Car Repair Manuals

Bel and Dragon
(Codex Alexandria & Codex Vaticanus)

Βὴλ καὶ Δράκων
(Ἀλεξανδρινὸς Κῶδιξ, Βατικανὸς Κῶδιξ)

1  ἐκ προφητείας Ἀμβακουμ υἱοῦ Ἰησοῦ ἐκ τῆς φυλῆς Λευὶ 2  ἄνθρωπός τις ἦν ἱερεύς ὄνομα Δανιὴλ υἱὸς Ἀβαλ συμβιωτὴς τοῦ βασιλέως Βαβυλῶνος 3  καὶ ἦν εἴδωλον Βηλ ἐσέβοντο οἱ Βαβυλώνιοι ἀνηλίσκετο δὲ αὐτῷ καθ᾿ ἑκάστην ἡμέραν σεμιδάλεως ἀρτάβαι δέκα δύο καὶ πρόβατα τέσσαρα καὶ ἐλαίου μετρηταὶ ἕξ 4  καὶ βασιλεὺς ἐσέβετο αὐτόν καὶ ἐπορεύετο βασιλεὺς καθ᾿ ἑκάστην ἡμέραν καὶ προσεκύνει αὐτῷ Δανιὴλ δὲ προσηύχετο πρὸς κύριον 5  καὶ εἶπεν βασιλεὺς τῷ Δανιὴλ διὰ τί οὐ προσκυνεῖς τῷ Βηλ καὶ εἶπε Δανιὴλ πρὸς τὸν βασιλέα οὐδένα σέβομαι ἐγὼ εἰ μὴ κύριον τὸν θεὸν τὸν κτίσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ ἔχοντα πάσης σαρκὸς κυριείαν 6  εἶπεν δὲ βασιλεὺς αὐτῷ οὗτος οὖν οὐκ ἔστι θεός οὐχ ὁρᾷς ὅσα εἰς αὐτὸν δαπανᾶται καθ᾿ ἑκάστην ἡμέραν 7  καὶ εἶπεν αὐτῷ Δανιὴλ μηδαμῶς μηδείς σὲ παραλογιζέσθω οὗτος γὰρ ἔσωθεν μὲν πήλινός ἐστιν ἔξωθεν δὲ χαλκοῦς ὀμνύω δέ σοὶ κύριον τὸν θεὸν τῶν θεῶν ὅτι οὐθὲν βέβρωκε πώποτε οὗτος 8  καὶ θυμωθεὶς βασιλεὺς ἐκάλεσε τοὺς προεστηκότας τοῦ ἱεροῦ καὶ εἶπεν αὐτοῖς παραδείξατε τὸν ἐσθίοντα τὰ παρασκευαζόμενα τῷ Βηλ εἰ δὲ μή γε ἀποθανεῖσθε Δανιὴλ φάσκων μὴ ἐσθίεσθαι αὐτὰ ὑπ᾿ αὐτοῦ οἱ δὲ εἶπαν αὐτὸς Βηλ ἐστὶν κατεσθίων αὐτά 9  εἶπε δὲ Δανιὴλ πρὸς τὸν βασιλέα γινέσθω οὕτως ἐὰν μὴ παραδείξω ὅτι οὐκ ἔστιν Βηλ κατεσθίων ταῦτα ἀποθανοῦμαι καὶ πάντες οἱ παρ᾿ ἐμοῦ ἦσαν δὲ τῷ Βηλ ἱερεῖς ἑβδομήκοντα χωρὶς γυναικῶν καὶ τέκνων 10  ἤγαγον δέ τὸν βασιλέα εἰς τὸ εἰδώλιον 11  καὶ παρετέθη τὰ βρώματα ἐνώπιον τοῦ βασιλέως καὶ τοῦ Δανιὴλ καὶ οἶνος κερασθεὶς εἰσηνέχθη καὶ παρετέθη τῷ Βηλ καὶ εἶπεν Δανιὴλ σὺ αὐτὸς ὁρᾷς ὅτι κεῖται ταῦτα βασιλεῦ σὺ οὖν ἐπισφράγισαι τὰς κλεῖδας τοῦ ναοῦ ἐπὰν κλεισθῇ 13  ἤρεσε δὲ λόγος τῷ βασιλεῖ 14  δὲ Δανιὴλ ἐκέλευσε τοὺς παρ᾿ αὐτοῦ ἐκβαλόντας πάντας ἐκ τοῦ ναοῦ κατασῆσαι ὅλον τὸν ναὸν σποδῷ οὐθενὸς τῶν ἐκτὸς αὐτοῦ εἰδότος καὶ τότε τὸν ναὸν ἐκέλευσε σφραγίσαι τῷ τοῦ βασιλέως δακτυλίῳ καὶ τοῖς δακτθλίοις τινῶν ἐνδόξων ἱερέων καὶ ἐγένετο οὕτως 15  -  17  καὶ ἐγένετο τῇ ἐπαύριον παρεγένοντο ἐπὶ τὸν τόπον οἱ δὲ ἱερεῖς τοῦ Βηλ διὰ ψευδοθυρίδων εἰσελθόντες κατεφάγοσαν πάντα τὰ παρακείμενα τῷ Βηλ καὶ ἐξέπιον τὸν οἶνον καὶ εἶπεν Δανιὴλ ἐπίδετε τὰς σφραγῖδας ὑμῶν εἰ μένουσιν ἄνδρες ἱερεῖς καὶ σὺ δέ βασιλεῦ σκέψαι μή τί σοὶ ἀσύμφωνον γεγένηται καὶ εὗρον ὡς ἦν σφραγίς καὶ ἀπέβαλον τὴν σφραγῖδα 18  καὶ ἀνοίξαντες τὰς θύρας εἴδοσαν δεδαπανημένα πάντα τὰ παρατεθέντα καὶ τὰς τραπέζας κενάς καὶ ἐχάρη βασιλεὺς καὶ εἶπεν πρὸς τὸν Δανιὴλ μέγας ἐστὶν Βηλ καὶ οὐκ ἔστι παρ᾿ αὐτῷ δόλος 19  καὶ ἐγέλασε Δανιὴλ σφόδρα καὶ εἶπεν τῷ βασιλεῖ δεῦρο ἰδὲ τὸν δόλον τῶν ἱερέων καὶ εἶπεν Δανιὴλ βασιλεῦ ταῦτα τὰ ἴχνη τίνος ἐστί 20  καὶ εἶπεν βασιλεύς ἀνδρῶν καὶ γυναικῶν καὶ παιδίων 21  καὶ ἐπῆλθεν ἐπὶ τὸν οἶκον ἐν ἦσαν οἱ ἱερεῖς καταγινόμενοι καὶ εὗρε τὰ βρώματα τοῦ Βηλ καὶ τὸν οἶνον καὶ ἐπέδειξε Δανιὴλ τῷ βασιλεῖ τὰ ψευδοθύρια δι᾿ ὧν εἰσπορευόμενοι οἱ ἱερεῖς ἐδαπάνων τὰ παρατιθέμενα τῷ Βηλ 22  καὶ ἐξήγαγεν αὐτοὺς βασιλεὺς ἐκ τοῦ Βηλίου καὶ παρέδωκεν αὐτοὺς τῷ Δανιὴλ καὶ τὴν δαπάνην τὴν εἰς αὐτὸν ἔδωκε τῷ Δανιὴλ τὸν δὲ Βηλ κατέστρεψε 23  καὶ ἦν δράκων ἐν τῷ αὐτῷ τόπῳ καὶ ἐσέβοντο αὐτὸν οἱ Βαβυλώνιοι 24  καὶ εἶπεν βασιλεὺς τῷ Δανιὴλ μὴ καὶ τοῦτον ἐρεῖς ὅτι χαλκοῦς ἐστιν ἰδοὺ ζῇ καὶ ἐσθίει καὶ πίνει προσκύνησον αὐτῷ 25  καὶ εἶπεν Δανιὴλ βασιλεῦ δός μοι τὴν ἐξουσίαν καὶ ἀνελῶ τὸν δράκοντα ἄνευ σιδήρου καὶ ῥάβδου 26  καὶ συνεχώρησεν αὐτῷ βασιλεὺς καὶ εἶπεν αὐτῷ δέδοταί σοὶ 27  καὶ λαβὼν Δανιὴλ πίσσης μνᾶς τριάκοντα καὶ στέαρ καὶ τρίχας ἥψησεν ἐπὶ τὸ αὐτὸ καὶ ἐποίησε μάζαν καὶ ἐνέβαλεν εἰς τὸ στόμα τοῦ δράκοντος καὶ φαγὼν διερράγη καὶ ἔδειξεν αὐτὸν τῷ βασιλεῖ λέγων οὐ ταῦτα σέβεσθε βασιλεῦ 28  καὶ συνήχθησαν οἱ ἀπὸ τῆς χώρας πάντες ἐπὶ τὸν Δανιὴλ καὶ εἶπαν Ἰουδαῖος γέγονεν βασιλεύς τὸν Βηλ κατέστρεψε καὶ τὸν δράκοντα ἀπέκτεινε 30  καὶ ἰδὼν βασιλεὺς ὅτι ἐπισυνήχθη ὄχλος τῆς χώρας ἐπ᾿ αὐτόν ἐκάλεσε τοὺς συμβιωτὰς αὐτοῦ καὶ εἶπεν δίδωμι τὸν Δανιὴλ εἰς ἀπώλειαν 31/32  ἦν δὲ λάκκος ἐν ἐτρέφοντο λέοντες ἑπτά οἷς παρεδίδοντο οἱ ἐπίβουλοι τοῦ βασιλέως καὶ ἐχορηγεῖτο αὐτοῖς καθ᾿ ἑκάστην ἡμέραν τῶν ἐπιθανατίων σώματα δύο καὶ ἐνεβάλοσαν τὸν Δανιὴλ οἱ ὄχλοι εἰς ἐκεῖνον τὸν λάκκον ἵνα καταβρωθῇ καὶ μηδὲ ταφῆς τύχῃ καὶ ἦν ἐν τῷ λάκκῳ Δανιὴλ ἡμέρας ἕξ 33  καὶ ἐγένετο τῇ ἡμέρᾳ τῇ ἕκτῃ καὶ ἦν Ἀμβακουμ ἔχων ἄρτους ἐντεθρυμμένους ἐν σκάφῃ ἐν ἑψήματι καὶ στάμνον οἴνου κεκερασμένου καὶ ἐπορεύετο εἰς τὸ πεδίον πρὸς τοὺς θεριστάς 34  καὶ ἐλάλησεν ἄγγελος κυρίου πρὸς Ἀμβακουμ λέγων τάδε λέγει σοὶ κύριος θεός τὸ ἄριστον ἔχεις ἀπένεγκε Δανιὴλ εἰς τὸν λάκκον τῶν λεόντων ἐν Βαβυλῶνι 35  καὶ εἶπεν Ἀμβακουμ κύριε θεός οὐχ ἑώρακα τὴν Βαβυλῶνα καὶ τὸν λάκκον οὐ γινώσκω ποῦ ἐστι 36  καὶ ἐπιλαβόμενος αὐτοῦ ἄγγελος κυρίου τοῦ Ἀμβακουμ τῆς κόμης αὐτοῦ τῆς κεφαλῆς ἔθηκεν αὐτὸν ἐπάνω τοῦ λάκκου τοῦ ἐν Βαβυλῶνι 37  καὶ εἶπεν Ἀμβακουμ πρὸς Δανιὴλ ἀναστὰς φάγε τὸ ἄριστον ἀπέστειλέ σοὶ κύριος θεός 38  καὶ εἶπε Δανιὴλ ἐμνήσθη γάρ μου κύριος θεὸς μὴ ἐγκαταλείπων τοὺς ἀγαπῶντας αὐτόν 39  καὶ ἔφαγε Δανιὴλ δὲ ἄγγελος κυρίου κατέστησε τὸν Ἀμβακουμ ὅθεν αὐτὸν ἔλαβε τῇ αὐτῇ ἡμέρᾳ δὲ κύριος θεὸς ἐμνήσθη τοῦ Δανιὴλ 40  ἐξῆλθε δὲ βασιλεὺς μετὰ ταῦτα πενθῶν τὸν Δανιὴλ καὶ ἐγκύψας εἰς τὸν λάκκον ὁρᾷ αὐτὸν καθήμενον 41  καὶ ἀναβοήσας εἶπεν βασιλεύς μέγας ἐστὶ κύριος θεός καὶ οὐκ ἔστι πλὴν αὐτοῦ ἄλλος 42  καὶ ἐξήγαγεν βασιλεὺς τὸν Δανιὴλ ἐκ τοῦ λάκκου καὶ τοὺς αἰτίους τῆς ἀπωλείας αὐτοῦ ἐνέβαλεν εἰς τὸν λάκκον ἐνώπιον τοῦ Δανιὴλ καὶ κατεβρώθησαν




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era