1 βίβλος λόγων Τωβιθ τοῦ Τωβιηλ τοῦ Ἀνανιηλ τοῦ Ἀδουηλ τοῦ Γαβαηλ τοῦ Ῥαφαὴλ τοῦ Ῥαγουὴλ ἐκ τοῦ σπέρματος Ἀσιὴλ ἐκ φυλῆς Νεφθαλὶμ 2 ὃς ᾐχμαλωτεύθη ἐν ταῖς ἡμέραις Ἐνεμεσσαρου τοῦ βασιλέως τῶν Ἀσσυρίων ἐκ Θισβης ἥ ἐστιν ἐκ δεξιῶν Κυδιως τῆς Νεφθαλὶμ ἐν τῇ ἄνω Γαλιλαίᾳ ὑπεράνω Ἀσσηρ ὀπίσω ὁδοῦ δυσμῶν ἡλίου ἐξ ἀριστερῶν Φογώρ 3 ἐγὼ Τωβιθ ὁδοῖς ἀληθείας πορἐπορευόμην καὶ ἐν δικαιοσύναις πάσας τὰς ἡμέρας τῆς ζωῆς μου καὶ ἐλεημοσύνας πολλὰς ἐποίησα τοῖς ἀδελφοῖς μου καὶ τῷ ἔθνει μου τοῖς πορευθεῖσιν μετ᾿ ἐμοῦ ἐν τῇ αἰχμαλωσίᾳ εἰς τὴν χώραν τῶν Ἀσσυρίων εἰς Νινευὴ 4 καὶ ὅτε ἤμην ἐν τῇ χώρᾳ μου ἐν γῇ Ἰσραὴλ καὶ ὅτε ἤμην νέος πᾶσα ἡ φυλὴ Νεφθαλὶμ τοῦ πατρός μου ἀπέστησαν ἀπὸ τοῦ οἴκου Δαυὶδ τοῦ πατρός μου καὶ ἀπὸ Ἱερουσαλὴμ πόλεως τῆς ἐκλεγείσης ἐκ πασῶν φυλῶν Ἰσραὴλ εἰς τὸ θυσιάζειν πάσαις φυλαῖς Ἰσραὴλ καὶ ἡγιάσθη ὁ ναὸς τῆς κατασκηνώσεως τοῦ θεοῦ καὶ ᾠκοδομήθη ἐν αὐτῇ εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος 5 πάντες οἱ ἀδελφοί μου καὶ ὁ οἶκος Νεφθαλὶμ τοῦ πατρός μου ἐθυσίαζον ἐκεῖνοι τῷ μόσχῳ ὃν ἐποίησεν Ἰεροβεαμ ὁ βασιλεὺς Ἰσραὴλ ἐν Δὰν ἐπὶ πάντων ὀρέων τῆς Γαλιλαίας 6 κἀγὼ μονώτατος πορἐπορευόμην πολλάκις εἰς Ἰεροσόλυμα ἐν ταῖς ἑορταῖς καθὼς γέγραπται ἐν παντὶ Ἰσραὴλ ἐν προστάγματι αἰωνίῳ τὰς ἀπαρχὰς καὶ τὰ πρωτογενήματα καὶ τὰς δεκάτας τῶν κτηνῶν καὶ τὰς πρωτοκουρίας τῶν προβάτων ἔχων ἀπέτρεχον εἰς Ἰεροσόλυμα 7 καὶ ἐδίδουν αὐτὰ τοῖς ἱερεῦσιν τοῖς υἱοῖς Ἀαρὼν πρὸς τὸ θυσιαστήριον καὶ τὴν δεκάτην τοῦ σίτου καὶ τοῦ οἴνου καὶ ἐλαίου καὶ ῥοῶν καὶ τῶν σύκων καὶ τῶν λοιπῶν ἀκροδρύων τοῖς υἱοῖς Λευὶ τοῖς θεραπεύουσιν ἐν Ἱερουσαλὴμ καὶ τὴν δεκάτην τὴν δευτέραν ἀπεδεκάτιζον ἀργυρίῳ τῶν ἓξ ἐτῶν καὶ πορἐπορευόμην καὶ ἐδαπάνων αὐτὰ ἐν Ἱερουσαλὴμ καθ᾿ ἕκαστον ἐνιαυτόν 8 καὶ ἐδίδουν αὐτὰ τοῖς ὀρφανοῖς καὶ ταῖς χήραις καὶ προσηλύτοις τοῖς προσκειμένοις τοῖς υἱοῖς Ἰσραὴλ εἰσέφερον καὶ ἐδίδουν αὐτοῖς ἐν τῷ τρίτῳ ἔτει καὶ ἠσθίομεν αὐτὰ κατὰ τὸ πρόσταγμα τὸ προστεταγμένον περὶ αὐτῶν ἐν τῷ νόμῳ Μωσῆ καὶ κατὰ τὰς ἐντολάς ἃς ἐνετείλατο Δεββώρα ἡ μήτηρ Ἀνανιηλ τοῦ πατρὸς ἡμῶν ὅτι ὀρφανὸν κατέλιπέν με ὁ πατὴρ καὶ ἀπέθανεν 9 καὶ ὅτε ἐγενήθην ἀνήρ ἔλαβον γυναῖκα ἐκ τοῦ σπέρματος τῆς πατριᾶς ἡμῶν καὶ ἐγέννησα ἐξ αὐτῆς υἱὸν καὶ ἐκάλεσα τὸ ὄνομα αὐτοῦ Τωβίαν 10 μετὰ τὸ αἰχμαλωτισθῆναί με εἰς Ἀσσυρίους καὶ ὅτε