Car Repair Manuals

Ezra

Ἔσδρας

Chapter 8

1  καὶ οὗτοι οἱ ἄρχοντες πατριῶν αὐτῶν οἱ ὁδηγοὶ ἀναβαίνοντες μετ᾿ ἐμοῦ ἐν βασιλείᾳ Ἀρθασασθὰ τοῦ βασιλέως βαβυλῶνος

2  ἀπὸ υἱῶν Φινεὲς Γηρσὼμ ἀπὸ υἱῶν Ἰθαμὰρ Δανιὴλ ἀπὸ υἱῶν Δαυὶδ Ἀτοὺς

3  ἀπὸ υἱῶν Σαχανία ἀπὸ υἱῶν Φορὸς Ζαχαρίας καὶ μετ᾿ αὐτοῦ τὸ σύστρεμμα ἑκατὸν καὶ πεντήκοντα

4  ἀπὸ υἱῶν Φααθμωὰβ Ἐλιανα υἱὸς Ζαραιὰ καὶ μετ᾿ αὐτοῦ διακόσιοι τὰ ἀρσενικά

5  ἀπὸ υἱῶν Ζαθοης Σεχενιας υἱὸς Ἀζιηλ καὶ μετ᾿ αὐτοῦ τριακόσιοι τὰ ἀρσενικά

6  καὶ ἀπὸ υἱῶν Ἀδιν Ὀβηθ υἱὸς Ἰωνάθαν καὶ μετ᾿ αὐτοῦ πεντήκοντα τὰ ἀρσενικά

7  καὶ ἀπὸ υἱῶν Ἠλὰμ Ἰεσία υἱὸς Ἀθελια καὶ μετ᾿ αὐτοῦ ἑβδομήκοντα τὰ ἀρσενικά

8  καὶ ἀπὸ υἱῶν Σαφατία Ζαβδια υἱὸς Μιχαὴλ καὶ μετ᾿ αὐτοῦ ὀγδοήκοντα τὰ ἀρσενικά

9  καὶ ἀπὸ υἱῶν Ἰωὰβ Ἀβαδια υἱὸς Ἰεϊὴλ καὶ μετ᾿ αὐτοῦ διακόσιοι δέκα ὀκτὼ τὰ ἀρσενικά

10  καὶ ἀπὸ υἱῶν Βαανι Σαλιμουθ υἱὸς Ἰωσεφια καὶ μετ᾿ αὐτοῦ ἑκατὸν ἑξήκοντα τὰ ἀρσενικά

11  καὶ ἀπὸ υἱῶν Βαβι Ζαχαρία υἱὸς Βαβι καὶ μετ᾿ αὐτοῦ ἑβδομήκοντα ὀκτὼ τὰ ἀρσενικά

12  καὶ ἀπὸ υἱῶν Ἀσγὰδ Ἰωανὰν υἱὸς Ἀκαταν καὶ μετ᾿ αὐτοῦ ἑκατὸν δέκα τὰ ἀρσενικά

13  καὶ ἀπὸ υἱῶν Ἀδωνικαμ ἔσχατοι καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν Ἀλιφαλατ Ἰεϊὴλ καὶ Σαμαία καὶ μετ᾿ αὐτῶν ἑξήκοντα τὰ ἀρσενικά

14  καὶ ἀπὸ υἱῶν Βαγο Οὐθι καὶ μετ᾿ αὐτοῦ ἑβδομήκοντα τὰ ἀρσενικά

15  καὶ συνῆξα αὐτοὺς πρὸς τὸν ποταμὸν τὸν ἐρχόμενον πρὸς τὸν Εὐὶ καὶ παρενεβάλομεν ἐκεῖ ἡμέρας τρεῖς καὶ συνῆκα ἐν τῷ λαῷ καὶ ἐν τοῖς ἱερεῦσιν καὶ ἀπὸ υἱῶν Λευὶ οὐχ εὗρον ἐκεῖ

