1 μὴ χαῖρε Ἰσραὴλ μηδὲ εὐφραίνου καθὼς οἱ λαοί διότι ἐπόρνευσας ἀπὸ τοῦ θεοῦ σου ἠγάπησας δόματα ἐπὶ πάντα ἅλωνα σίτου 2 ἅλων καὶ ληνὸς οὐκ ἔγνω αὐτούς καὶ ὁ οἶνος ἐψεύσατο αὐτούς 3 οὐ κατῴκησαν ἐν τῇ γῇ τοῦ κυρίου κατῴκησεν Ἐφραὶμ εἰς Αἴγυπτον καὶ ἐν Ἀ;σσυρίοις ἀκάθαρτα φάγονται 4 οὐκ ἔσπεισαν τῷ κυρίῳ οἶνον καὶ οὐχ ἥδυναν αὐτῷ αἱ θυσίαι αὐτῶν ὡς ἄρτος πένθους αὐτοῖς πάντες οἱ ἔσθοντες αὐτὰ μιανθήσονται διότι οἱ ἄρτοι αὐτῶν ταῖς ψυχαῖς αὐτῶν οὐκ εἰσελεύσονται εἰς τὸν οἶκον κυρίου
5 τί ποιήσετε ἐν ἡμέρᾳ πανηγύρεως καὶ ἐν ἡμέρᾳ ἑορτῆς τοῦ κυρίου 6 διὰ τοῦτο ἰδοὺ πορπορεύσονται ἐκ ταλαιπωρίας Αἰγύπτου καὶ ἐκδέξεται αὐτοὺς Μέμφις καὶ θάψει αὐτοὺς Μαχμὰς τὸ ἀργύριον αὐτῶν ὄλεθρος κληρονομήσει ἄκανθαι ἐν τοῖς σκηνώμασιν αὐτῶν
7 ἥκασιν αἱ ἡμέραι τῆς ἐκδικήσεως ἥκασιν αἱ ἡμέραι τῆς ἀνταποδόσεώς σου καὶ κακωθήσεται Ἰσραὴλ ὥσπερ ὁ προφήτης ὁ παρεξεστηκώς ἄνθρωπος ὁ πνευματοφόρος ὑπὸ τοῦ πλήθους τῶν ἀδικιῶν σου ἐπληθύνθη μανία σου 8 σκοπὸς Ἐφραὶμ μετὰ θεοῦ προφήτης παγὶς σκολιὰ ἐπὶ πάσας τὰς ὁδοὺς αὐτοῦ μανίαν ἐν οἴκῳ κυρίου κατέπηξαν 9 ἐφθάρησαν κατὰ τὰς ἡμέρας τοῦ βουνοῦ μνησθήσεται ἀδικίας αὐτοῦ ἐκδικήσει ἁμαρτίας αὐτοῦ
10 ὡς σταφυλὴν ἐν ἐρήμῳ εὗρον τὸν Ἰσραὴλ καὶ ὡς σκοπὸν ἐν συκῇ πρόιμον εἶδον πατέρας αὐτῶν αὐτοὶ εἰσῆλθον πρὸς τὸν Βεελφεγὼρ καὶ ἀπηλλοτριώθησαν εἰς αἰσχύνην καὶ ἐγένοντο οἱ ἠγαπημένοι ὡς οἱ ἐβδελυγμένοι 11 Ἐφραὶμ ὡς ὄρνεον ἐξεπετάσθη αἱ δόξαι αὐτῶν ἐκ τόκων καὶ ὠδίνων καὶ συλλήμψεων 12 διότι καὶ ἐὰν ἐκθρέψωσιν τὰ τέκνα αὐτῶν ἀτεκνωθήσονται ἐξ ἀνθρώπων διότι καὶ οὐαὶ αὐτοῖς ἐστιν σάρξ μου ἐξ αὐτῶν 13 Ἐφραὶμ ὃν τρόπον εἶδον εἰς θήραν παρέστησαν τὰ τέκνα αὐτῶν καὶ Ἐφραὶμ τοῦ ἐξαγαγεῖν εἰς ἀποκέντησιν τὰ τέκνα αὐτοῦ 14 δὸς αὐτοῖς κύριε τί δώσεις αὐτοῖς δὸς αὐτοῖς μήτραν ἀτεκνοῦσαν καὶ μαστοὺς ξηρούς 15 πᾶσαι αἱ κακίαι αὐτῶν εἰς Γαλγὰλ ὅτι ἐκεῖ αὐτοὺς ἐμίσησα διὰ τὰς κακίας τῶν ἐπιτηδευμάτων αὐτῶν ἐκ τοῦ οἴκου μου ἐκβαλῶ αὐτούς οὐ μὴ προσθήσω τοῦ ἀγαπῆσαι αὐτούς πάντες οἱ ἄρχοντες αὐτῶν ἀπειθοῦντες 16 ἐπόνεσεν Ἐφραὶμ τὰς ῥίζας αὐτοῦ ἐξηράνθη καρπὸν οὐκέτι μὴ ἐνέγκῃ διότι καὶ ἐὰν γεννήσωσιν ἀποκτενῶ τὰ ἐπιθυμήματα κοιλίας αὐτῶν 17 ἀπώσεται αὐτοὺς ὁ θεός ὅτι οὐκ εἰσήκουσαν αὐτοῦ καὶ ἔσονται πλανῆται ἐν τοῖς ἔθνεσιν