Car Repair Manuals

Tobit (Sinaiticus)

Τωβὶτ (Σιναϊτικὸς Κῶδιξ)

Chapter 6

1  καὶ ἐξῆλθεν τὸ παιδίον καὶ ἄγγελος μετ᾿ αὐτοῦ καὶ κύων ἐξῆλθεν μετ᾿ αὐτοῦ καὶ ἐπορεύθη μετ᾿ αὐτῶν καὶ ἐπορεύθησαν ἀμφότεροι καὶ ἔτυχεν αὐτοῖς νὺξ μία καὶ ηὐλίσθησαν ἐπὶ τοῦ Τίγριδος ποταμοῦ 2  καὶ κατέβη τὸ παιδίον περινίψασθαι τοὺς πόδας εἰς τὸν Τίγριν ποταμόν καὶ ἀναπηδήσας ἰχθὺς μέγας ἐκ τοῦ ὕδατος ἐβούλετο καταπιεῖν τὸν πόδα τοῦ παιδαρίου καὶ ἔκραξεν 3  καὶ ἄγγελος τῷ παιδαρίῳ εἶπεν ἐπιλαβοῦ καὶ ἐγκρατὴς τοῦ ἰχθύος γενοῦ καὶ ἐκράτησεν τὸ παιδάριον τοῦ ἰχθύος καὶ ἀνήνεγκεν αὐτὸν ἐπὶ τὴν γῆν 4  καὶ εἶπεν αὐτῷ ἄγγελος ἀνάσχισον τὸν ἰχθὺν καὶ ἔξελε τὴν χολὴν καὶ τὴν καρδίαν καὶ τὸ ἧπαρ αὐτοῦ καὶ ἀπόθες αὐτὰ μετὰ σαυτοῦ καὶ τὰ ἔγκατα ἔκβαλε ἔστιν γὰρ εἰς φάρμακον χρήσιμον χολὴ καὶ καρδία καὶ τὸ ἧπαρ αὐτοῦ 5  καὶ ἀνασχίσας τὸ παιδάριον τὸν ἰχθὺν συνήγαγεν τὴν χολὴν καὶ τὴν καρδίαν καὶ τὸ ἧπαρ καὶ ὤπτησεν τοῦ ἰχθύος καὶ ἔφαγεν καὶ ἀφῆκεν ἐξ αὐτοῦ ἡλισμένον 6  καὶ ἐπορεύθησαν ἀμφότεροι κοινῶς ἕως ἤγγισαν εἰς Μηδίαν 7  καὶ τότε ἠρώτησεν τὸ παιδάριον τὸν ἄγγελον καὶ εἶπεν αὐτῷ Ἀζαρία ἄδελφε τί τὸ φάρμακον ἐν τῇ καρδίᾳ καὶ τῷ ἥπατι τοῦ ἰχθύος καὶ ἐν τῇ χολῇ 8  καὶ εἶπεν αὐτῷ καρδία καὶ τὸ ἧπαρ τοῦ ἰχθύος κάπνισον ἐνώπιον ἀνθρώπου γυναικός ἀπάντημα δαιμονίου πνεύματος πονηροῦ καὶ φεύξεται ἀπ᾿ αὐτοῦ πᾶν ἀπάντημα καὶ οὐ μὴ μείνωσιν μετ᾿ αὐτοῦ εἰς τὸν αἰῶνα 9  καὶ χολή ἐγχρῖσαι ἀνθρώπου ὀφθαλμούς οὗ λευκώματα ἀνέβησαν ἐπ᾿ αὐτῶν ἐμφυσῆσαι ἐπ᾿ αὐτοὺς ἐπὶ τῶν λευκωμάτων καὶ ὑγιαίνουσιν 10  καὶ ὅτε εἰσῆλθεν εἰς Μηδίαν καὶ ἤδη ἤγγιζεν εἰς Ἐ;κβάτανα 11  λέγει Ῥαφαὴλ τῷ παιδαρίῳ Τωβία ἄδελφε καὶ εἶπεν αὐτῷ ἰδοὺ ἐγώ καὶ εἶπεν αὐτῷ ἐν τοῖς Ῥαγουήλου τὴν νύκτα ταύτην δεῖ ἡμᾶς αὐλισθῆναι καὶ ἄνθρωπος συγγενής σου ἐστιν καὶ ἔστιν αὐτῷ θυγάτηρ ὄνομα Σάῤῥα 12  καὶ υἱὸς ἄρσην οὐδὲ θυγάτηρ ὑπάρχει αὐτῷ πλὴν Σάῤῥας μόνης καὶ σὺ ἔγγιστα αὐτῆς εἶ παρὰ πάντας ἀνθρώπους κληρονομῆσαι αὐτήν καὶ τὰ ὄντα τῷ πατρὶ αὐτῆς σοὶ δικαιοῦται κληρονομῆσαι καὶ τὸ κοράσιον φρόνιμον καὶ ἀνδρεῖον καὶ καλὸν λίαν καὶ πατὴρ αὐτῆς καλός 13  καὶ εἶπεν δεδικαίωταί σοὶ λαβεῖν αὐτήν καὶ ἄκουσόν μου ἄδελφε καὶ λαλήσω τῷ πατρὶ περὶ τοῦ κορασίου τὴν