Car Repair Manuals

Joshua
(Codex Vaticanus)

Ἰησοῦς (Βατικανὸς Κῶδιξ)

Chapter 18

1 Καὶ ἐξεκκλησιάσθη πᾶσα συναγωγὴ υἱῶν Ἰσραὴλ εἰς Σηλὼ καὶ ἔπηξαν ἐκεῖ τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ γῆ ἐκρατήθη ὑπ᾿ αὐτῶν.

2 καὶ κατελείφθησαν οἱ υἱοὶ Ἰσραήλ, οἳ οὐκ ἐκληρονόμησαν ἑπτὰ φυλαί. 3 καὶ εἶπεν Ἰησοῦς τοῖς υἱοῖς Ἰσραὴλ Ἕως τίνος ἐκλυθήσεσθε κληρονομῆσαι τὴν γῆν, ἣν ἔδωκεν κύριος θεὸς ἡμῶν; 4 δότε ἐξ ὑμῶν τρεῖς ἄνδρας ἐκ φυλῆς, καὶ ἀναστάντες διελθέτωσαν τὴν γῆν καὶ διαγραψάτωσαν αὐτὴν ἐναντίον μου, καθὰ δεήσει διελεῖν αὐτήν. (καὶ ἤλθοσαν πρὸς αὐτόν, 5 καὶ διεῖλεν αὐτοῖς ἑπτὰ μερίδας.) Ἰούδας στήσεται αὐτοῖς ὅριον ἀπὸ λιβός, καὶ οἱ υἱοὶ Ἰωσὴφ στήσονται αὐτοῖς ἀπὸ βορρᾶ. 6 ὑμεῖς δὲ μερίσατε τὴν γῆν ἑπτὰ μερίδας καὶ ἐνέγκατε πρός με ὧδε, καὶ ἐξοίσω ὑμῖν κλῆρον ἔναντι κυρίου τοῦ θεοῦ ἡμῶν. 7 οὐ γάρ ἐστιν μερὶς τοῖς υἱοῖς Λευὶ ἐν ὑμῖν, ἱερατεία γὰρ κυρίου μερὶς αὐτοῦ· καὶ Γὰδ καὶ Ῥουβὴν καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ ἐλάβοσαν τὴν κληρονομίαν αὐτῶν πέραν τοῦ Ἰορδάνου ἐπ᾿ ἀνατολάς, ἣν ἔδωκεν αὐτοῖς Μωυσῆς παῖς κυρίου.

8 καὶ ἀναστάντες οἱ ἄνδρες πορἐπορεύθησαν, καὶ ἐνετείλατο Ἰησοῦς τοῖς ἀνδράσιν τοῖς πορπορευομένοις χωροβατῆσαι τὴν γῆν λέγων πορΠορεύεσθε καὶ χωροβατήσατε τὴν γῆν καὶ παραγενήθητε πρός με, καὶ ὧδε ἐξοίσω ὑμῖν κλῆρον ἔναντι κυρίου ἐν Σηλώ. 9 καὶ πορἐπορεύθησαν καὶ ἐχωροβάτησαν τὴν γῆν καὶ εἴδοσαν αὐτὴν καὶ ἔγραψαν αὐτὴν κατὰ πόλεις αὐτῆς ἑπτὰ μερίδας εἰς βιβλίον καὶ ἤνεγκαν πρὸς Ἰησοῦν. 10 καὶ ἐνέβαλεν αὐτοῖς Ἰησοῦς κλῆρον ἐν Σηλὼ ἔναντι κυρίου.

