Car Repair Manuals

Joshua
(Codex Vaticanus)

Ἰησοῦς (Βατικανὸς Κῶδιξ)

Chapter 15

1 Καὶ ἐγένετο τὰ ὅρια φυλῆς Ἰοῦδα κατὰ δήμους αὐτῶν ἀπὸ τῶν ὁρίων τῆς Ἰδουμαίας ἀπὸ τῆς ἐρήμου Σὶν ἕως Κάδης πρὸς λίβα. 2 καὶ ἐγενήθη αὐτῶν τὰ ὅρια ἀπὸ λιβὸς ἕως μέρους τῆς θαλάσσης τῆς ἁλυκῆς ἀπὸ τῆς λοφιᾶς τῆς φερούσης ἐπὶ λίβα 3 καὶ διαπορεύεται ἀπέναντι τῆς προσαναβάσεως Ἀκραβὶν καὶ ἐκπεριπορεύεται Σεννὰ καὶ ἀναβαίνει ἀπὸ λιβὸς ἐπὶ Κάδης Βαρνὴ καὶ ἐκπορεύεται Ἀσωρὼν καὶ προσαναβαίνει εἰς Ἀδδαρὰ καὶ περιπορεύεται τὴν κατὰ δυσμὰς Κάδης 4 καὶ πορπορεύεται ἐπὶ Ἀσεμωνὰ καὶ διεκβαλεῖ ἕως φάραγγος Αἰγύπτου, καὶ ἔσται αὐτοῦ διέξοδος τῶν ὁρίων ἐπὶ τὴν θάλασσαν· τοῦτό ἐστιν αὐτῶν ὅρια ἀπὸ λιβός. 5 καὶ τὰ ὅρια ἀπὸ ἀνατολῶν πᾶσα θάλασσα ἁλυκὴ ἕως τοῦ Ἰορδάνου. καὶ τὰ ὅρια αὐτῶν ἀπὸ βορρᾶ καὶ ἀπὸ τῆς λοφιᾶς τῆς θαλάσσης καὶ ἀπὸ τοῦ μέρους τοῦ Ἰορδάνου· 6 ἐπιβαίνει τὰ ὅρια ἐπὶ Βαιθαγλὰ καὶ παραπορεύεται ἀπὸ βορρᾶ ἐπὶ Βαιθάραβα, καὶ προσαναβαίνει τὰ ὅρια ἐπὶ λίθον Βαιὼν υἱοῦ Ῥουβήν, 7 καὶ προσαναβαίνει τὰ ὅρια ἐπὶ τὸ τέταρτον τῆς φάραγγος Ἀχὼρ καὶ καταβαίνει ἐπὶ Γαλγάλ, ἐστιν ἀπέναντι τῆς προσβάσεως Ἀδδαμίν, ἐστιν κατὰ λίβα τῇ φάραγγι, καὶ διεκβαλεῖ ἐπὶ τὸ ὕδωρ πηγῆς ἡλίου, καὶ ἔσται αὐτοῦ διέξοδος πηγὴ Ρωγήλ, 8 καὶ ἀναβαίνει τὰ ὅρια εἰς φάραγγα Ὀνὸμ ἐπὶ νώτου Ἰεβοὺς ἀπὸ λιβός (αὕτη ἐστὶν Ἱερουσαλήμ), καὶ διεκβάλλει τὰ ὅρια ἐπὶ κορυφὴν ὄρους, ἐστιν κατὰ πρόσωπον φάραγγος Ὀνὸμ πρὸς θαλάσσης, ἐστιν ἐκ μέρους γῆς Ῥαφαῒν ἐπὶ βορρᾶ, 9 καὶ διεκβάλλει τὸ ὅριον ἀπὸ κορυφῆς τοῦ ὄρους ἐπὶ πηγὴν ὕδατος Ναφθὼ καὶ διεκβάλλει εἰς τὸ ὄρος Ἐφρών, καὶ ἐξάξει τὸ ὅριον εἰς Βάαλ (αὕτη ἐστὶν πόλις Ἰαρίμ). 10 καὶ περιελεύσεται ὅριον ἀπὸ Βάαλ ἐπὶ θάλασσαν καὶ πορπαρελεύσεται εἰς ὄρος Ασσαρὲς ἐπὶ νώτου, πόλιν Ἰαρὶμ ἀπὸ βορρᾶ (αὕτη ἐστὶν Χασλών) καὶ καταβήσεται ἐπὶ πόλιν ἡλίου καὶ πορπαρελεύσεται ἐπὶ λίβα, 11 καὶ διεκβαλεῖ τὸ ὅριον κατὰ νώτου Ἀκκαρὼν ἐπὶ βορρᾶν, καὶ διεκβαλεῖ τὰ ὅρια εἰς Σακχαρωνὰ καὶ πορπαρελεύσεται ὄρος τῆς Βαλὰ καὶ διεκβαλεῖ ἐπὶ Ἰαβνήλ, καὶ ἔσται διέξοδος τῶν ὁρίων ἐπὶ θάλασσαν. 12 καὶ τὰ ὅρια αὐτῶν ἀπὸ θαλάσσης· θάλασσα μεγάλη ὁριεῖ. ταῦτα τὰ ὅρια υἱῶν Ἰοῦδα κύκλῳ κατὰ δήμους αὐτῶν.

