Car Repair Manuals

I Kings

Βασιλέων Α' (Βασιλειων Γ' )

Chapter 19

1  καὶ ἀνήγγειλεν Ἀχαὰβ τῇ Ἰεζαβὲλ γυναικὶ αὐτοῦ πάντα ἐποίησεν Ἐλιοὺ καὶ ὡς ἀπέκτεινεν τοὺς προφήτας ἐν ῥομφαίᾳ

2  καὶ ἀπέστειλεν Ἰεζαβὲλ πρὸς Ἐλιοὺ καὶ εἶπεν εἰ σὺ εἶ Ἐλιοὺ καὶ ἐγὼ Ἰεζαβὲλ τάδε ποιήσαι μοι θεὸς καὶ τάδε προσθείη ὅτι ταύτην τὴν ὥραν αὔριον θήσομαι τὴν ψυχήν σου καθὼς ψυχὴν ἑνὸς ἐξ αὐτῶν

3  καὶ ἐφοβήθη Ἐλιοὺ καὶ ἀνέστη καὶ ἀπῆλθεν κατὰ τὴν ψυχὴν ἑαυτοῦ καὶ ἔρχεται εἰς Βηρσαβεὲ τὴν Ἰοῦδα καὶ ἀφῆκεν τὸ παιδάριον αὐτοῦ ἐκεῖ

4  καὶ αὐτὸς ἐπορεύθη ἐν τῇ ἐρήμῳ ὁδὸν ἡμέρας καὶ ἦλθεν καὶ ἐκάθισεν ὑπὸ ῥαθμὲν καὶ ᾐτήσατο τὴν ψυχὴν αὐτοῦ ἀποθανεῖν καὶ εἶπεν ἱκανούσθω νῦν λαβὲ δὴ τὴν ψυχήν μου ἀπ᾿ ἐμοῦ κύριε ὅτι οὐ κρείσσων ἐγώ εἰμι ὑπὲρ τοὺς πατέρας μου

5  καὶ ἐκοιμήθη καὶ ὕπνωσεν ἐκεῖ ὑπὸ φυτόν καὶ ἰδού τις ἥψατο αὐτοῦ καὶ εἶπεν αὐτῷ ἀνάστηθι καὶ φάγε

6  καὶ ἐπέβλεψεν Ἐλιοὺ καὶ ἰδοὺ πρὸς κεφαλῆς αὐτοῦ ἐγκρυφίας ὀλυρίτης καὶ καψάκης ὕδατος καὶ ἀνέστη καὶ ἔφαγεν καὶ ἔπιεν καὶ ἐπιστρέψας ἐκοιμήθη

7  καὶ ἐπέστρεψεν ἄγγελος κυρίου ἐκ δευτέρου καὶ ἥψατο αὐτοῦ καὶ εἶπεν αὐτῷ ἀνάστα φάγε ὅτι πολλὴ ἀπὸ σοῦ ὁδός

8  καὶ ἀνέστη καὶ ἔφαγεν καὶ ἔπιεν καὶ ἐπορεύθη ἐν τῇ ἰσχύϊ τῆς βρώσεως ἐκείνης τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας ἕως ὄρους Χωρὴβ

9  καὶ εἰσῆλθεν ἐκεῖ εἰς τὸ σπήλαιον καὶ κατέλυσεν ἐκεῖ καὶ ἰδοὺ ῥῆμα κυρίου πρὸς αὐτὸν καὶ εἶπεν τί σὺ ἐνταῦθα Ἐλιοὺ

10  καὶ εἶπεν Ἐλιοὺ ζηλῶν ἐζήλωκα τῷ κυρίῳ παντοκράτορι ὅτι ἐγκατέλιπόν σὲ οἱ υἱοὶ Ἰσραὴλ τὰ θυσιαστήριά σου κατέσκαψαν καὶ τοὺς προφήτας σου ἀπέκτειναν ἐν ῥομφαίᾳ καὶ ὑπολέλειμμαι ἐγὼ μονώτατος καὶ ζητοῦσι τὴν ψυχήν μου λαβεῖν αὐτήν

11  καὶ εἶπεν ἐξελεύσῃ αὔριον καὶ στήσῃ ἐνώπιον κυρίου ἐν τῷ ὄρει ἰδοὺ παρελεύσεται κύριος καὶ πνεῦμα μέγα κραταιὸν διαλῦον ὄρη καὶ συντρῖβον πέτρας ἐνώπιον κυρίου οὐκ ἐν τῷ πνεύματι κύριος καὶ μετὰ τὸ πνεῦμα συσσεισμός οὐκ ἐν τῷ συσσεισμῷ κύριος

