οὐρανοῦ μήποτε γένηται ὀργὴ ἐπὶ τὴν βασιλείαν τοῦ βασιλέως καὶ τῶν υἱῶν αὐτοῦ

24  καὶ ὑμῖν ἐγνώρισται ἐν πᾶσιν τοῖς ἱερεῦσιν καὶ τοῖς Λευίταις ᾄδουσιν πυλωροῖς Ναθινὶμ καὶ λειτουργοῖς οἴκου θεοῦ τούτου φόρος μὴ ἔστω σοὶ οὐκ ἐξουσιάσεις καταδουλοῦσθαι αὐτούς

25  καὶ σύ Ἔσδρὰ ὡς σοφία τοῦ θεοῦ ἐν χειρί σου κατάστησον γραμματεῖς καὶ κριτάς ἵνα ὦσιν κρίνοντες παντὶ τῷ λαῷ τῷ ἐν πέρα τοῦ ποταμοῦ πᾶσιν τοῖς εἰδόσιν νόμον τοῦ θεοῦ σου καὶ τῷ μὴ εἰδότι γνωριεῖτε

26  καὶ πᾶς ὃς ἂν μὴ ποιῶν νόμον τοῦ θεοῦ καὶ νόμον τοῦ βασιλέως ἑτοίμως τὸ κρίμα ἔσται γιγνόμενον ἐξ αὐτοῦ ἐάν τε εἰς θάνατον ἐάν τε εἰς παιδείαν ἐάν τε εἰς ζημίαν τοῦ βίου ἐάν τε εἰς δεσμά

27  εὐλογητὸς κύριος θεὸς τῶν πατέρων ἡμῶν ὃς ἔδωκεν οὕτως ἐν καρδίᾳ τοῦ βασιλέως τοῦ δοξάσαι τὸν οἶκον κυρίου τὸν ἐν Ἱερουσαλὴμ

28  καὶ ἐπ᾿ ἐμὲ ἔκλινεν ἔλεος ἐν ὀφθαλμοῖς τοῦ βασιλέως καὶ τῶν συμβούλων αὐτοῦ καὶ πάντων τῶν ἀρχόντων τοῦ βασιλέως τῶν ἐπηρμένων καὶ ἐγὼ ἐκραταιώθην ὡς χεὶρ θεοῦ ἀγαθὴ ἐπ᾿ ἐμέ καὶ συνῆξα ἀπὸ Ἰσραὴλ ἄρχοντας ἀναβῆναι μετ᾿ ἐμοῦ




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era