Car Repair Manuals

Odes

Ὠδαί

Chapter 11

προσευχὴ Ἐζεκίου

10  ἐγὼ εἶπα ἐν τῷ ὕψει τῶν ἡμερῶν μου πορπορεύσομαι ἐν πύλαις ᾅδου καταλείψω τὰ ἔτη τὰ ἐπίλοιπα 11  εἶπα οὐκέτι οὐ μὴ ἴδω τὸ σωτήριον τοῦ θεοῦ ἐπὶ τῆς γῆς οὐ μὴ ἴδω ἄνθρωπον μετὰ κατοικούντων 12  ἐξέλιπον ἐκ τῆς συγγενείας μου κατέλιπον τὸ λοιπὸν τῆς ζωῆς μου ἐξῆλθεν καὶ ἀπῆλθεν ἀπ᾿ ἐμοῦ ὥσπερ καταλύων σκηνὴν πήξας τὸ πνεῦμά μου παρ᾿ ἐμοὶ ἐγένετο ὡς ἱστός ἐρίθου ἐγγιζούσης ἐκτεμεῖν 13  ἐν τῇ ἡμέρᾳ ἐκείνῃ παρεδόθην ἕως πρωῒ ὡς λέοντι οὕτως συνέτριψεν πάντα τὰ ὀστᾶ μου ἀπὸ γὰρ τῆς ἡμέρας ἕως τῆς νυκτὸς παρεδόθην 14  ὡς χελιδών οὕτω φωνήσω καὶ ὡς περιστερά οὕτω μελετήσω ἐξέλιπον γὰρ οἱ ὀφθαλμοί μου τοῦ βλέπειν εἰς τὸ ὕψος τοῦ οὐρανοῦ πρὸς τὸν κύριον 15  ὃς ἐξείλατό με καὶ ἀφείλατό μου τὴν ὀδύνην τῆς ψυχῆς 16  κύριε περὶ αὐτῆς γὰρ ἀνηγγέλη σοὶ καὶ ἐξήγειράς μου τὴν πνοήν καὶ παρακληθεὶς ἔζησα 17  εἵλου γάρ μου τὴν ψυχήν ἵνα μὴ ἀπόληται καὶ ἀπέρριψας ὀπίσω μου πάσας τὰς ἁμαρτίας μου 18  οὐ γὰρ οἱ ἐν ᾅδου αἰνέσουσίν σὲ οὐδὲ οἱ ἀποθανόντες εὐλογήσουσίν σὲ οὐδὲ ἐλπιοῦσιν οἱ ἐν ᾅδου τὴν ἐλεημοσύνην σου 19  οἱ ζῶντες εὐλογήσουσίν σὲ ὃν τρόπον κἀγώ ἀπὸ γὰρ τῆς σήμερον παιδία ποιήσω ἀναγγελοῦσιν τὴν δικαιοσύνην σου κύριε τῆς σωτηρίας μου 20  καὶ οὐ παύσομαι εὐλογῶν σὲ μετὰ ψαλτηρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου κατέναντι τοῦ οἴκου τοῦ θεοῦ




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era