Car Repair Manuals

Isaiah

Ἡσαΐας

Chapter 15

1  τὸ ῥῆμα τὸ κατὰ τῆς Μωαβίτιδος νυκτὸς ἀπολεῖται Μωαβῖτις νυκτὸς γὰρ ἀπολεῖται τὸ τεῖχος τῆς Μωαβίτιδος

2  λυπεῖσθε ἐφ᾿ ἑαυτοῖς ἀπολεῖται γὰρ καὶ Δηβων οὗ βωμὸς ὑμῶν ἐκεῖ ἀναβήσεσθε κλαίειν ἐπὶ Ναβαὺ τῆς Μωαβίτιδος ὀλολύζετε ἐπὶ πάσης κεφαλῆς φαλάκρωμα πάντες βραχίονες κατατετμημένοι

3  ἐν ταῖς πλατείαις αὐτῆς περιζώσασθε σάκκους καὶ κόπτεσθε ἐπὶ τῶν δωμάτων αὐτῆς καὶ ἐν ταῖς ῥύμαις αὐτῆς πάντες ὀλολύζετε μετὰ κλαυθμοῦ

4  ὅτι κέκραγεν Ἐσεβὼν καὶ Ἐλεαλὴ ἕως Ἰασσὰ ἠκούσθη φωνὴ αὐτῶν διὰ τοῦτο ὀσφὺς τῆς Μωαβίτιδος βοᾷ ψυχὴ αὐτῆς γνώσεται

5  καρδία τῆς Μωαβίτιδος βοᾷ ἐν αὐτῇ ἕως Σηγὼρ δάμαλις γάρ ἐστιν τριετής ἐπὶ δὲ τῆς ἀναβάσεως τῆς Λουιθ πρὸς σὲ κλαίοντες ἀναβήσονται τῇ ὁδῷ Ἀρωνιιμ βοᾷ σύντριμμα καὶ σεισμός

6  τὸ ὕδωρ τῆς Νεμριμ ἔρημον ἔσται καὶ χόρτος αὐτῆς ἐκλείψει χόρτος γὰρ χλωρὸς οὐκ ἔσται

7  μὴ καὶ οὕτως μέλλει σωθῆναι ἐπάξω γὰρ ἐπὶ τὴν φάραγγα Ἀ;ῤαβας καὶ λήμψονται αὐτήν

8  συνῆψεν γὰρ βοὴ τὸ ὅριον τῆς Μωαβίτιδος τῆς Ἀγαλλιμ καὶ ὀλολυγμὸς αὐτῆς ἕως τοῦ φρέατος τοῦ Αἰλίμ

9  τὸ δὲ ὕδωρ τὸ Ῥεμμὼν πλησθήσεται αἵματος ἐπάξω γὰρ ἐπὶ Ῥεμμὼν Ἀ;ῤαβας καὶ ἀρῶ τὸ σπέρμα Μωὰβ καὶ Ἀριὴλ καὶ τὸ κατάλοιπον Ἀδαμὰ




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era