13 καὶ τῷ Χαλὲβ υἱῷ Ἰεφοννὴ ἔδωκεν μερίδα ἐν μέσῳ υἱῶν Ἰοῦδα διὰ προστάγματος τοῦ θεοῦ, καὶ ἔδωκεν αὐτῷ Ἰησοῦς τὴν πόλιν Ἀρβὸκ μητρόπολιν Ενὰκ (αὕτη ἐστὶν Χεβρών). 14 καὶ ἐξωλέθρευσεν ἐκεῖθεν Χαλὲβ υἱὸς Ἰεφοννὴ τοὺς τρεῖς υἱοὺς Ενάκ, τὸν Σουσὶ καὶ τὸν Θολμὶ καὶ τὸν Ἀχιμά. 15 καὶ ἀνέβη ἐκεῖθεν Χαλὲβ ἐπὶ τοὺς κατοικοῦντας Δαβίρ· τὸ δὲ ὄνομα Δαβὶρ ἦν τὸ πρότερον πόλις γραμμάτων. 16 καὶ εἶπεν Χαλὲβ Ὃς ἐὰν λάβῃ καὶ ἐκκόψῃ τὴν Πόλιν τῶν γραμμάτων καὶ κυριεύσῃ αὐτῆς, δώσω αὐτῷ τὴν Ἀχσὰν θυγατέρα μου εἰς γυναῖκα. 17 καὶ ἔλαβεν αὐτὴν Γοθονιὴλ υἱὸς Κενὲζ ἀδελφὸς Χαλὲβ νεώτερος, καὶ ἔδωκεν αὐτῷ τὴν Ἀχσὰν θυγατέρα αὐτοῦ αὐτῷ γυναῖκα. 18 καὶ ἐγένετο ἐν τῷ εἰσπορεύεσθαι αὐτὴν καὶ συνεβουλεύσατο αὐτῷ λέγουσα Αἰτήσομαι τὸν πατέρα μου ἀγρόν· καὶ ἐβόησεν ἐκ τοῦ ὄνου. καὶ εἶπεν αὐτῇ Χαλὲβ Τί ἐστίν σοὶ; 19 καὶ εἶπεν αὐτῷ δός μοι εὐλογίαν, ὅτι εἰς γῆν Ναγὲβ δέδωκάς με· δός μοι τὴν Γολαθμαίν. καὶ ἔδωκεν αὐτῇ Χαλὲβ τὴν Γολαθμαὶν τὴν ἄνω καὶ τὴν Γολαθμαὶν τὴν κάτω.

20 αὕτη κληρονομία φυλῆς υἱῶν Ἰοῦδα. 21 Ἐγενήθησαν δὲ αἱ πόλεις αὐτῶν· πόλις πρώτη φυλῆς υἱῶν Ἰοῦδα ἐφ᾿ ὁρίων Ἐδὼμ ἐπὶ τῆς ἐρήμου Καιβαισελεὴλ καὶ Ἀρὰ καὶ Ἀσὼρ 22 καὶ Ἰκὰμ καὶ Ῥεγμὰ καὶ Ἀρουὴλ 23 καὶ Κάδης καὶ Ἀσοριωναὶν 24 καὶ Μαινὰμ καὶ Βαλμαινὰν καὶ αἱ κῶμαι αὐτῶν 25 καὶ αἱ πόλεις Ἀσερὼν (αὕτη Ἀσώρ) 26 καὶ Σὴν καὶ Σαλμαὰ καὶ Μωλαδὰ 27 καὶ Σερὶ καὶ Βαιφαλὰδ 28 καὶ Χολασεωλὰ καὶ Βηρσαβεὲ καὶ αἱ κῶμαι αὐτῶν καὶ αἱ ἐπαύλεις αὐτῶν, 29 Βαλὰ καὶ Βακὼκ καὶ Ασὸμ 30 καὶ Ἐλβωυδὰδ καὶ Βαιθὴλ καὶ Ἑρμὰ 31 καὶ Σεκελὰκ καὶ Μαχαρὶμ καὶ Σεθεννὰκ 32 καὶ Λαβὼς καὶ Σαλὴ καὶ Ἐρωμώθ, πόλεις εἰκοσιεννέα, καὶ αἱ κῶμαι αὐτῶν.