12  καὶ μετὰ τὸν συσσεισμὸν πῦρ οὐκ ἐν τῷ πυρὶ κύριος καὶ μετὰ τὸ πῦρ φωνὴ αὔρας λεπτῆς κἀκεῖ κύριος

13  καὶ ἐγένετο ὡς ἤκουσεν Ἐλιοὺ καὶ ἐπεκάλυψεν τὸ πρόσωπον αὐτοῦ ἐν τῇ μηλωτῇ ἑαυτοῦ καὶ ἐξῆλθεν καὶ ἔστη ὑπὸ τὸ σπήλαιον καὶ ἰδοὺ πρὸς αὐτὸν φωνὴ καὶ εἶπεν τί σὺ ἐνταῦθα Ἐλιοὺ

14  καὶ εἶπεν Ἐλιοὺ ζηλῶν ἐζήλωκα τῷ κυρίῳ παντοκράτορι ὅτι ἐγκατέλιπον τὴν διαθήκην σου οἱ υἱοὶ Ἰσραὴλ τὰ θυσιαστήριά σου καθεῖλαν καὶ τοὺς προφήτας σου ἀπέκτειναν ἐν ῥομφαίᾳ καὶ ὑπολέλειμμαι ἐγὼ μονώτατος καὶ ζητοῦσι τὴν ψυχήν μου λαβεῖν αὐτήν

15  καὶ εἶπεν κύριος πρὸς αὐτόν πορεύου ἀνάστρεφε εἰς τὴν ὁδόν σου καὶ ἥξεις εἰς τὴν ὁδὸν ἐρήμου Δαμασκοῦ καὶ χρίσεις τὸν Ἀζαὴλ εἰς βασιλέα τῆς Συρίας

16  καὶ τὸν Ἰοὺ υἱὸν Ναμεσσι χρίσεις εἰς βασιλέα ἐπὶ Ἰσραὴλ καὶ τὸν Ἐλισαιὲ υἱὸν Σαφὰτ ἀπὸ Ἀβελμαουλὰ χρίσεις εἰς προφήτην ἀντὶ σοῦ

17  καὶ ἔσται τὸν σῳζόμενον ἐκ ῥομφαίας Ἀζαὴλ θανατώσει Ἰοὺ καὶ τὸν σῳζόμενον ἐκ ῥομφαίας Ἰοὺ θανατώσει Ἐλισαιὲ

18  καὶ καταλείψεις ἐν Ἰσραὴλ ἑπτὰ χιλιάδας ἀνδρῶν πάντα γόνατα οὐκ ὤκλασαν γόνυ τῷ Βάαλ καὶ πᾶν στόμα οὐ προσεκύνησεν αὐτῷ

19  καὶ ἀπῆλθεν ἐκεῖθεν καὶ εὑρίσκει τὸν Ἐλισαιὲ υἱὸν Σαφὰτ καὶ αὐτὸς ἠροτρία ἐν βουσίν δώδεκα ζεύγη βοῶν ἐνώπιον αὐτοῦ καὶ αὐτὸς ἐν τοῖς δώδεκα καὶ ἐπῆλθεν ἐπ᾿ αὐτὸν καὶ ἐπέρριψε τὴν μηλωτὴν αὐτοῦ ἐπ᾿ αὐτόν

20  καὶ κατέλιπεν Ἐλισαιὲ τὰς βόας καὶ κατέδραμεν ὀπίσω Ἐλιοὺ καὶ εἶπεν καταφιλήσω τὸν πατέρα μου καὶ ἀκολουθήσω ὀπίσω σου καὶ εἶπεν Ἐλιοὺ ἀνάστρεφε ὅτι πεποίηκά σοὶ

21  καὶ ἀνέστρεψεν ἐξόπισθεν αὐτοῦ καὶ ἔλαβεν τὰ ζεύγη τῶν βοῶν καὶ ἔθυσεν καὶ ἥψησεν αὐτὰ ἐν τοῖς σκεύεσι τῶν βοῶν καὶ ἔδωκεν τῷ λαῷ καὶ ἔφαγον καὶ ἀνέστη καὶ ἐπορεύθη ὀπίσω Ἐλιοὺ καὶ ἐλειτούργει αὐτῷ




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era