νύκτα ταύτην ἵνα λημψόμεθά σοὶ αὐτὴν νύμφην καὶ ὅταν ἐπιστρέψωμεν ἐκ Ῥ;άγων ποιήσομεν τὸν γάμον αὐτῆς καὶ ἐπίσταμαι ὅτι οὐ μὴ δυνηθῇ Ῥαγουὴλ κωλῦσαι αὐτὴν ἀπὸ σοῦ ἐγγυᾶσθαι ἑτέρῳ ὀφειλήσειν θάνατον κατὰ τὴν κρίσιν τῆς βίβλου Μωυσέως διὰ τὸ γινώσκειν ὅτι σοὶ κληρονομία καθήκει λαβεῖν τὴν θυγατέρα αὐτοῦ παρὰ πάντα ἄνθρωπον καὶ νῦν ἄκουσόν μου ἄδελφε καὶ λαλήσομεν περὶ τοῦ κορασίου τὴν νύκτα ταύτην καὶ μνηστευσόμεθά σοὶ αὐτήν καὶ ὅταν ἐπιστρέψωμεν ἐκ Ῥ;άγων λημψόμεθα αὐτὴν καὶ ἀπάξομεν αὐτὴν μεθ᾿ ἡμῶν εἰς τὸν οἶκόν σου 14  τότε ἀποκριθεὶς Τωβίας εἶπεν τῷ Ῥαφαὴλ Ἀζαρία ἄδελφε ἤκουσα ὅτι ἑπτὰ ἤδη ἐδόθη ἀνδράσιν καὶ ἀπέθανον ἐν τοῖς νυμφῶσιν αὐτῶν τὴν νύκτα ὁπότε εἰσεπορεύοντο πρὸς αὐτήν καὶ ἀπέθνῃσκον καὶ ἤκουσα λεγόντων αὐτῶν ὅτι δαιμόνιον ἀποκτέννει αὐτούς 15  καὶ νῦν φοβοῦμαι ἐγώ ὅτι αὐτὴν οὐκ ἀδικεῖ ἀλλ᾿ ὃς ἄν θελήσῃ ἐγγίσαι αὐτῆς ἀποκτέννει αὐτόν μονογενής εἰμι τῷ πατρί μου μὴ ἀποθάνω καὶ κατάξω τὴν ζωὴν τοῦ πατρός μου καὶ τῆς μητρός μου μετ᾿ ὀδύνης ἐπ᾿ ἐμοὶ εἰς τὸν τάφον αὐτῶν καὶ υἱὸς ἕτερος οὐχ ὑπάρχει αὐτοῖς ἵνα θάψῃ αὐτούς 16  καὶ λέγει αὐτῷ οὐ μέμνησαι τὰς ἐντολὰς τοῦ πατρός σου ὅτι ἐνετείλατό σοὶ λαβεῖν γυναῖκα ἐκ τοῦ οἴκου τοῦ πατρός σου καὶ νῦν ἄκουσόν μου ἄδελφε καὶ μὴ λόγον ἔχε τοῦ δαιμονίου τούτου καὶ λαβέ καὶ γινώσκω ἐγὼ ὅτι τὴν νύκτα ταύτην δοθήσεταί σοὶ γυνή 17  καὶ ὅταν εἰσέλθῃς εἰς τὸν νυμφῶνα λαβὲ ἐκ τοῦ ἥπατος τοῦ ἰχθύος καὶ τὴν καρδίαν καὶ ἐπίθες ἐπὶ τὴν τέφραν τῶν θυμιαμάτων καὶ ὀσμὴ πορπορεύσεται καὶ ὀσφρανθήσεται τὸ δαιμόνιον καὶ φεύξεται καὶ οὐκέτι μὴ φανῇ περὶ αὐτὴν τὸν πάντα αἰῶνα 18  καὶ ὅταν μέλλῃς γίνεσθαι μετ᾿ αὐτῆς ἐξεγέρθητε πρῶτον ἀμφότεροι καὶ προσεύξασθε καὶ δεήθητε τοῦ κυρίου τοῦ οὐρανοῦ ἵνα ἔλεος γένηται καὶ σωτηρία ἐφ᾿ ὑμᾶς καὶ μὴ φοβοῦ σοὶ γάρ ἐστιν μεμερισμένη πρὸ τοῦ αἰῶνος καὶ σὺ αὐτὴν σώσεις καὶ μετὰ σοῦ πορπορεύσεται καὶ ὑπολαμβάνω ὅτι ἔσονταί σοὶ ἐξ αὐτῆς παιδία καὶ ἔσονταί σοὶ ὡς ἀδελφοί μὴ λόγον ἔχε 19  καὶ ὅτε ἤκουσεν Τωβίας τῶν λόγων Ῥαφαὴλ καὶ ὅτι ἔστιν αὐτῷ ἀδελφὴ ἐκ τοῦ σπέρματος τοῦ οἴκου τοῦ πατρὸς αὐτοῦ λίαν ἠγάπησεν αὐτήν καὶ καρδία αὐτοῦ ἐκολλήθη εἰς αὐτήν




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era