16  καὶ ἀπέστειλα τῷ Ἐλεαζὰρ τῷ Ἀριὴλ τῷ Σαμαία καὶ τῷ Ἀλωναμ καὶ τῷ Ἰαρὶβ καὶ τῷ Ἐλναθαν καὶ τῷ Νάθαν καὶ τῷ Ζαχαρία καὶ τῷ Μεσουλὰμ ἄνδρας καὶ τῷ Ἰωαρὶβ καὶ τῷ Ἐλναθαν συνίοντας

17  καὶ ἐξήνεγκα αὐτοὺς ἐπὶ ἄρχοντος ἐν ἀργυρίῳ τοῦ τόπου καὶ ἔθηκα ἐν στόματι αὐτῶν λόγους λαλῆσαι πρὸς τοὺς ἀδελφοὺς αὐτῶν τοὺς Ναθινὶμ ἐν ἀργυρίῳ τοῦ τόπου τοῦ ἐγκαινίοις ἡμῖν ᾄδοντας εἰς οἶκον θεοῦ ἡμῶν

18  καὶ ἤλθοσαν ἡμῖν ὡς χεὶρ θεοῦ ἡμῶν ἀγαθὴ ἐφ᾿ ἡμᾶς ἀνὴρ σαχὼν ἀπὸ υἱῶν Μοολὶ υἱοῦ Λευὶ υἱοῦ Ἰσραὴλ καὶ ἀρχὴν ἤλθοσαν υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ ὀκτωκαίδεκα

19  καὶ τὸν Ἀσεβια καὶ τὸν Ὀσαιαν ἀπὸ υἱῶν Μεραρὶ ἀδελφοὶ αὐτοῦ καὶ υἱοὶ αὐτῶν εἴκοσι

20  καὶ ἀπὸ τῶν Ναθινὶμ ὧν ἔδωκεν Δαυὶδ καὶ οἱ ἄρχοντες εἰς δουλείαν τῶν Λευιτῶν Ναθινὶμ διακόσιοι καὶ εἴκοσι πάντες συνήχθησαν ἐν ὀνόμασιν

21  καὶ ἐκάλεσα ἐκεῖ νηστείαν ἐπὶ τὸν ποταμὸν Ἀουε τοῦ ταπεινωθῆναι ἐνώπιον θεοῦ ἡμῶν ζητῆσαι παρ᾿ αὐτοῦ ὁδὸν εὐθεῖαν ἡμῖν καὶ τοῖς τέκνοις ἡμῶν καὶ πάσῃ τῇ κτήσει ἡμῶν

22  ὅτι ᾐσχύνθην αἰτήσασθαι παρὰ τοῦ βασιλέως δύναμιν καὶ ἱππεῖς σῶσαι ἡμᾶς ἀπὸ ἐχθροῦ ἐν τῇ ὁδῷ ὅτι εἴπαμεν τῷ βασιλεῖ λέγοντες χεὶρ τοῦ θεοῦ ἡμῶν ἐπὶ πάντας τοὺς ζητοῦντας αὐτὸν εἰς ἀγαθόν καὶ κράτος αὐτοῦ καὶ θυμὸς αὐτοῦ ἐπὶ πάντας ἐγκαταλείποντας αὐτόν

23  καὶ ἐνηστεύσαμεν καὶ ἐζητήσαμεν παρὰ τοῦ θεοῦ ἡμῶν περὶ τούτου καὶ ἐπήκουσεν ἡμῖν

24  καὶ διέστειλα ἀπὸ ἀρχόντων τῶν ἱερέων δώδεκα τῷ Σαραιὰ Ἀσαβία καὶ μετ᾿ αὐτῶν ἀπὸ ἀδελφῶν αὐτῶν δέκα

25  καὶ ἔστησα αὐτοῖς τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη ἀπαρχῆς οἴκου θεοῦ ἡμῶν ὕψωσεν βασιλεὺς καὶ οἱ σύμβουλοι αὐτοῦ καὶ οἱ ἄρχοντες αὐτοῦ καὶ πᾶς Ἰσραὴλ οἱ εὑρισκόμενοι

