1 καὶ ὅτε συνετέλεσαν τὸ φαγεῖν καὶ πιεῖν ἠθέλησαν κοιμηθῆναι καὶ ἀπήγαγον τὸν νεανίσκον καὶ εἰσήγαγον αὐτὸν εἰς τὸ ταμίειον 2 καὶ ἐμνήσθη Τωβίας τῶν λόγων Ῥαφαὴλ καὶ ἔλαβεν τὸ ἧπαρ τοῦ ἰχθύος καὶ τὴν καρδίαν ἐκ τοῦ βαλλαντίου οὗ εἶχεν καὶ ἐπέθηκεν ἐπὶ τὴν τέφραν τοῦ θυμιάματος 3 καὶ ἡ ὀσμὴ τοῦ ἰχθύος ἐκώλυσεν καὶ ἀπέδραμεν τὸ δαιμόνιον ἄνω εἰς τὰ μέρη Αἰγύπτου καὶ πορβαδίσας Ῥαφαὴλ συνεπόδισεν αὐτὸν ἐκεῖ καὶ ἐπέδησεν παραχρῆμα 4 καὶ ἐξῆλθον καὶ ἀπέκλεισαν τὴν θύραν τοῦ ταμιείου καὶ ἠγέρθη Τωβίας ἀπὸ τῆς κλίνης καὶ εἶπεν αὐτῇ ἀδελφή ἀνάστηθι προσευξώμεθα καὶ δεηθῶμεν τοῦ κυρίου ἡμῶν ὅπως ποιήσῃ ἐφ᾿ ἡμᾶς ἔλεος καὶ σωτηρίαν 5 καὶ ἀνέστη καὶ ἤρξαντο προσεύχεσθαι καὶ δεηθῆναι ὅπως γένηται αὐτοῖς σωτηρία καὶ ἤρξατο λέγειν εὐλογητὸς εἶ ὁ θεὸς τῶν πατέρων ἡμῶν καὶ εὐλογητὸν τὸ ὄνομά σου εἰς πάντας τοὺς αἰῶνας τῆς γενεᾶς εὐλογησάτωσάν σὲ οἱ οὐρανοὶ καὶ πᾶσα ἡ κτίσις σου εἰς πάντας τοὺς αἰῶνας 6 σὺ ἐποίησας τὸν Ἀδὰμ καὶ ἐποίησας αὐτῷ βοηθὸν στήριγμα Εὔαν τὴν γυναῖκα αὐτοῦ καὶ ἐξ ἀμφοτέρων ἐγενήθη τὸ σπέρμα τῶν ἀνθρώπων καὶ σὺ εἶπας ὅτι οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον ποιήσωμεν αὐτῷ βοηθὸν ὅμοιον αὐτῷ 7 καὶ νῦν οὐχὶ διὰ πορνείαν ἐγὼ λαμβάνω τὴν ἀδελφήν μου ταύτην ἀλλ᾿ ἐπ᾿ ἀληθείας ἐπίταξον ἐλεῆσαί με καὶ αὐτὴν καὶ συγκαταγηρᾶσαι κοινῶς 8 καὶ εἶπαν μεθ᾿ ἑαυτῶν ἀμήν ἀμήν 9 καὶ ἐκοιμήθησαν τὴν νύκτα 10 καὶ ἀναστὰς Ῥαγουὴλ ἐκάλεσεν τοὺς οἰκέτας μεθ᾿ ἑαυτοῦ καὶ ᾤχοντο καὶ ὤρυξαν τάφον εἶπεν γάρ μήποτε ἀποθάνῃ καὶ γενώμεθα κατάγελως καὶ ὀνειδισμός 11 καὶ ὅτε συνετέλεσαν ὀρύσσοντες τὸν τάφον ἦλθεν Ῥαγουὴλ εἰς τὸν οἶκον καὶ ἐκάλεσεν τὴν γυναῖκα αὐτοῦ 12 καὶ εἶπεν ἀπόστειλον μίαν τῶν παιδισκῶν καὶ εἰσελθοῦσα ἰδέτω εἰ ζῇ καὶ εἰ τέθνηκεν ὅπως ἄν θάψωμεν αὐτόν ὅπως μηδεὶς γνῷ 13 καὶ ἀπέστειλαν τὴν παιδίσκην καὶ ἧψαν τὸν λύχνον καὶ ἤνοιξαν τὴν θύραν καὶ εἰσῆλθεν καὶ εὗρεν αὐτοὺς καθεύδοντας καὶ ὑπνοῦντας κοινῶς 14 καὶ ἐξελθοῦσα ἡ παιδίσκη ὑπέδειξεν αὐτοῖς ὅτι ζῇ καὶ οὐδὲν κακόν ἐστιν 15 καὶ εὐλόγησαν τὸν θεὸν τοῦ οὐρανοῦ καὶ εἶπαν εὐλογητὸς εἶ θεέ ἐν πάσῃ εὐλογίᾳ καθαρᾷ εὐλογείτωσάν σὲ εἰς πάντας τοὺς αἰῶνας 16 καὶ εὐλογητὸς εἶ ὅτι εὔφρανάς με καὶ οὐκ ἐγένετο καθὼς ὑπενόουν ἀλλὰ κατὰ τὸ πολὺ ἔλεός σου ἐποίησας μεθ᾿ ἡμῶν 17 καὶ εὐλογητὸς εἶ ὅτι ἠλέησας δύο μονογενεῖς ποίησον αὐτοῖς δέσποτα ἔλεος καὶ σωτηρίαν καὶ συντέλεσον τὴν ζωὴν αὐτῶν μετ᾿ εὐφροσύνης καὶ ἐλέου 18 τότε εἶπεν τοῖς οἰκέταις αὐτοῦ χῶσαι τὸν τάφον πρὸ τοῦ ὄρθρον γενέσθαι 19 καὶ τῇ γυναικὶ εἶπεν ποιῆσαι ἄρτους πολλούς καὶ εἰς τὸ βουκόλιον πορβαδίσας ἤγαγεν βόας δύο καὶ κριοὺς τέσσαρας καὶ εἶπεν συντελεῖν αὐτούς καὶ ἤρξαντο παρασκευάζειν 20 καὶ ἐκάλεσεν Τωβίαν καὶ εἶπεν αὐτῷ δέκα τεσσάρων ἡμερῶν οὐ μὴ κινηθῇς ἐντεῦθεν ἀλλ᾿ αὐτοῦ μενεῖς ἔσθων καὶ πίνων παρ᾿ ἐμοὶ καὶ εὐφρανεῖς τὴν ψυχὴν τῆς θυγατρός μου τὴν κατωδυνωμένην 21 καὶ ὅσα μοι ὑπάρχει λάμβανε αὐτόθεν τὸ ἥμισυ καὶ ὕπαγε ὑγιαίνων πρὸς τὸν πατέρα σου καὶ τὸ ἄλλο ἥμισυ ὅταν ἀποθάνω ἐγώ τε καὶ ἡ γυνή μου ὑμέτερόν ἐστιν θάρσει παιδίον ἐγώ σου ὁ πατὴρ καὶ Ἐδνὰ ἡ μήτηρ σου καὶ παρὰ σοῦ ἐσμεν ἡμεῖς καὶ τῆς ἀδελφῆς σου ἀπὸ τοῦ νῦν εἰς τὸν αἰῶνα θάρσει παιδίον