1 Ἐπειδὴ κατὰ τὴν προσευχὴν ὑμῶν καὶ κατὰ τὰ σπλάγχνα , ἃ ἔχετε ἐν Χριστῷ Ἰησοῦ , ἀπηγγέλη μοι εἰρηνεύειν τὴν ἐκκλησίαν τὴν ἐν Ἀντιοχείᾳ τῆς Συρίας , πρέπον ἐστὶν ὑμῖν ὡς ἐκκλησίᾳ θεοῦ , χειροτονῆσαι διάκονον εἰς τὸ πρεσβεῦσαι ἐκεῖ θεοῦ πρεσβείαν , εἰς τὸ συγχαρῆναι αὐτοῖς ἐπὶ τὸ αὐτὸ γενομένοις καὶ δοξάσαι τὸ ὄνομα . 2 μακάριος ἐν Ἰησοῦ Χριστῷ , ὃς καταξιωθήσεται τῆς τοιαύτης διακονίας , καὶ ὑμεῖς δοξασθήσεσθε . θέλουσιν δὲ ὑμῖν οὐκ ἔστιν ἀδύνατον ὑπὲρ ὀνόματος θεοῦ , ὡς καὶ αἱ ἔγγιστα ἐκκλησίαι ἔπεμψαν ἐπισκόπους , αἱ δὲ πρεσβυτέρους καὶ διακόνους .