26  καὶ ἔστησα ἐπὶ χεῖρας αὐτῶν ἀργυρίου τάλαντα ἑξακόσια καὶ πεντήκοντα καὶ σκεύη ἀργυρᾶ ἑκατὸν καὶ τάλαντα χρυσίου ἑκατὸν

27  καὶ καφουρη χρυσοῖ εἴκοσι εἰς τὴν ὁδὸν χίλιοι καὶ σκεύη χαλκοῦ στίλβοντος ἀγαθοῦ διάφορα ἐπιθυμητὰ ἐν χρυσίῳ

28  καὶ εἶπα πρὸς αὐτούς ὑμεῖς ἅγιοι τῷ κυρίῳ καὶ τὰ σκεύη ἅγια καὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον ἑκούσια τῷ κυρίῳ θεῷ πατέρων ὑμῶν

29  ἀγρυπνεῖτε καὶ τηρεῖτε ἕως στῆτε ἐνώπιον ἀρχόντων τῶν ἱερέων καὶ τῶν Λευιτῶν καὶ τῶν ἀρχόντων τῶν πατριῶν ἐν Ἱερουσαλὴμ εἰς σκηνὰς οἴκου κυρίου

30  καὶ ἐδέξαντο οἱ ἱερεῖς καὶ οἱ Λευῖται σταθμὸν τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου καὶ τῶν σκευῶν ἐνεγκεῖν εἰς Ἱερουσαλὴμ εἰς οἶκον θεοῦ ἡμῶν

31  καὶ ἐξήραμεν ἀπὸ τοῦ ποταμοῦ Ἀουε ἐν τῇ δωδεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου τοῦ ἐλθεῖν εἰς Ἱερουσαλὴμ καὶ χεὶρ θεοῦ ἡμῶν ἦν ἐφ᾿ ἡμῖν καὶ ἐρρύσατο ἡμᾶς ἀπὸ χειρὸς ἐχθροῦ καὶ πολεμίου ἐν τῇ ὁδῷ

32  καὶ ἤλθομεν εἰς Ἱερουσαλὴμ καὶ ἐκαθίσαμεν ἐκεῖ ἡμέρας τρεῖς

33  καὶ ἐγενήθη τῇ ἡμέρᾳ τῇ τετάρτῃ ἐστήσαμεν τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη ἐν οἴκῳ θεοῦ ἡμῶν ἐπὶ χεῖρα Μεριμωθ υἱοῦ Οὐρία τοῦ ἱερέως καὶ μετ᾿ αὐτοῦ Ἐλεαζὰρ υἱὸς Φινεὲς καὶ μετ᾿ αὐτῶν Ἰωζαβὰδ υἱὸς Ἰησοῦ καὶ Νωαδία υἱὸς Βαναία οἱ Λευῖται

34  ἐν ἀριθμῷ καὶ ἐν σταθμῷ τὰ πάντα καὶ ἐγράφη πᾶς σταθμός ἐν τῷ καιρῷ ἐκείνῳ

35  οἱ ἐλθόντες ἀπὸ τῆς αἰχμαλωσίας υἱοὶ τῆς παροικίας προσήνεγκαν ὁλοκαυτώσεις τῷ θεῷ Ἰσραὴλ μόσχους δώδεκα περὶ παντὸς Ἰσραὴλ κριοὺς ἐνενήκοντα ἕξ ἀμνοὺς ἑβδομήκοντα καὶ ἑπτά χιμάρους περὶ ἁμαρτίας δώδεκα τὰ πάντα ὁλοκαυτώματα τῷ κυρίῳ

36  καὶ ἔδωκαν τὸ νόμισμα τοῦ βασιλέως τοῖς διοικηταῖς τοῦ βασιλέως καὶ ἐπάρχοις πέραν τοῦ ποταμοῦ καὶ ἐδόξασαν τὸν λαὸν καὶ τὸν οἶκον τοῦ θεοῦ




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era