Car Repair Manuals

I Kings

Βασιλέων Α' (Βασιλειων Γ' )

Chapter 4

1 Καὶ ἦν βασιλεὺς Σαλωμὼν βασιλεύων ἐπὶ Ἰσραήλ. 2 καὶ οὗτοι οἱ ἄρχοντες, οἳ ἦσαν αὐτοῦ· Ἀζαρίου υἱὸς Σαδὼκ 3 καὶ Ἐλιαρὲφ καὶ Ἀχία υἱὸς Σαβὰ γραμματεῖς καὶ Ἰωσαφὰτ υἱὸς Ἀχιλὶδ ὑπομιμνῄσκων 4 καὶ Σαδοὺχ καὶ Ἀβιαθὰρ ἱερεῖς 5 καὶ Ὀρνία υἱὸς Νάθαν ἐπὶ τῶν καθεσταμένων καὶ Ζαβοὺθ υἱὸς Νάθαν ἑταῖρος τοῦ βασιλέως 6 καὶ Ἀχιὴλ οἰκονόμος καὶ Ἐλιὰβ υἱὸς Σὰφ ἐπὶ τῆς πατριᾶς καὶ Ἀδωνιρὰμ υἱὸς Ἐφρὰ ἐπὶ τῶν φόρων.

7 Καὶ τῷ Σαλωμὼν δώδεκα καθεσταμένοι ἐπὶ πάντα Ἰσραὴλ χορηγεῖν τῷ βασιλεῖ καὶ τῷ οἴκῳ αὐτοῦ· μῆνα ἐν τῷ ἐνιαυτῷ ἐγίνετο ἐπὶ τὸν ἕνα χορηγεῖν. 8 καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· Βενὼρ ἐν ὄρει Ἐφραίμ, εἷς· 9 υἱὸς Ῥηχὰβ ἐν Μαχεμὰς καὶ Βηθαλαμὶν καὶ Βαιθσαμὺς καὶ Αἰλὼν ἕως Βαιθανάν, εἷς· 10 υἱὸς Ἐσὼθ Βηρβηθνεμά, Λουσαμηνχὰ καὶ Ῥησφαρά· 11 Χιναναδὰβ καὶ Ἀναφαθὶ ἀνὴρ Ταβλήθ, θυγάτηρ Σαλωμὼν ἦν αὐτῷ εἰς γυναῖκα εἷς· 12 Βακχὰ υἱὸς Ἀχιλὶδ Θαανὰχ καὶ Μεκεδὼ καὶ πᾶς οἶκος Σὰν παρὰ Σεσαθὰν ὑποκάτω τοῦ Ἐσραὲ καὶ ἐκ Βαισαφοὺδ Ἐβελμαωλὰ ἕως Μαεβὲρ Λουκάμ, εἷς· 13 υἱὸς Γαβὲρ ἐν Ῥεμὰθ Γαλαάδ, τούτῳ σχοίνισμα Ἐρεγαβὰ ἐν τῇ Βασάν, ἑξήκοντα πόλεις μεγάλαι τειχήρεις καὶ μοχλοὶ χαλκοῖ εἷς· 14 Ἀχιναδὰβ υἱὸς Ἀχὲλ Μααναίν, εἷς· 15 Ἀχιμαὰς ἐν Νεφθαλί, καὶ οὗτος ἔλαβεν τὴν Βασεμμὰθ θυγατέρα Σαλωμὼν εἰς γυναῖκα, εἷς· 16 Βαανὰ υἱὸς Χουσὶ ἐν τῇ Μααλάθ, εἷς· 17 Σαμαὰ υἱὸς Ἐλὰ ἐν τῷ Βενιαμίν· 18 Γαβὲρ υἱὸς Ἀδαὶ ἐν τῇ γῇ Γάδ, γῇ Σηὼν βασιλέως τοῦ Ἐσεβὼν καὶ Ὢγ βασιλέως τοῦ Βασάν· καὶ νασὶφ εἷς ἐν γῇ Ἰοῦδα· 19 Ἰωσαφὰτ υἱὸς Φουασοὺδ ἐν Ἰσσαχάρ.




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era