Car Repair Manuals

Ruth

Ρούθ

Chapter 2

1 Καὶ τῇ Νωεμὶν ἀνὴρ γνώριμος τῷ ἀνδρὶ αὐτῆς· δὲ ἀνὴρ δυνατὸς ἰσχύϊ ἐκ τῆς συγγενείας Ἀβιμέλεχ, καὶ ὄνομα αὐτῷ Βοόζ. 2 καὶ εἶπεν Ῥοὺθ Μωαβῖτις πρὸς Νωεμίν, πορπορευθῶ δὴ εἰς ἀγρὸν καὶ συνάξω ἐν τοῖς στάχυσιν κατόπισθεν οὗ ἐὰν εὕρω χάριν ἐν ὀφθαλμοῖς αὐτοῦ. εἶπεν δὲ αὐτῇ, πορπορεύου θύγατερ. 3 καὶ ἐπορεύθη καὶ συνέλεξεν ἐν τῷ ἀγρῷ κατόπισθεν τῶν θεριζόντων· καὶ περιέπεσεν περιπτώματι τῇ μερίδι τοῦ ἀγροῦ Βοὸζ τοῦ ἐκ συγγενείας Ἀβιμέλεχ.

4 Καὶ ἰδοὺ Βοὸζ ἦλθεν ἐκ Βαιθλεὲμ καὶ εἶπεν τοῖς θερίζουσιν κύριος μεθ᾿ ὑμῶν· καὶ εἶπον αὐτῷ, εὐλογήσαι σὲ κύριος. 5 καὶ εἶπεν Βοὸζ τῷ παιδαρίῳ αὐτοῦ τῷ ἐφεστῶτι ἐπὶ τοὺς θερίζοντας, τίνος νεᾶνις αὕτη; 6 καὶ ἀπεκρίθη τὸ παιδάριον τὸ ἐφεστὸς ἐπὶ τοὺς θερίζοντας καὶ εἶπεν, παῖς Μωαβῖτὶς ἐστιν ἀποστραφεῖσα μετὰ Νωεμὶν ἐξ ἀγροῦ Μωὰβ 7 καὶ εἶπεν, συλλέξω δὴ καὶ συνάξω ἐν τοῖς δράγμασιν ὄπισθεν τῶν θεριζόντων· καὶ ἦλθεν καὶ ἔστη ἀπὸ πρωίθεν καὶ ἕως ἑσπέρας, οὐ κατέπαυσεν ἐν τῷ ἀγρῷ μικρόν.

8 Καὶ εἶπεν Βοὸζ πρὸς Ῥούθ, οὐκ ἤκουσας, θύγατερ; μὴ πορπορευθῇς ἐν ἀγρῷ συλλέξαι ἑτέρῳ, καὶ σὺ οὐ πορεύσῃ ἐντεῦθεν· ὧδε κολλήθητι μετὰ τῶν κορασίων μου· 9 οἱ ὀφθαλμοί σου εἰς τὸν ἀγρόν, οὗ ἐὰν θερίζωσιν, καὶ πορεύσῃ κατόπισθεν αὐτῶν· ἰδοὺ ἐνετειλάμην τοῖς παιδαρίοις τοῦ μὴ ἅψασθαί σου· καὶ τι διψήσεις, καὶ πορπορευθήσῃ εἰς τὰ σκεύη καὶ πίεσαι ὅθεν ἂν ὑδρεύωνται τὰ παιδάρια. 10 καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτῆς καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν καὶ εἶπεν πρὸς αὐτόν, τί ὅτι εὗρον χάριν ἐν ὀφθαλμοῖς σου τοῦ ἐπιγνῶναί με; καὶ ἐγώ εἰμι ξένη.

11 Καὶ ἀπεκρίθη Βοὸζ καὶ εἶπεν αὐτῇ, ἀπαγγελίᾳ ἀπηγγέλη μοι ὅσα πεποίηκας μετὰ τῆς πενθερᾶς σου μετὰ τὸ ἀποθανεῖν τὸν ἄνδρα σου καὶ πῶς κατέλιπες τὸν πατέρα σου καὶ τὴν μητέρα σου καὶ τὴν γῆν γενέσεώς σου καὶ πορἐπορεύθης πρὸς λαὸν ὃν οὐκ ᾔδεις ἐχθὲς καὶ τρίτης·1 12 ἀποτείσαι κύριος τὴν ἐργασίαν σου, καὶ γένοιτο μισθός σου πλήρης παρὰ κυρίου θεοῦ Ἰσραήλ, πρὸς ὃν ἦλθες πεποιθέναι ὑπὸ τὰς πτέρυγας αὐτοῦ. 13  δὲ εἶπεν, εὕροιμι χάριν ἐν ὀφθαλμοῖς σου, κύριε, ὅτι παρεκάλεσάς με καὶ ὅτι ἐλάλησας ἐπὶ καρδίαν τῆς δούλης σου, καὶ ἰδοὺ ἐγὼ ἔσομαι ὡς μία τῶν παιδισκῶν σου.

