Car Repair Manuals

Deuteronomy

Δευτερονόμιον

Chapter 33

1  καὶ αὕτη εὐλογία ἣν εὐλόγησεν Μωυσῆς ἄνθρωπος τοῦ θεοῦ τοὺς υἱοὺς Ἰσραὴλ πρὸ τῆς τελευτῆς αὐτοῦ 2  καὶ εἶπεν κύριος ἐκ Σινᾶ ἥκει καὶ ἐπέφανεν ἐκ Σηὶρ ἡμῖν καὶ κατέσπευσεν ἐξ ὄρους Φαρὰν σὺν μυριάσιν Κάδης ἐκ δεξιῶν αὐτοῦ ἄγγελοι μετ᾿ αὐτοῦ 3  καὶ ἐφείσατο τοῦ λαοῦ αὐτοῦ καὶ πάντες οἱ ἡγιασμένοι ὑπὸ τὰς χεῖράς σου καὶ οὗτοι ὑπὸ σέ εἰσιν καὶ ἐδέξατο ἀπὸ τῶν λόγων αὐτοῦ 4  νόμον ὃν ἐνετείλατο ἡμῖν Μωυσῆς κληρονομίαν συναγωγαῖς Ἰακὼβ 5  καὶ ἔσται ἐν τῷ ἠγαπημένῳ ἄρχων συναχθέντων ἀρχόντων λαῶν ἅμα φυλαῖς Ἰσραὴλ 6  ζήτω Ῥουβὴν καὶ μὴ ἀποθανέτω καὶ ἔστω πολὺς ἐν ἀριθμῷ

7  καὶ αὕτη Ἰοῦδα εἰσάκουσον κύριε φωνῆς Ἰοῦδα καὶ εἰς τὸν λαὸν αὐτοῦ εἰσέλθοισαν αἱ χεῖρες αὐτοῦ διακρινοῦσιν αὐτῷ καὶ βοηθὸς ἐκ τῶν ἐχθρῶν αὐτοῦ ἔσῃ

8  καὶ τῷ Λευὶ εἶπεν δότε Λευὶ δήλους αὐτοῦ καὶ ἀλήθειαν αὐτοῦ τῷ ἀνδρὶ τῷ ὁσίῳ ὃν ἐπείρασαν αὐτὸν ἐν πείρᾳ ἐλοιδόρησαν αὐτὸν ἐπὶ ὕδατος ἀντιλογίας 9  λέγων τῷ πατρὶ καὶ τῇ μητρί οὐχ ἑόρακά σὲ καὶ τοὺς ἀδελφοὺς αὐτοῦ οὐκ ἐπέγνω καὶ τοὺς υἱοὺς αὐτοῦ ἀπέγνω ἐφύλαξεν τὰ λόγιά σου καὶ τὴν διαθήκην σου διετήρησεν 10  δηλώσουσιν τὰ δικαιώματά σου τῷ Ἰακὼβ καὶ τὸν νόμον σου τῷ Ἰσραὴλ ἐπιθήσουσιν θυμίαμα ἐν ὀργῇ σου διὰ παντὸς1 ἐπὶ τὸ θυσιαστήριόν σου 11  εὐλόγησον κύριε τὴν ἰσχὺν αὐτοῦ καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ δέξαι κάταξον ὀσφὺν ἐχθρῶν ἐπανεστηκότων αὐτῷ καὶ οἱ μισοῦντες αὐτὸν μὴ ἀναστήτωσαν 12  καὶ τῷ Βενιαμὶν εἶπεν ἠγαπημένος ὑπὸ κυρίου κατασκηνώσει πεποιθώς καὶ θεὸς σκιάζει ἐπ᾿ αὐτῷ πάσας τὰς ἡμέρας καὶ ἀνὰ μέσον τῶν ὤμων αὐτοῦ κατέπαυσεν

13  καὶ τῷ Ἰωσὴφ εἶπεν ἀπ᾿ εὐλογίας κυρίου γῆ αὐτοῦ ἀπὸ ὡρῶν οὐρανοῦ καὶ δρόσου καὶ ἀπὸ ἀβύσσων πηγῶν κάτωθεν 14  καὶ καθ᾿ ὥραν γενημάτων ἡλίου τροπῶν καὶ ἀπὸ συνόδων μηνῶν 15  καὶ ἀπὸ κορυφῆς ὀρέων ἀρχῆς καὶ ἀπὸ κορυφῆς βουνῶν ἀενάων 16  καὶ καθ᾿ ὥραν γῆς πληρώσεως καὶ τὰ δεκτὰ τῷ ὀφθέντι ἐν τῷ βάτῳ ἔλθοισαν ἐπὶ κεφαλὴν Ἰωσὴφ καὶ ἐπὶ κορυφῆς δοξασθεὶς ἐν ἀδελφοῖς 17  πρωτότοκος ταύρου τὸ κάλλος αὐτοῦ κέρατα μονοκέρωτος τὰ κέρατα αὐτοῦ ἐν αὐτοῖς ἔθνη κερατιεῖ ἅμα ἕως ἐπ᾿ ἄκρου γῆς αὗται μυριάδες Ἐφραὶμ καὶ αὗται χιλιάδες Μανασσῆ 18  καὶ τῷ Ζαβουλὼν εἶπεν εὐφράνθητι Ζαβουλὼν ἐν ἐξοδίᾳ σου καὶ Ἰσσαχὰρ ἐν τοῖς σκηνώμασιν αὐτοῦ 19  ἔθνη ἐξολεθρεύσουσιν καὶ ἐπικαλέσεσθε ἐκεῖ καὶ θύσετε θυσίαν δικαιοσύνης ὅτι πλοῦτος θαλάσσης θηλάσει σὲ καὶ ἐμπόρια παράλιον κατοικούντων

20  καὶ τῷ Γὰδ εἶπεν εὐλογημένος ἐμπλατύνων Γὰδ ὡς λέων ἀνεπαύσατο συντρίψας βραχίονα καὶ ἄρχοντα 21  καὶ εἶδεν ἀπαρχὴν αὐτοῦ ὅτι ἐκεῖ ἐμερίσθη γῆ ἀρχόντων συνηγμένων ἅμα ἀρχηγοῖς λαῶν δικαιοσύνην κύριος ἐποίησεν καὶ κρίσιν αὐτοῦ μετὰ Ἰσραὴλ

22  καὶ τῷ Δὰν εἶπεν Δὰν σκύμνος λέοντος καὶ ἐκπηδήσεται ἐκ τοῦ Βασὰν 23  καὶ τῷ Νεφθαλὶ εἶπεν Νεφθαλὶ πλησμονὴ δεκτῶν καὶ ἐμπλησθήτω εὐλογίαν παρὰ κυρίου θάλασσαν καὶ λίβα κληρονομήσει 24  καὶ τῷ Ἀσὴρ εἶπεν εὐλογητὸς ἀπὸ τέκνων Ἀσὴρ καὶ ἔσται δεκτὸς τοῖς ἀδελφοῖς αὐτοῦ βάψει ἐν ἐλαίῳ τὸν πόδα αὐτοῦ 25  σίδηρος καὶ χαλκὸς τὸ ὑπόδημα αὐτοῦ ἔσται καὶ ὡς αἱ ἡμέραι σου ἰσχύς σου

26  οὐκ ἔστιν ὥσπερ θεὸς τοῦ ἠγαπημένου ἐπιβαίνων ἐπὶ τὸν οὐρανὸν βοηθός σου καὶ μεγαλοπρεπὴς τοῦ στερεώματος 27  καὶ σκέπασις θεοῦ ἀρχῆς καὶ ὑπὸ ἰσχὺν βραχιόνων ἀενάων καὶ ἐκβαλεῖ ἀπὸ προσώπου σου ἐχθρὸν λέγων ἀπόλοιο 28  καὶ κατασκηνώσει Ἰσραὴλ πεποιθὼς μόνος ἐπὶ γῆς Ἰακὼβ ἐπὶ σίτῳ καὶ οἴνῳ καὶ οὐρανὸς αὐτῷ συννεφὴς δρόσῳ 29  μακάριος σύ Ἰσραὴλ τίς ὅμοιός σοὶ λαὸς σῳζόμενος ὑπὸ κυρίου ὑπερασπιεῖ βοηθός σου καὶ μάχαιρα καύχημά σου καὶ ψεύσονταί σὲ οἱ ἐχθροί σου καὶ σὺ ἐπὶ τὸν τράχηλον αὐτῶν ἐπιβήσῃ




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era