1 Ἐὰν δέ τις ἰουδαϊσμὸν ἑρμηνεύῃ ὑμῖν , μὴ ἀκούετε αὐτοῦ . ἄμεινον γάρ ἐστιν παρὰ ἀνδρὸς περιτομὴν ἔχοντος χριστιανισμὸν ἀκούειν , ἢ παρὰ ἀκροβύστου ἰουδαϊσμόν . ἐὰν δὲ ἀμφότεροι περὶ Ἰησοῦ χριστοῦ μὴ λαλῶσιν , οὗτοι ἐμοὶ στῆλαί εἰσιν καὶ τάφοι νεκρῶν , ἐφ᾿ οἷς γέγραπται μόνον ὀνόματα ἀνθρώπων . 2 φεύγετε οὖν τὰς κακοτεχνίας καὶ ἐνέδρας τοῦ ἄρχοντος τοῦ αἰῶνος τούτου , μήποτε θλιβέντες τῇ γνώμῃ αὐτοῦ ἐξασθενήσετε ἐν τῇ ἀγάπῃ · ἀλλὰ πάντες ἐπὶ τὸ αὐτὸ γίνεσθε ἐν ἀμερίστῳ καρδίᾳ .
3 Εὐχαριστῶ δὲ τῷ θεῷ μου , ὅτι εὐσυνείδητός εἰμι ἐν ὑμῖν καὶ οὐκ ἔχει τις καυχήσασθαι οὔτε λάθρα οὔτε φανερῶς , ὅτι ἐβάρησά τινα ἐν μικρῷ ἢ ἐν μεγάλῳ . καὶ πᾶσι δέ , ἐν οἷς ἐλάλησα , εὔχομαι , ἵνα μὴ εἰς μαρτύριον αὐτὸ κτήσωνται .