1 Ἀπέχεσθε τῶν κακῶν βοτανῶν , ἅστινας οὐ γεωργεῖ Ἰησοῦς Χριστός , διὰ τὸ μὴ εἶναι αὐτοὺς φυτείαν πατρός · οὐχ ὅτι παρ᾿ ὑμῖν μερισμὸν εὗρον , ἀλλ᾿ ἀποδιϋλισμόν . 2 ὅσοι γὰρ θεοῦ εἰσιν καὶ Ἰησοῦ χριστοῦ , οὗτοι μετὰ τοῦ ἐπισκόπου εἰσίν . καὶ ὅσοι ἄν μετανοήσαντες ἔλθωσιν ἐπὶ τὴν ἑνότητα τῆς ἐκκλησίας , καὶ οὗτοι θεοῦ ἔσονται , ἵνα ὦσιν κατὰ Ἰησοῦν Χριστὸν ζῶντες . 3 μὴ πλανᾶσθε , ἀδελφοί μου · εἴ τις σχίζοντι ἀκολουθεῖ , βασιλείαν θεοῦ οὐ κληρονομεῖ · εἴ τις ἐν ἀλλοτρίᾳ γνώμῃ περιπατεῖ , οὗτος τῷ πάθει οὐ συγκατατίθεται .