Car Repair Manuals

I Kings

Βασιλέων Α' (Βασιλειων Γ' )

Chapter 16

1  καὶ ἐγένετο λόγος κυρίου ἐν χειρὶ Ἰοὺ υἱοῦ Ἁνανὶ πρὸς Βαασὰ

2  ἀνθ᾿ ὧν ὕψωσά σὲ ἀπὸ τῆς γῆς καὶ ἔδωκά σὲ ἡγούμενον ἐπὶ τὸν λαόν μου Ἰσραὴλ καὶ πορἐπορεύθης ἐν τῇ ὁδῷ Ἰεροβοὰμ καὶ ἐξήμαρτες τὸν λαόν μου τὸν Ἰσραὴλ τοῦ παροργίσαι με ἐν τοῖς ματαίοις αὐτῶν

3  ἰδοὺ ἐγὼ ἐξεγείρω ὀπίσω Βαασὰ καὶ ὄπισθεν τοῦ οἴκου αὐτοῦ καὶ δώσω τὸν οἶκόν σου ὡς τὸν οἶκον Ἰεροβοὰμ υἱοῦ Ναβὰτ

4  τὸν τεθνηκότα τοῦ Βαασὰ ἐν τῇ πόλει καταφάγονται αὐτὸν οἱ κύνες καὶ τὸν τεθνηκότα αὐτοῦ ἐν τῷ πεδίῳ καταφάγονται αὐτὸν τὰ πετεινὰ τοῦ οὐρανοῦ

5  καὶ τὰ λοιπὰ τῶν λόγων Βαασὰ καὶ πάντα ἐποίησεν καὶ αἱ δυναστεῖαι αὐτοῦ οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ἰσραὴλ

6  καὶ ἐκοιμήθη Βαασὰ μετὰ τῶν πατέρων αὐτοῦ καὶ θάπτεται ἐν Θερσὰ καὶ βασιλεύει Ἐλὰ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ ἐν τῷ εἰκοστῷ ἔτει βασιλέως Ἀσὰ

7  καὶ ἐν χειρὶ Ἰοὺ υἱοῦ Ἁνανὶ ἐλάλησεν κύριος ἐπὶ Βαασὰ καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ πᾶσαν τὴν κακίαν ἣν ἐποίησεν ἐνώπιον κυρίου τοῦ παροργίσαι αὐτὸν ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ τοῦ εἶναι κατὰ τὸν οἶκον Ἰεροβοὰμ καὶ ὑπὲρ τοῦ πατάξαι αὐτόν

8  καὶ Ἐλὰ υἱὸς Βαασὰ ἐβασίλευσεν ἐπὶ Ἰσραὴλ δύο ἔτη ἐν Θερσὰ

9  καὶ συνέστρεψεν ἐπ᾿ αὐτὸν Ζαμβρὶ ἄρχων τῆς ἡμίσους τῆς ἵππου καὶ αὐτὸς ἦν ἐν Θερσὰ πίνων μεθύων ἐν τῷ οἴκῳ Ὠσὰ τοῦ οἰκονόμου ἐν Θερσὰ

10  καὶ εἰσῆλθεν Ζαμβρὶ καὶ ἐπάταξεν αὐτὸν καὶ ἐθανάτωσεν αὐτὸν καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ

11  καὶ ἐγενήθη ἐν τῷ βασιλεῦσαι αὐτὸν ἐν τῷ καθίσαι αὐτὸν ἐπὶ τοῦ θρόνου αὐτοῦ καὶ ἐπάταξεν ὅλον τὸν οἶκον Βαασὰ

12  κατὰ τὸ ῥῆμα ἐλάλησεν κύριος ἐπὶ τὸν οἶκον Βαασὰ πρὸς Ἰοὺ τὸν προφήτην

13  περὶ πασῶν τῶν ἁμαρτιῶν Βαασὰ καὶ Ἐλὰ τοῦ υἱοῦ αὐτοῦ ὡς ἐξήμαρτεν τὸν Ἰσραὴλ τοῦ παροργίσαι κύριον τὸν θεὸν Ἰσραὴλ ἐν τοῖς ματαίοις αὐτῶν

14  καὶ τὰ λοιπὰ τῶν λόγων Ἐλὰ καὶ πάντα ἐποίησεν οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ἰσραὴλ

15  καὶ Ζαμβρὶ ἐβασίλευσεν ἑπτὰ ἡμέρας ἐν Θερσὰ καὶ παρεμβολὴ Ἰσραὴλ ἐπὶ Γαβαθὼν τὴν τῶν ἀλλοφύλων

16  καὶ ἤκουσεν λαὸς ἐν τῇ παρεμβολῇ λεγόντων συνεστράφη Ζαμβρὶ καὶ ἔπαισεν τὸν βασιλέα καὶ ἐβασίλευσαν ἐν Ἰσραὴλ τὸν Ἀμβρὶ τὸν ἡγούμενον τῆς στρατιᾶς ἐπὶ Ἰσραὴλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐν τῇ παρεμβολῇ

17  καὶ ἀνέβη Ἀμβρὶ καὶ πᾶς Ἰσραὴλ μετ᾿ αὐτοῦ ἐκ Γαβαθὼν καὶ περιεκάθισαν ἐπὶ Θερσὰ

