Car Repair Manuals

Joshua
(Codex Vaticanus)

Ἰησοῦς (Βατικανὸς Κῶδιξ)

Chapter 13

1 Καὶ Ἰησοῦς πρεσβύτερος προβεβηκὼς τῶν ἡμερῶν. καὶ εἶπεν κύριος πρὸς Ἰησοῦν Σὺ προβέβηκας τῶν ἡμερῶν, καὶ γῆ ὑπολέλειπται πολλὴ εἰς κληρονομίαν. 2 καὶ αὕτη γῆ καταλελειμμένη· ὅρια Φυλιστιίμ, Γεσιρὶ καὶ Χαναναῖος· 3 ἀπὸ τῆς ἀοικήτου τῆς κατὰ πρόσωπον Αἰγύπτου ἕως τῶν ὁρίων Ἀκκαρὼν ἐξ εὐωνύμων τῶν Χαναναίων προσλογίζεται ταῖς πέντε σατραπείαις τῶν Φυλιστιίμ, τῷ Γαζαίῳ καὶ τῷ Ἀζωτίῳ καὶ τῷ Ἀσκαλωνίτῃ· καὶ τῷ Γεθθαίῳ καὶ τῷ Ακκαρωνίτῃ καὶ τῷ Ευαίῳ 4 ἐκ Θαιμάν καὶ πάσῃ γῇ Χαναὰν ἐναντίον Γάζης, καὶ οἱ Σιδώνιοι ἕως Ἀφὲκ ἕως τῶν ὁρίων τῶν Ἀμοῤῥαίων, 5 καὶ πᾶσαν τὴν γῆν Γαβλὶ Φυλιστιὶμ καὶ πάντα τὸν Λίβανον ἀπὸ ἀνατολῶν ἡλίου ἀπὸ Γαλγὰλ ὑπὸ τὸ ὄρος τὸ Ἀερμῶν ἕως τῆς εἰσόδου Ἐμάθ· 6 πᾶς κατοικῶν τὴν ὀρεινὴν ἀπὸ τοῦ Λιβάνου ἕως τῆς Μασερεφωθμαὶμ πάντας τοὺς Σιδωνίους, ἐγὼ αὐτοὺς ἐξολεθρεύσω ἀπὸ προσώπου Ἰσραήλ· ἀλλὰ διάδος αὐτὴν ἐν κλήρῳ τῷ Ἰσραήλ, ὃν τρόπον σοὶ ἐνετειλάμην. 7 καὶ νῦν μέρισον τὴν γῆν ταύτην ἐν κληρονομίᾳ ταῖς ἐννέα φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ· ἀπὸ τοῦ Ἰορδάνου ἕως τῆς θαλάσσης τῆς μεγάλης κατὰ δυσμὰς ἡλίου δώσεις αὐτήν, θάλασσα μεγάλη ὁριεῖ.

8 ταῖς δὲ δύο φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ, τῷ Ῥουβὴν καὶ τῷ Γάδ, ἔδωκεν Μωυσῆς ἐν τῷ πέραν τοῦ Ἰορδάνου κατ᾿ ἀνατολὰς ἡλίου· δέδωκεν αὐτὴν Μωυσῆς παῖς κυρίου 9 ἀπὸ Ἀροήρ, ἐστιν ἐπὶ τοῦ χείλους χειμάρρου Ἀρνών, καὶ τὴν πόλιν τὴν ἐν μέσῳ τῆς φάραγγος καὶ πᾶσαν τὴν Μισὼρ ἀπὸ Μαιδαβὰ ἕως Δαιβάν, 10 πάσας τὰς πόλεις Σηὼν βασιλέως Ἀμοῤῥαίων, ὃς ἐβασίλευσεν ἐν Ἐσεβών, ἕως τῶν ὁρίων υἱῶν Ἀμμὼν 11 καὶ τὴν Γαλααδίτιδα καὶ τὰ ὅρια Γεσιρὶ καὶ τοῦ Μαχατί, πᾶν ὄρος Ἀερμῶν καὶ πᾶσαν τὴν Βασανῖτιν ἕως Σελχά, 12 πᾶσαν τὴν βασιλείαν Ὢγ ἐν τῇ Βασανίτιδι, ὃς ἐβασίλευσεν ἐν Ἀσταρὼθ καὶ ἐν Ἐδραίν· οὗτος κατελείφθη ἀπὸ τῶν γιγάντων, καὶ ἐπάταξεν αὐτὸν Μωυσῆς καὶ ἐξωλέθρευσεν. 13 καὶ οὐκ ἐξωλέθρευσαν οἱ υἱοὶ Ἰσραὴλ τὸν Γεσιρὶ καὶ τὸν Μαχατὶ καὶ τὸν Χαναναῖον, καὶ κατῴκει βασιλεὺς Γεσιρὶ καὶ Μαχατὶ ἐν τοῖς υἱοῖς Ἰσραὴλ ἕως τῆς σήμερον ἡμέρας.

14 πλὴν τῆς φυλῆς Λευὶ οὐκ ἐδόθη κληρονομία· κύριος θεὸς Ἰσραήλ, οὗτος αὐτῶν κληρονομία, καθὰ εἶπεν αὐτοῖς κύριος. καὶ οὗτος καταμερισμός, ὃν κατεμέρισεν Μωυσῆς τοῖς υἱοῖς Ἰσραὴλ ἐν Ἀραβὼθ Μωὰβ ἐν τῷ πέραν τοῦ Ἰορδάνου κατὰ Ἰεριχώ.

