Σπουδάσατε οὖν μιᾷ εὐχαριστίᾳ χρῆσθαι · μία γὰρ σὰρξ τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ καὶ ἓν ποτήριον εἰς ἕνωσιν τοῦ αἵματος αὐτοῦ , ἓν θυσιαστήριον , ὡς εἷς ἐπίσκοπος ἅμα τῷ πρεσβυτερίῳ καὶ διακόνοις τοῖς συνδούλοις μου · ἵνα , ὃ ἐὰν πράσσητε , κατὰ θεὸν πράσσητε .