Car Repair Manuals

Hosea

Ὠσηέ

Chapter 6

1  ἐν θλίψει αὐτῶν ὀρθριοῦσι πρός με λέγοντες πορπορευθῶμεν καὶ ἐπιστρέψωμεν πρὸς κύριον τὸν θεὸν ἡμῶν 2  ὅτι αὐτὸς ἥρπακεν καὶ ἰάσεται ἡμᾶς 3  πατάξει καὶ μοτώσει ἡμᾶς ὑγιάσει ἡμᾶς μετὰ δύο ἡμέρας ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστησόμεθα καὶ ζησόμεθα ἐνώπιον αὐτοῦ καὶ γνωσόμεθα 4  διώξομεν τοῦ γνῶναι τὸν κύριον ὡς ὄρθρον ἕτοιμον εὑρήσομεν αὐτόν καὶ ἥξει ὡς ὑετὸς ἡμῖν πρόιμος καὶ ὄψιμος τῇ γῇ

5  τί σοὶ ποιήσω Ἐφραὶμ τί σοὶ ποιήσω Ἰοῦδα τὸ δὲ ἔλεος ὑμῶν ὡς νεφέλη πρωινὴ καὶ ὡς δρόσος ὀρθρινὴ πορευομένη 6  διὰ τοῦτο ἀπεθέρισα τοὺς προφήτας ὑμῶν ἀπέκτεινα αὐτοὺς ἐν ῥήμασιν στόματός μου καὶ τὸ κρίμα μου ὡς φῶς ἐξελεύσεται

7  διότι ἔλεος θέλω καὶ οὐ θυσίαν καὶ ἐπίγνωσιν θεοῦ ὁλοκαυτώματα 8  αὐτοὶ δέ εἰσιν ὡς ἄνθρωπος παραβαίνων διαθήκην ἐκεῖ κατεφρόνησέν μου 9  Γαλαὰδ πόλις ἐργαζομένη μάταια ταράσσουσα ὕδωρ 10  καὶ ἰσχύς σου ἀνδρὸς πειρατοῦ ἔκρυψαν ἱερεῖς ὁδὸν κυρίου ἐφόνευσαν Σίκιμα ὅτι ἀνομίαν ἐποίησαν 11  ἐν τῷ οἴκῳ Ἰσραὴλ εἶδον φρικώδη ἐκεῖ πορνείαν τοῦ Ἐφραὶμ ἐμιάνθη Ἰσραὴλ καὶ Ἰοῦδα 12  ἄρχου τρυγᾶν σεαυτῷ ἐν τῷ ἐπιστρέφειν με τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era