Car Repair Manuals

Odes

Ὠδαί

Chapter 10

ᾠδὴ Ἐσαιου

1  ᾄσω δὴ τῷ ἠγαπημένῳ ᾆσμα τοῦ ἀγαπητοῦ τῷ ἀμπελῶνί μου ἀμπελὼν ἐγένετο τῷ ἠγαπημένῳ ἐν κέρατι ἐν τόπῳ πίονι 2  καὶ φραγμὸν περιέθηκα καὶ ἐφύτευσα ἄμπελον ἐν σωρηκ καὶ ᾠκοδόμησα πύργον ἐν μέσῳ αὐτῆς καὶ προλήνιον ὤρυξα ἐν αὐτῷ καὶ ἔμεινα τοῦ ποιῆσαι σταφυλήν ἐποίησεν δὲ ἀκάνθας 3  καὶ νῦν ἄνθρωπος τοῦ Ἰοῦδα καὶ οἱ ἐνοικοῦντες ἐν Ἱερουσαλὴμ κρίνατε ἐν ἐμοὶ καὶ ἀνὰ μέσον τοῦ ἀμπελῶνός μου 4  τί ποιήσω τῷ ἀμπελῶνί μου ἔτι καὶ οὐκ ἐποίησα αὐτῷ διότι ἔμεινα ἵνα ποιήσῃ σταφυλήν ἐποίησεν δὲ ἀκάνθας 5  νῦν δὲ ἀναγγελῶ ὑμῖν τί ποιήσω τῷ ἀμπελῶνί μου ἀφελῶ τὸν φραγμὸν αὐτοῦ καὶ ἔσται εἰς διαρπαγήν καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ καὶ ἔσται εἰς καταπάτημα 6  καὶ ἀνήσω τὸν ἀμπελῶνά μου καὶ οὐ μὴ τμηθῇ οὐδὲ μὴ σκαφῇ καὶ ἀναβήσεται εἰς αὐτὸν ὡσεὶ εἰς χέρσον ἄκανθαι καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν 7  γὰρ ἀμπελὼν κυρίου σαβαὼθ οἶκος Ἰσραὴλ ἐστὶν καὶ ἄνθρωπος τοῦ Ἰοῦδα νεόφυτον ἠγαπημένον καὶ ἔμεινα τοῦ ποιῆσαι κρίσιν ἐποίησεν δὲ ἀνομίαν καὶ οὐ δικαιοσύνην ἀλλὰ κραυγήν 8  οὐαὶ οἱ συνάπτοντες οἰκίαν πρὸς οἰκίαν καὶ ἀγρὸν πρὸς ἀγρὸν ἐγγίζοντες ἵνα τοῦ πλησίον ἀφέλωνται μὴ οἰκήσετε μόνοι ἐπὶ τῆς γῆς 9  ἠκούσθη γὰρ ταῦτα πάντα εἰς τὰ ὦτα κυρίου σαβαὼθ




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era