33 Ἐν τῇ πεδινῇ· Ἀσταὼλ καὶ Ραὰ καὶ Ἀσσὰ 34 καὶ Ῥαμὲν καὶ Τανὼ καὶ Ἰλουθὼθ καὶ Μαιανὶ 35 καὶ Ἱερμοὺθ καὶ Ὀδολλὰμ καὶ Μεμβρὰ καὶ Σαωχὼ καὶ Ἀζηκὰ 36 καὶ Σακαρὶμ καὶ Γαδηρὰ καὶ αἱ ἐπαύλεις αὐτῆς, πόλεις δέκα τέσσαρες καὶ αἱ κῶμαι αὐτῶν·

37 Σεννὰ καὶ Ἀδασὰν καὶ Μαγαδαγὰδ 38 καὶ Δαλὰλ καὶ Μασφὰ καὶ Ἰακαρεὴλ 39 καὶ Λαχὴς καὶ Βασηδὼθ καὶ Ἰδεαδαλεὰ 40 καὶ Χαβρὰ καὶ Μαχὲς καὶ Μααχὼς 41 καὶ Γεδδὼρ καὶ Βαγαδιὴλ καὶ Νωμὰν καὶ Μακηδάν, πόλεις δεκαὲξ καὶ αἱ κῶμαι αὐτῶν·

42 Λεμνὰ καὶ Ἰθὰκ 43 καὶ Ἀνὼχ καὶ Ἰανὰ καὶ Νασὶβ 44 καὶ Κεϊλὰμ καὶ Ἀκιεζὶ καὶ Κεζὶβ καὶ Βαθησὰρ καὶ Αἰλών, πόλεις δέκα καὶ αἱ κῶμαι αὐτῶν·

45 Ἀκκαρὼν καὶ αἱ κῶμαι αὐτῆς καὶ αἱ ἐπαύλεις αὐτῶν· 46 ἀπὸ Ἀκκαρὼν Γεμνὰ καὶ πᾶσαι, ὅσαι εἰσὶν πλησίον Ἀσηδώθ, καὶ αἱ κῶμαι αὐτῶν·

47 Ἀσιεδὼθ καὶ αἱ κῶμαι αὐτῆς καὶ αἱ ἐπαύλεις αὐτῆς· Γάζα καὶ αἱ κῶμαι αὐτῆς καὶ αἱ ἐπαύλεις αὐτῆς ἕως τοῦ χειμάρρου Αἰγύπτου· καὶ θάλασσα μεγάλη διορίζει.

48 Καὶ ἐν τῇ ὀρεινῇ· Σαμὶρ καὶ Ἰεθὲρ καὶ Σωχὰ 49 καὶ Ῥεννὰ καὶ πόλις γραμμάτων (αὕτη Δαβίρ) 50 καὶ Ἀνὼν καὶ Ἐσκαιμὰν καὶ Αἰσὰμ 51 καὶ Γοσὸμ καὶ Χαλοῦ καὶ Χαννά, πόλεις ἕνδεκα καὶ αἱ κῶμαι αὐτῶν·

52 Αἰρὲμ καὶ Ῥεμνὰ καὶ Σομὰ 53 καὶ Ἰεμαῒν καὶ Βαιθαχοῦ καὶ Φακουὰ 54 καὶ Εὐμὰ καὶ πόλις Ἀρβὸκ (αὕτη ἐστὶν Χεβρών) καὶ Σώρθ, πόλεις ἐννέα καὶ αἱ ἐπαύλεις αὐτῶν·

55 Μαὼρ καὶ Χερμὲλ καὶ Ὀζὶβ καὶ Ἰτὰν 56 καὶ Ἰαριὴλ καὶ Ἰαρικὰμ καὶ Ζακαναῒμ 57 καὶ Γαβαὰ καὶ Θαμναθά, πόλεις ἐννέα καὶ αἱ κῶμαι αὐτῶν·

58 Ἀλουὰ καὶ Βαιθσοὺρ καὶ Γεδδὼν 59 καὶ Μαγαρὼθ καὶ Βαιθανὰμ καὶ Θεκούμ, πόλεις ἓξ καὶ αἱ κῶμαι αὐτῶν· 59a Θεκὼ καὶ Ἐφραθᾶ αὕτη ἐστὶν Βαιθλεὲμ καὶ Φαγὼρ καὶ Αἰτὰν καὶ Κουλὸν καὶ Τατὰμ καὶ Ἐωβὴς καὶ Καρὲμ καὶ Γαλὲμ καὶ Θεθὴρ καὶ Μανοχὼ πόλεις ἕνδεκα καὶ αἱ κῶμαι αὐτῶν

60 Καριαθβαὰλ (αὕτη πόλις Ἰαρίμ) καὶ Σωθηβὰ πόλεις δύο καὶ αἱ ἐπαύλεις αὐτῶν·

61 καὶ Βαδδαργὶς καὶ Θαραβαὰμ καὶ Αἰνὼν καὶ Αἰχιοζὰ 62 καὶ Ναφλαζὼν καὶ αἱ πόλεις Σαδὼμ καὶ Ἀνκαδής, πόλεις ἑπτὰ καὶ αἱ κῶμαι αὐτῶν.

63 Καὶ Ἰεβουσαῖος κατῴκει ἐν Ἱερουσαλήμ, καὶ οὐκ ἠδυνάσθησαν οἱ υἱοὶ Ἰοῦδα ἀπολέσαι αὐτούς· καὶ κατῴκησαν οἱ Ιεβουσαῖοι ἐν Ἱερουσαλὴμ ἕως τῆς ἡμέρας ἐκείνης.




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era