ᾐχμαλωτίσθην εἰς Νινευὴ πορἐπορευόμην καὶ πάντες οἱ ἀδελφοί μου καὶ οἱ ἐκ τοῦ γένους μου ἤσθιον ἐκ τῶν ἄρτων τῶν ἐθνῶν 11 ἐγὼ δὲ συνετήρησα τὴν ψυχήν μου μὴ φαγεῖν ἐκ τῶν ἄρτων τῶν ἐθνῶν 12 καὶ ὅτε ἐμεμνήμην τοῦ θεοῦ μου ἐν ὅλῃ ψυχῇ μου 13 καὶ ἔδωκέν μοι ὁ ὕψιστος χάριν καὶ μορφὴν ἐνώπιον Ἐνεμεσσαρου καὶ ἠγόραζον αὐτῷ πάντα τὰ πρὸς τὴν χρῆσιν 14 καὶ πορἐπορευόμην εἰς Μηδίαν καὶ ἠγόραζον αὐτῷ ἐκεῖθεν ἕως αὐτὸν ἀποθανεῖν καὶ παρεθέμην Γαβαήλῳ βαλλάντια τῷ ἀδελφῷ τῷ Γαβρι ἐν τῇ χώρᾳ τῆς Μηδίας ἀργυρίου τάλαντα δέκα 15 καὶ ὅτε ἀπέθανεν Ἐνεμασσαρ καὶ ἐβασίλευσεν Σενναχηριμ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ καὶ αἱ ὁδοὶ τῆς Μηδίας ἀπέστησαν καὶ οὐκέτι ἠδυνάσθην πορευθῆναι εἰς τὴν Μηδίαν 16 ἐν ταῖς ἡμέραις Ἐνεμεσσαρου ἐλεημοσύνας πολλὰς ἐποίησα τοῖς ἀδελφοῖς μου τοῖς ἐκ τοῦ γένους μου 17 τοὺς ἄρτους μου ἐδίδουν τοῖς πεινῶσιν καὶ ἱμάτια τοῖς γυμνοῖς καὶ εἴ τινα τῶν ἐκ τοῦ ἔθνους μου ἐθεώρουν τεθνηκότα καὶ ἐρριμμένον ὀπίσω τοῦ τείχους Νινευὴ ἔθαπτον αὐτόν 18 καὶ εἴ τινα ἀπέκτεινεν Σενναχηριμ ὅτε ἀπῆλθεν φεύγων ἐκ τῆς Ἰουδαίας ἐν ἡμέραις τῆς κρίσεως ἧς ἐποίησεν ἐξ αὐτοῦ ὁ βασιλεὺς τοῦ οὐρανοῦ περὶ τῶν βλασφημιῶν ὧν ἐβλασφήμησεν ἔθαψα πολλοὺς γὰρ ἀπέκτεινεν ἐν τῷ θυμῷ αὐτοῦ ἐκ τῶν υἱῶν Ἰσραὴλ καὶ ἔκλεπτον τὰ σώματα αὐτῶν καὶ ἔθαπτον καὶ ἐζήτησεν αὐτὰ Σενναχηριμ καὶ οὐχ εὗρεν αὐτά 19 καὶ ἐπορεύθη εἷς τις τῶν ἐκ τῆς Νινευὴ καὶ ὑπέδειξεν τῷ βασιλεῖ περὶ ἐμοῦ ὅτι ἐγὼ θάπτω αὐτούς καὶ ἐκρύβην καὶ ὅτε ἐπέγνων ὅτι ἔγνω περὶ ἐμοῦ ὁ βασιλεὺς καὶ ὅτι ζητοῦμαι τοῦ ἀποθανεῖν ἐφοβήθην καὶ ἀπέδρασα 20 καὶ ἡρπάγη πάντα ὅσα ὑπῆρχέν μοι καὶ οὐ κατελείφθη μοι οὐδέν ὃ οὐκ ἀνελήμφθη εἰς τὸ βασιλικόν πλὴν Ἀννας τῆς γυναικός μου καὶ Τωβία τοῦ υἱοῦ μου 21 καὶ οὐ διῆλθον ἡμέραι τεσσαράκοντα ἕως οὗ ἀπέκτειναν αὐτὸν οἱ δύο υἱοὶ αὐτοῦ καὶ ἔφυγον εἰς τὰ ὄρη Ἀραρὰτ καὶ ἐβασίλευσεν Σαχερδονος υἱὸς αὐτοῦ μετ᾿ αὐτόν καὶ ἔταξεν Ἀχιχαρον τὸν Ἀναηλ τὸν τοῦ ἀδελφοῦ μου υἱὸν ἐπὶ πᾶσαν τὴν ἐκλογιστίαν τῆς βασιλείας αὐτοῦ καὶ αὐτὸς εἶχεν τὴν ἐξουσίαν ἐπὶ πᾶσαν τὴν διοίκησιν 22 τότε ἠξίωσεν Ἀχιχαρος περὶ ἐμοῦ καὶ κατῆλθον εἰς τὴν Νινευὴ Ἀχιχαρος γὰρ ἦν ὁ ἀρχιοινοχόος καὶ ἐπὶ τοῦ δακτυλίου καὶ διοικητὴς καὶ ἐκλογιστῆς ἐπὶ Σενναχηριμ βασιλέως Ἀσσυρίων καὶ κατέστησεν αὐτὸν Σαχερδονος ἐκ δευτέρας ἦν δὲ ἐξάδελφός μου καὶ ἐκ τῆς συγγενείας μου