11 Καὶ ἐξῆλθεν κλῆρος φυλῆς Βενιαμὶν πρῶτος κατὰ δήμους αὐτῶν, καὶ ἐξῆλθεν ὅρια τοῦ κλήρου αὐτῶν ἀνὰ μέσον Ἰοῦδα καὶ ἀνὰ μέσον τῶν υἱῶν Ἰωσήφ. 12 καὶ ἐγενήθη αὐτῶν τὰ ὅρια ἀπὸ βορρᾶ ἀπὸ τοῦ Ἰορδάνου, προσαναβήσεται τὰ ὅρια κατὰ νώτου Ἰεριχὼ ἀπὸ βορρᾶ καὶ ἀναβήσεται ἐπὶ τὸ ὄρος ἐπὶ τὴν θάλασσαν, καὶ ἔσται αὐτοῦ διέξοδος Μαδβαρῖτις Βαιθών, 13 καὶ διελεύσεται ἐκεῖθεν τὰ ὅρια Λουζὰ ἐπὶ νώτου Λουζὰ ἀπὸ λιβός (αὕτη ἐστὶν Βαιθήλ), καὶ καταβήσεται τὰ ὅρια Μααταρωθορὲχ ἐπὶ τὴν ὀρεινήν, ἐστιν πρὸς λίβα Βαιθωρὼν κάτω, 14 καὶ διελεύσεται τὰ ὅρια καὶ περιελεύσεται ἐπὶ τὸ μέρος τὸ βλέπον παρὰ θάλασσαν ἀπὸ λιβὸς ἀπὸ τοῦ ὄρους ἐπὶ πρόσωπον Βαιθωρὼν λίβα, καὶ ἔσται αὐτοῦ διέξοδος εἰς Καριαθβαὰλ (αὕτη ἐστὶν Καριαθιαρὶν πόλις υἱῶν Ἰοῦδα); τοῦτό ἐστιν τὸ μέρος τὸ πρὸς θάλασσαν. 15 καὶ μέρος τὸ πρὸς λίβα ἀπὸ μέρους Καριαθβαάλ, καὶ διελεύσεται ὅρια εἰς Γασὶν ἐπὶ πηγὴν ὕδατος Ναφθώ, 16 καὶ καταβήσεται τὰ ὅρια ἐπὶ μέρους τοῦ ὄρους, ἐστιν κατὰ πρόσωπον νάπης Ὀννάμ, ἐστιν ἐκ μέρους Ἐμεκραφαῒν ἀπὸ βορρᾶ, καὶ καταβήσεται Γαιεννὰ ἐπὶ νώτου Ἰεβουσαὶ ἀπὸ λιβὸς καὶ καταβήσεται ἐπὶ πηγὴν Ρωγὴλ 17 καὶ διελεύσεται ἐπὶ πηγὴν Βαιθσαμὺς καὶ πορπαρελεύσεται ἐπὶ Γαλιλὼθ ἐστιν ἀπέναντι πρὸς ἀνάβασιν Αιθαμίν, καὶ καταβήσεται ἐπὶ λίθον Βαιὼν υἱῶν Ῥουβὴν 18 καὶ διελεύσεται κατὰ νώτου Βαιθάραβα ἀπὸ βορρᾶ καὶ καταβήσεται 19 ἐπὶ τὰ ὅρια ἐπὶ νώτου Βαιθαγλὰ ἀπὸ βορρᾶ, καὶ ἔσται διέξοδος τῶν ὁρίων ἐπὶ λοφιὰν τῆς θαλάσσης τῶν ἁλῶν ἐπὶ βορρᾶν εἰς μέρος τοῦ Ἰορδάνου ἀπὸ λιβός· ταῦτα τὰ ὅριά ἐστιν ἀπὸ λιβός. 20 καὶ Ἰορδάνης ὁριεῖ ἀπὸ μέρους ἀνατολῶν. αὕτη κληρονομία υἱῶν Βενιαμίν, τὰ ὅρια αὐτῆς κύκλῳ κατὰ δήμους.

21 καὶ ἐγενήθησαν αἱ πόλεις τῶν υἱῶν Βενιαμὶν κατὰ δήμους αὐτῶν Ἰεριχὼ καὶ Βαιθεγλιὼ καὶ Ἀμεκασὶς 22 καὶ Βαιθαβαρὰ καὶ Σάρα καὶ Βησανὰ 23 καὶ Ἀιὶν καὶ Φαρὰ καὶ Ἐφραθᾶ 24 καὶ Καραφὰ καὶ Κεφιρὰ καὶ Μονὶ καὶ Γαβαὰ πόλεις δέκα δύο καὶ αἱ κῶμαι αὐτῶν· 25 Γαβαὼν καὶ Ῥαμὰ καὶ Βεηρωθὰ 26 καὶ Μασσημὰ καὶ Μιρὼν καὶ Ἀμωκὴ 27 καὶ Φιρὰ καὶ Καφὰν καὶ Νακὰν καὶ Σεληκὰν καὶ Θαρεηλὰ 28 καὶ Ἰεβοὺς (αὕτη ἐστὶν Ἱερουσαλήμ) καὶ πόλεις καὶ Γαβαωθιαρίμ, πόλεις τρεῖς καὶ δέκα καὶ αἱ κῶμαι αὐτῶν. αὕτη κληρονομία υἱῶν Βενιαμὶν κατὰ δήμους αὐτῶν.




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era