Car Repair Manuals

Isaiah

Ἡσαΐας

Chapter 10

1  οὐαὶ τοῖς γράφουσιν πονηρίαν γράφοντες γὰρ πονηρίαν γράφουσιν

2  ἐκκλίνοντες κρίσιν πτωχῶν ἁρπάζοντες κρίμα πενήτων τοῦ λαοῦ μου ὥστε εἶναι αὐτοῖς χήραν εἰς ἁρπαγὴν καὶ ὀρφανὸν εἰς προνομήν

3  καὶ τί ποιήσουσιν ἐν τῇ ἡμέρᾳ τῆς ἐπισκοπῆς γὰρ θλῖψις ὑμῖν πόρρωθεν ἥξει καὶ πρὸς τίνα καταφεύξεσθε τοῦ βοηθηθῆναι καὶ ποῦ καταλείψετε τὴν δόξαν ὑμῶν

4  τοῦ μὴ ἐμπεσεῖν εἰς ἐπαγωγήν ἐπὶ πᾶσι τούτοις οὐκ ἀπεστράφη θυμός ἀλλ᾿ ἔτι χεὶρ ὑψηλή

5  οὐαὶ Ἀ;σσυρίοις ῥάβδος τοῦ θυμοῦ μου καὶ ὀργῆς ἐστιν ἐν ταῖς χερσὶν αὐτῶν

6  τὴν ὀργήν μου εἰς ἔθνος ἄνομον ἀποστελῶ καὶ τῷ ἐμῷ λαῷ συντάξω ποιῆσαι σκῦλα καὶ προνομὴν καὶ καταπατεῖν τὰς πόλεις καὶ θεῖναι αὐτὰς εἰς κονιορτόν

7  αὐτὸς δὲ οὐχ οὕτως ἐνεθυμήθη καὶ τῇ ψυχῇ οὐχ οὕτως λελόγισται ἀλλὰ ἀπαλλάξει νοῦς αὐτοῦ καὶ τοῦ ἔθνη ἐξολεθρεῦσαι οὐκ ὀλίγα

8  καὶ ἐὰν εἴπωσιν αὐτῷ σὺ μόνος εἶ ἄρχων

9  καὶ ἐρεῖ οὐκ ἔλαβον τὴν χώραν τὴν ἐπάνω βαβυλῶνος καὶ Χαλάννη οὗ πύργος ᾠκοδομήθη καὶ ἔλαβον Ἀραβίαν καὶ Δαμασκὸν καὶ Σαμάρειαν

10  ὃν τρόπον ταύτας ἔλαβον ἐν τῇ χειρί μου καὶ πάσας τὰς ἀρχὰς λήμψομαι ὀλολύξατε τὰ γλυπτὰ ἐν Ἱερουσαλὴμ καὶ ἐν Σαμαρείᾳ

11  ὃν τρόπον γὰρ ἐποίησα Σαμαρείᾳ καὶ τοῖς χειροποιήτοις αὐτῆς οὕτως ποιήσω καὶ Ἱερουσαλὴμ καὶ τοῖς εἰδώλοις αὐτῆς

12  καὶ ἔσται ὅταν συντελέσῃ κύριος πάντα ποιῶν ἐν τῷ ὄρει Σιὼν καὶ ἐν Ἱερουσαλὴμ ἐπάξει ἐπὶ τὸν νοῦν τὸν μέγαν τὸν ἄρχοντα τῶν Ἀσσυρίων καὶ ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ

13  εἶπεν γάρ τῇ ἰσχύϊ ποιήσω καὶ τῇ σοφίᾳ τῆς συνέσεως ἀφελῶ ὅρια ἐθνῶν καὶ τὴν ἰσχὺν αὐτῶν προνομεύσω καὶ σείσω πόλεις κατοικουμένας

14  καὶ τὴν οἰκουμένην ὅλην καταλήμψομαι τῇ χειρὶ ὡς νοσσιὰν καὶ ὡς καταλελειμμένα ᾠὰ ἀρῶ καὶ οὐκ ἔστιν ὃς διαφεύξεταί με ἀντείπῃ μοι

15  μὴ δοξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτοντος ἐν αὐτῇ ὑψωθήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν ὡσαύτως ἐάν τις ἄρῃ ῥάβδον ξύλον

16  καὶ οὐχ οὕτως ἀλλὰ ἀποστελεῖ κύριος σαβαὼθ εἰς τὴν σὴν τιμὴν ἀτιμίαν καὶ εἰς τὴν σὴν δόξαν πῦρ καιόμενον καυθήσεται