14 Καὶ εἶπεν αὐτῇ Βοόζ, ἤδη ὥρᾳ τοῦ φαγεῖν πρόσελθε ὧδε καὶ φάγεσαι τῶν ἄρτων καὶ βάψεις τὸν ψωμόν σου ἐν τῷ ὄξει. καὶ ἐκάθισεν Ῥοὺθ ἐκ πλαγίων τῶν θεριζόντων, καὶ ἐβούνισεν αὐτῇ Βοὸζ ἄλφιτον, καὶ ἔφαγεν καὶ ἐνεπλήσθη καὶ κατέλιπεν.

15 Καὶ ἀνέστη τοῦ συλλέγειν, καὶ ἐνετείλατο Βοὸζ τοῖς παιδαρίοις αὐτοῦ λέγων, καὶ γε ἀνὰ μέσον τῶν δραγμάτων συλλεγέτω, καὶ μὴ καταισχύνητε αὐτήν· 16 καὶ βαστάζοντες βαστάξατε αὐτῇ καὶ γε παραβάλλοντες παραβαλεῖτε αὐτῇ ἐκ τῶν βεβουνισμένων, καὶ ἄφετε καὶ συλλέξει, καὶ οὐκ ἐπιτιμήσετε αὐτῇ. 17 καὶ συνέλεξεν ἐν τῷ ἀγρῷ ἕως ἑσπέρας· καὶ ἐρράβδισεν συνέλεξεν, καὶ ἐγενήθη ὡς οἰφὶ κριθῶν.

18 Καὶ ἦρεν καὶ εἰσῆλθεν εἰς τὴν πόλιν, καὶ εἶδεν πενθερὰ αὐτῆς συνέλεξεν, καὶ ἐξενέγκασα Ῥοὺθ ἔδωκεν αὐτῇ κατέλιπεν ἐξ ὧν ἐνεπλήσθη. 19 καὶ εἶπεν αὐτῇ πενθερὰ αὐτῆς, ποῦ συνέλεξας σήμερον καὶ ποῦ ἐποίησας; εἴη ἐπιγνούς σὲ εὐλογημένος. καὶ ἀπήγγειλεν Ῥοὺθ τῇ πενθερᾷ αὐτῆς ποῦ ἐποίησεν, καὶ εἶπεν, τὸ ὄνομα τοῦ ἀνδρός, μεθ᾿ οὗ ἐποίησα σήμερον, Βοόζ. 20 καὶ εἶπεν Νωεμὶν τῇ νύμφῃ αὐτῆς, εὐλογητός ἐστιν τῷ κυρίῳ, ὅτι οὐκ ἐγκατέλιπεν τὸ ἔλεος αὐτοῦ μετὰ τῶν ζώντων καὶ μετὰ τῶν τεθνηκότων. καὶ εἶπεν αὐτῇ Νωεμίν, ἐγγίζει ἡμῖν ἀνὴρ, ἐκ τῶν ἀγχιστευόντων ἡμᾶς ἐστιν. 21 καὶ εἶπεν Ῥοὺθ πρὸς τὴν πενθερὰν αὐτῆς, καὶ γε ὅτι εἶπεν πρός με μετὰ τῶν παιδαρίων μου προσκολλήθητι, ἕως ἂν τελέσωσιν ὅλον τὸν ἀμητόν, ὃς ὑπάρχει μοι.

22 Καὶ εἶπεν Νωεμὶν πρὸς Ῥοὺθ τὴν νύμφην αὐτῆς, ἀγαθόν, θύγατερ, ὅτι πορἐπορεύθης μετὰ τῶν κορασίων αὐτοῦ, καὶ οὐκ ἀπαντήσονταί σοὶ ἐν ἀγρῷ ἑτέρῳ. 23 καὶ προσεκολλήθη Ῥοὺθ τοῖς κορασίοις Βοὸζ συλλέγειν ἕως οὗ συνετέλεσεν τὸν θερισμὸν τῶν κριθῶν καὶ τῶν πυρῶν. καὶ ἐκάθισεν μετὰ τῆς πενθερᾶς αὐτῆς.




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era