Car Repair Manuals

Joshua
(Codex Vaticanus)

Ἰησοῦς (Βατικανὸς Κῶδιξ)

Chapter 17

1 Καὶ ἐγένετο τὰ ὅρια φυλῆς υἱῶν Μανασσῆ, ὅτι οὗτος πρωτότοκος τῷ Ἰωσήφ· τῷ Μαχὶρ πρωτοτόκῳ Μανασσῆ πατρὶ Γαλαὰδ (ἀνὴρ γὰρ πολεμιστὴς ἦν) ἐν τῇ Γαλααδίτιδι καὶ ἐν τῇ Βασανίτιδι. 2 καὶ ἐγενήθη τοῖς υἱοῖς Μανασσῆ τοῖς λοιποῖς κατὰ δήμους αὐτῶν, τοῖς υἱοῖς Ἰεζὲρ καὶ τοῖς υἱοῖς Κελὲζ καὶ τοῖς υἱοῖς Ἰεζιὴλ καὶ τοῖς υἱοῖς Συχὲμ καὶ τοῖς υἱοῖς Συμαρὶμ καὶ τοῖς υἱοῖς Οφέρ· οὗτοι οἱ ἄρσενες κατὰ δήμους αὐτῶν.

3 καὶ τῷ Σαλπαὰδ υἱῷ Οφέρ, οὐκ ἦσαν αὐτῷ υἱοὶ ἀλλ᾿ θυγατέρες, καὶ ταῦτα τὰ ὀνόματα τῶν θυγατέρων Σαλπαάδ· Μααλὰ καὶ Νούα καὶ Ἐγλὰ καὶ Μελχὰ καὶ Θερσά. 4 καὶ ἔστησαν ἐναντίον Ἐλεαζὰρ τοῦ ἱερέως καὶ ἐναντίον Ἰησοῦ καὶ ἐναντίον τῶν ἀρχόντων λέγουσαι θεὸς ἐνετείλατο διὰ χειρὸς Μωυσῆ δοῦναι ἡμῖν κληρονομίαν ἐν μέσῳ τῶν ἀδελφῶν ἡμῶν. καὶ ἐδόθη αὐταῖς διὰ προστάγματος κυρίου κλῆρος ἐν τοῖς ἀδελφοῖς τοῦ πατρὸς αὐτῶν. 5 καὶ ἔπεσεν σχοινισμὸς αὐτῶν ἀπὸ Ἀνασσὰ καὶ πεδίον Λαβὲκ ἐκ τῆς Γαλαάδ, ἐστιν πέραν τοῦ Ἰορδάνου· 6 ὅτι θυγατέρες υἱῶν Μανασσῆ ἐκληρονόμησαν κλῆρον ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν· δὲ γῆ Γαλαὰδ ἐγενήθη τοῖς υἱοῖς Μανασσῆ τοῖς καταλελειμμένοις.

7 Καὶ ἐγενήθη ὅρια υἱῶν Μανασσῆ Δηλανάθ, ἐστιν κατὰ πρόσωπον υἱῶν Ανάθ, καὶ πορπορεύεται ἐπὶ τὰ ὅρια ἐπὶ Ἰαμὶν καὶ Ἰασσὶβ ἐπὶ πηγὴν Θαφθώθ· 8 τῷ Μανασσῆ ἔσται καὶ Θαφὲθ ἐπὶ τῶν ὁρίων Μανασσῆ τοῖς υἱοῖς Ἐφραίμ. 9 καὶ καταβήσεται τὰ ὅρια ἐπὶ φάραγγα Καρανὰ ἐπὶ λίβα κατὰ φάραγγα Ἰαριήλ, τερέμινθος τῷ Ἐφραὶμ ἀνὰ μέσον πόλεως Μανασσῆ· καὶ ὅρια Μανασσῆ ἐπὶ τὸν βορρᾶν εἰς τὸν χειμάρρουν, καὶ ἔσται αὐτοῦ διέξοδος θάλασσα. 10 ἀπὸ λιβὸς τῷ Ἐφραίμ, καὶ ἐπὶ βορρᾶν Μανασσῆ, καὶ ἔσται θάλασσα ὅρια αὐτοῖς· καὶ ἐπὶ Ἀσὴρ συνάψουσιν ἐπὶ βορρᾶν καὶ τῷ Ἰσσαχὰρ ἀπ᾿ ἀνατολῶν. 11 καὶ ἔσται Μανασσῆ ἐν Ἰσσαχὰρ καὶ ἐν Ἀσὴρ Βαιθσὰν καὶ αἱ κῶμαι αὐτῶν καὶ τοὺς κατοικοῦντας Δὼρ καὶ τὰς κώμας αὐτῆς καὶ τοὺς κατοικοῦντας Μαγεδδὼ καὶ τὰς κώμας αὐτῆς καὶ τὸ τρίτον τῆς Ναφετὰ καὶ τὰς κώμας αὐτῆς. 12 καὶ οὐκ ἠδυνάσθησαν οἱ υἱοὶ Μανασσῆ ἐξολεθρεῦσαι τὰς πόλεις ταύτας, καὶ ἤρχετο Χαναναῖος κατοικεῖν ἐν τῇ γῇ ταύτῃ· 13 καὶ ἐγενήθη καὶ ἐπεὶ κατίσχυσαν οἱ υἱοὶ Ἰσραήλ, καὶ ἐποίησαν τοὺς Χαναναίους ὑπηκόους, ἐξολεθρεῦσαι δὲ αὐτοὺς οὐκ ἐξωλέθρευσαν.

14 Ἀντεῖπαν δὲ οἱ υἱοὶ Ἰωσὴφ τῷ Ἰησοῦ λέγοντες Διὰ τί ἐκληρονόμησας ἡμᾶς κλῆρον ἕνα καὶ σχοίνισμα ἕν; ἐγὼ δὲ λαὸς πολύς εἰμι, καὶ θεὸς εὐλόγησέν με. 15 καὶ εἶπεν αὐτοῖς Ἰησοῦς Εἰ λαὸς πολὺς εἶ, ἀνάβηθι εἰς τὸν δρυμὸν καὶ ἐκκάθαρον σεαυτῷ, εἰ στενοχωρεῖ σὲ τὸ ὄρος τὸ Ἐφραίμ. 16 καὶ εἶπαν Οὐκ ἀρκέσει ἡμῖν τὸ ὄρος τὸ Ἐφραίμ, καὶ ἵππος ἐπίλεκτος καὶ σίδηρος τῷ Χαναναίῳ τῷ κατοικοῦντι ἐν αὐτῷ ἐν Βαιθσὰν καὶ ἐν ταῖς κώμαις αὐτῆς ἐν τῇ κοιλάδι Ἰεζραέλ. 17 καὶ εἶπεν Ἰησοῦς τοῖς υἱοῖς Ἰωσὴφ Εἰ λαὸς πολὺς εἶ καὶ ἰσχὺν μεγάλην ἔχεις, οὐκ ἔσται σοὶ κλῆρος εἷς· 18  γὰρ δρυμὸς ἔσται σοὶ, ὅτι δρυμός ἐστιν καὶ ἐκκαθαριεῖς αὐτὸν καὶ ἔσται σοὶ· καὶ ὅταν ἐξολεθρεύσῃς τὸν Χαναναῖον, ὅτι ἵππος ἐπίλεκτός ἐστιν αὐτῷ, σὺ γὰρ ὑπερισχύεις αὐτοῦ.




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era