15 Καὶ ἔδωκεν Μωυσῆς τῇ φυλῇ Ῥουβὴν κατὰ δήμους αὐτῶν. 16 καὶ ἐγενήθη αὐτῶν τὰ ὅρια ἀπὸ Ἀροήρ, ἐστιν κατὰ πρόσωπον φάραγγος Ἀρνὼν, καὶ πόλις ἐν τῇ φάραγγι Ἀρνὼν καὶ πᾶσαν τὴν Μισὼρ 17 ἕως Ἐσεβὼν καὶ πάσας τὰς πόλεις τὰς οὔσας ἐν τῇ Μισὼρ καὶ Δαιβὼν καὶ Βαμωθβαὰλ καὶ οἴκου Βεελμὼν 18 καὶ Ἰασσὰ καὶ Κεδημὼθ καὶ Μεφαὰθ 19 καὶ Καριαθαὶμ καὶ Σεβαμὰ καὶ Σεραδὰ καὶ Σιὼρ ἐν τῷ ὄρει Εμὰκ 20 καὶ Βαιθφογὼρ καὶ Ἀσηδὼθ Φασγὰ καὶ Βαιθασιμὼθ 21 καὶ πάσας τὰς πόλεις τοῦ Μισὼρ καὶ πᾶσαν τὴν βασιλείαν τοῦ Σηὼν βασιλέως τῶν Ἀμοῤῥαίων, ὃν ἐπάταξεν Μωυσῆς αὐτὸν καὶ τοὺς ἡγουμένους Μαδιὰμ καὶ τὸν Εὐὶ καὶ τὸν Ῥοκὸμ καὶ τὸν Σοὺρ καὶ τὸν Οὒρ καὶ τὸν Ῥοβὲ ἄρχοντας παρὰ Σηὼν καὶ τοὺς κατοικοῦντας τὴν γῆν. 22 καὶ τὸν Βαλαὰμ τὸν τοῦ Βεὼρ τὸν μάντιν ἀπέκτειναν ἐν τῇ ῥοπῇ. 23 ἐγένετο δὲ τὰ ὅρια Ῥουβήν· Ἰορδάνης ὅριον. αὕτη κληρονομία υἱῶν Ῥουβὴν κατὰ δήμους αὐτῶν, αἱ πόλεις αὐτῶν καὶ αἱ ἐπαύλεις αὐτῶν.

24 Ἔδωκεν δὲ Μωυσῆς τοῖς υἱοῖς Γὰδ κατὰ δήμους αὐτῶν. 25 καὶ ἐγένετο τὰ ὅρια αὐτῶν Ἰαζήρ, πᾶσαι αἱ πόλεις Γαλαὰδ καὶ τὸ ἥμισυ γῆς υἱῶν Ἀμμὼν ἕως Ἀροήρ, ἐστιν κατὰ πρόσωπον Ῥαββά, 26 καὶ ἀπὸ Ἐσεβὼν ἕως Ῥαμὼθ κατὰ τὴν Μασσηφὰ καὶ Βοτανὶν καὶ Μααναὶν ἕως τῶν ὁρίων Δαβὶρ 27 καὶ ἐν Εμὲκ Βαιθαρὰμ καὶ Βαιθαναβρὰ καὶ Σοκχωθὰ καὶ Σαφὰν καὶ τὴν λοιπὴν βασιλείαν Σηὼν βασιλέως Ἐσεβών, καὶ Ἰορδάνης ὁριεῖ ἕως μέρους τῆς θαλάσσης Χενερὲθ πέραν τοῦ Ἰορδάνου ἀπ᾿ ἀνατολῶν. 28 αὕτη κληρονομία υἱῶν Γὰδ κατὰ δήμους αὐτῶν, αἱ πόλεις αὐτῶν καὶ αἱ ἐπαύλεις αὐτῶν.

29 Καὶ ἔδωκεν Μωυσῆς τῷ ἡμίσει φυλῆς Μανασσῆ κατὰ δήμους αὐτῶν. 30 καὶ ἐγένετο τὰ ὅρια αὐτῶν ἀπὸ Μααναὶμ καὶ πᾶσα βασιλεία Βασανὶ καὶ πᾶσα βασιλεία Ὢγ βασιλέως Βασὰν καὶ πάσας τὰς κώμας Ἰαΐ, αἵ εἰσιν ἐν τῇ Βασανίτιδι ἑξήκοντα πόλεις, 31 καὶ τὸ ἥμισυ τῆς Γαλαὰδ καὶ ἐν Ἀσταρὼθ καὶ ἐν Ἐδραΐν, πόλεις βασιλείας Ὢγ ἐν Βασανίτιδι, καὶ ἐδόθησαν τοῖς υἱοῖς Μαχὶρ υἱοῦ Μανασσῆ καὶ τοῖς ἡμίσεσιν υἱοῖς Μαχὶρ υἱοῦ Μανασσῆ κατὰ δήμους αὐτῶν.

32 Οὗτοι οὓς κατεκληρονόμησεν Μωυσῆς πέραν τοῦ Ἰορδάνου ἐν Ἀραβὼθ Μωὰβ ἐν τῷ πέραν τοῦ Ἰορδάνου κατὰ Ἰεριχὼ ἀπὸ ἀνατολῶν.




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era