17  καὶ ἔσται τὸ φῶς τοῦ Ἰσραὴλ εἰς πῦρ καὶ ἁγιάσει αὐτὸν ἐν πυρὶ καιομένῳ καὶ φάγεται ὡσεὶ χόρτον τὴν ὕλην τῇ ἡμέρᾳ ἐκείνῃ

18  ἀποσβεσθήσεται τὰ ὄρη καὶ οἱ βουνοὶ καὶ οἱ δρυμοί καὶ καταφάγεται ἀπὸ ψυχῆς ἕως σαρκῶν καὶ ἔσται φεύγων ὡς φεύγων ἀπὸ φλογὸς καιομένης

19  καὶ οἱ καταλειφθέντες ἀπ᾿ αὐτῶν ἔσονται ἀριθμός καὶ παιδίον γράψει αὐτούς

20  καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐκέτι προστεθήσεται τὸ καταλειφθὲν Ἰσραὴλ καὶ οἱ σωθέντες τοῦ Ἰακὼβ οὐκέτι μὴ πεποιθότες ὦσιν ἐπὶ τοὺς ἀδικήσαντας αὐτούς ἀλλὰ ἔσονται πεποιθότες ἐπὶ τὸν θεὸν τὸν ἅγιον τοῦ Ἰσραὴλ τῇ ἀληθείᾳ

21  καὶ ἔσται τὸ καταλειφθὲν τοῦ Ἰακὼβ ἐπὶ θεὸν ἰσχύοντα

22  καὶ ἐὰν γένηται λαὸς Ἰσραὴλ ὡς ἄμμος τῆς θαλάσσης τὸ κατάλειμμα αὐτῶν σωθήσεται λόγον γὰρ συντελῶν καὶ συντέμνων ἐν δικαιοσύνῃ

23  ὅτι λόγον συντετμημένον ποιήσει θεὸς ἐν τῇ οἰκουμένῃ ὅλῃ

24  διὰ τοῦτο τάδε λέγει κύριος σαβαὼθ μὴ φοβοῦ λαός μου οἱ κατοικοῦντες ἐν Σιὼν ἀπὸ Ἀσσυρίων ὅτι ἐν ῥάβδῳ πατάξει σὲ πληγὴν γὰρ ἐγὼ ἐπάγω ἐπὶ σὲ τοῦ ἰδεῖν ὁδὸν Αἰγύπτου

25  ἔτι γὰρ μικρὸν καὶ παύσεται ὀργή δὲ θυμός μου ἐπὶ τὴν βουλὴν αὐτῶν

26  καὶ ἐπεγερεῖ θεὸς ἐπ᾿ αὐτοὺς κατὰ τὴν πληγὴν τὴν Μαδιὰμ ἐν τόπῳ θλίψεως καὶ θυμὸς αὐτοῦ τῇ ὁδῷ τῇ κατὰ θάλασσαν εἰς τὴν ὁδὸν τὴν κατ᾿ Αἴγυπτον

27  καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀφαιρεθήσεται φόβος αὐτοῦ ἀπὸ σου καὶ ζυγὸς αὐτοῦ ἀπὸ τοῦ ὤμου σου καὶ καταφθαρήσεται ζυγὸς ἀπὸ τῶν ὤμων ὑμῶν

28  ἥξει γὰρ εἰς τὴν πόλιν Ἀγγαὶ καὶ πορπαρελεύσεται εἰς Μαγεδὼ καὶ ἐν Μαχμὰς θήσει τὰ σκεύη αὐτοῦ

29  καὶ πορπαρελεύσεται φάραγγα καὶ ἥξει εἰς Ἀγγαὶ φόβος λήμψεται Ῥαμὰ πόλιν Σαοὺλ φεύξεται

30  θυγάτηρ Γαλλὶμ ἐπακούσεται Λαισὰ ἐπακούσεται Ἀναθὼθ

31  ἐξέστη Μαδεβηνα καὶ οἱ κατοικοῦντες Γιββιρ παρακαλεῖτε

32  σήμερον ἐν ὁδῷ τοῦ μεῖναι τῇ χειρὶ παρακαλεῖτε τὸ ὄρος τὴν θυγατέρα Σιὼν καὶ οἱ βουνοὶ οἱ ἐν Ἱερουσαλὴμ

33  ἰδοὺ γὰρ δεσπότης κύριος σαβαὼθ συνταράσσει τοὺς ἐνδόξους μετὰ ἰσχύος καὶ οἱ ὑψηλοὶ τῇ ὕβρει συντριβήσονται καὶ οἱ ὑψηλοὶ ταπεινωθήσονται

34  καὶ πεσοῦνται οἱ ὑψηλοὶ μαχαίρᾳ δὲ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era