1 Ἀδελφοί μου , λίαν ἐκκέχυμαι ἀγαπῶν ὑμᾶς καὶ ὑπεραγαλλόμενος ἀσφαλίζομαι ὑμᾶς · οὐκ ἐγὼ δέ , ἀλλ᾿ Ἰησοῦς Χριστός , ἐν ᾧ δεδεμένος φοβοῦμαι μᾶλλον , ὡς ἔτι ὢν ἀναπάρτιστος · ἀλλ᾿ ἡ προσευχὴ ὑμῶν εἰς θεόν με ἀπαρτίσει , ἵνα ἐν ᾧ κλήρῳ ἠλεήθην ἐπιτύχω , προσφυγὼν τῷ εὐαγγελίῳ ὡς σαρκὶ Ἰησοῦ , καὶ τοῖς ἀποστόλοις ὡς πρεσβυτερίῳ ἐκκλησίας . 2 καὶ τοὺς προφήτας δὲ ἀγαπῶμεν , διὰ τὸ καὶ αὐτοὺς εἰς τὸ εὐαγγέλιον κατηγγελκέναι καὶ εἰς αὐτὸν ἐλπίζειν καὶ αὐτὸν ἀναμένειν , ἐν ᾧ καὶ πιστεύσαντες ἐσώθησαν , ἐν ἑνότητι Ἰησοῦ χριστοῦ ὄντες , ἀξιαγάπητοι καὶ ἀξιοθαύμαστοι ἅγιοι , ὑπὸ Ἰησοῦ χριστοῦ μεμαρτυρημένοι καὶ συνηριθμημένοι ἐν τῷ εὐαγγελίῳ τῆς κοινῆς ἐλπίδος .