Car Repair Manuals

Odes

Ὠδαί

Chapter 14

ὕμνος ἑωθινός

1  δόξα ἐν ὑψίστοις θεῷ 2  καὶ ἐπὶ γῆς εἰρήνη 3  ἐν ἀνθρώποις εὐδοκία 4  αἰνοῦμέν σὲ 5  εὐλογοῦμέν σὲ 6  προσκυνοῦμέν σὲ 7  δοξολογοῦμέν σὲ 8  εὐχαριστοῦμέν σοὶ 9  διὰ τὴν μεγάλην σου δόξαν 10  κύριε βασιλεῦ 11  ἐπουράνιε 12  θεὲ πατὴρ παντοκράτωρ 13  κύριε υἱὲ μονογενὴ 14  Ἰησοῦ Χριστὲ 15  καὶ ἅγιον πνεῦμα 16  κύριε θεός 17  ἀμνὸς τοῦ θεοῦ 18  υἱὸς τοῦ πατρός 19  αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου 20  ἐλέησον ἡμᾶς 21  αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου 22  πρόσδεξαι τὴν δέησιν ἡμῶν 23  καθήμενος ἐν δεξιᾷ τοῦ πατρός 24  ἐλέησον ἡμᾶς 25  ὅτι σὺ εἶ μόνος ἅγιος 26  σὺ εἶ μόνος κύριος 27  Ἰησοῦς Χριστός 28  εἰς δόξαν θεοῦ πατρός ἀμήν 29  καθ᾿ ἑκάστην ἡμέραν εὐλογήσω σὲ 30  καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα 31  καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος 32  καταξίωσον κύριε καὶ τὴν ἡμέραν ταύτην 33  ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς 34  εὐλογητὸς εἶ κύριε θεὸς τῶν πατέρων ἡμῶν 35  καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας ἀμήν 36  εὐλογητὸς εἶ κύριε δίδαξόν με τὰ δικαιώματά σου 37  εὐλογητὸς εἶ κύριε δίδαξόν με τὰ δικαιώματά σου 38  εὐλογητὸς εἶ κύριε δίδαξόν με τὰ δικαιώματά σου 39  κύριε καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ 40  ἐγὼ εἶπα κύριε ἐλέησόν με 41  ἴασαι τὴν ψυχήν μου ὅτι ἥμαρτόν σοὶ 42  κύριε πρὸς σὲ κατέφυγα 43  δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου ὅτι σὺ εἶ θεός μου 44  ὅτι παρὰ σοὶ πηγὴ ζωῆς 45  ἐν τῷ φωτί σου ὀψόμεθα φῶς 46  παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσίν σὲ




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era