18  καὶ ἐγενήθη ὡς εἶδεν Ζαμβρὶ ὅτι προκατείλημπται αὐτοῦ πόλις καὶ εἰσπορεύεται εἰς ἄντρον τοῦ οἴκου τοῦ βασιλέως καὶ ἐνεπύρισεν ἐπ᾿ αὐτὸν τὸν οἶκον τοῦ βασιλέως ἐν πυρὶ καὶ ἀπέθανεν

19  ὑπὲρ τῶν ἁμαρτιῶν αὐτοῦ ὧν ἐποίησεν τοῦ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον κυρίου πορευθῆναι ἐν ὁδῷ Ἰεροβοὰμ υἱοῦ Ναβὰτ καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ ὡς ἐξήμαρτεν τὸν Ἰσραὴλ

20  καὶ τὰ λοιπὰ τῶν λόγων Ζαμβρὶ καὶ τὰς συνάψεις αὐτοῦ ἃς συνῆψεν οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ἰσραὴλ

21  τότε μερίζεται λαὸς Ἰσραὴλ ἥμισυ τοῦ λαοῦ γίνεται ὀπίσω Θαμνὶ υἱοῦ Γωνὰθ τοῦ βασιλεῦσαι αὐτόν καὶ τὸ ἥμισυ τοῦ λαοῦ γίνεται ὀπίσω Ἀμβρὶ

22  λαὸς ὢν ὀπίσω Ἀμβρὶ ὑπερεκράτησεν τὸν λαὸν τὸν ὀπίσω Θαμνὶ υἱοῦ Γωνὰθ καὶ ἀπέθανεν Θαμνὶ καὶ Ἰωρὰμ ἀδελφὸς αὐτοῦ ἐν τῷ καιρῷ ἐκείνῳ καὶ ἐβασίλευσεν Ἀμβρὶ μετὰ Θαμνὶ

23  ἐν τῷ ἔτει τῷ τριακοστῷ καὶ πρώτῳ τοῦ βασιλέως Ἀσὰ βασιλεύει Ἀμβρὶ ἐπὶ Ἰσραὴλ δώδεκα ἔτη ἐν Θερσὰ βασιλεύει ἓξ ἔτη

24  καὶ ἐκτήσατο Ἀμβρὶ τὸ ὄρος τὸ Σεμερὼν παρὰ Σεμὴρ τοῦ κυρίου τοῦ ὄρους δύο ταλάντων ἀργυρίου καὶ ᾠκοδόμησεν τὸ ὄρος καὶ ἐπεκάλεσεν τὸ ὄνομα τοῦ ὄρους οὗ ᾠκοδόμεσεν ἐπὶ τῷ ὀνόματι Σεμὴρ τοῦ κυρίου τοῦ ὄρους Σαεμηρὼν

25  καὶ ἐποίησεν Ἀμβρὶ τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ἐπονηρεύσατο ὑπὲρ πάντας τοὺς γενομένους ἔμπροσθεν αὐτοῦ

26  καὶ ἐπορεύθη ἐν πάσῃ ὁδῷ Ἰεροβοὰμ υἱοῦ Ναβὰτ καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ αἷς ἐξήμαρτεν τὸν Ἰσραὴλ τοῦ παροργίσαι τὸν κύριον θεὸν Ἰσραὴλ ἐν τοῖς ματαίοις αὐτῶν

27  καὶ τὰ λοιπὰ τῶν λόγων Ἀμβρὶ καὶ πάντα ἐποίησεν καὶ δυναστεία αὐτοῦ οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ἰσραὴλ

28  καὶ ἐκοιμήθη Ἀμβρὶ μετὰ τῶν πατέρων αὐτοῦ καὶ θάπτεται ἐν Σαμαρείᾳ καὶ βασιλεύει Ἀχαὰβ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ

28a  καὶ ἐν τῷ ἐνιαυτῷ τῷ ἑνδεκάτῳ τοῦ Ἀμβρὶ βασιλεύει Ἰωσαφὰτ υἱὸς Ἀσὰ ἐτῶν τριάκοντα καὶ πέντε ἐν τῇ βασιλείᾳ αὐτοῦ καὶ εἴκοσι πέντε ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλὴμ καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Γαζουβὰ θυγάτηρ Σελεῒ

28b  καὶ ἐπορεύθη ἐν τῇ ὁδῷ Ἀσὰ τοῦ πατρὸς αὐτοῦ καὶ οὐκ ἐξέκλινεν ἀπ᾿ αὐτῆς τοῦ ποιεῖν τὸ εὐθὲς ἐνώπιον κυρίου πλὴν τῶν ὑψηλῶν οὐκ ἐξῆραν ἔθυον ἐν τοῖς ὑψηλοῖς καὶ ἐθυμίων

28c  καὶ συνέθετο Ἰωσαφὰτ καὶ πᾶσα δυναστεία ἣν ἐποίησεν καὶ οὓς ἐπολέμησεν οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ἰοῦδα

28d  καὶ τὰ λοιπὰ τῶν συμπλοκῶν ἃς ἐπέθεντο ἐν ταῖς ἡμέραις Ἀσὰ τοῦ πατρὸς αὐτοῦ ἐξῆρεν ἀπὸ τῆς γῆς

28e  καὶ βασιλεὺς οὐκ ἦν ἐν Συρίᾳ νασιβ

28f  καὶ βασιλεὺς Ἰωσαφὰτ ἐποίησεν ναῦν εἰς Θάρσις πορεύεσθαι εἰς Σωφὶρ ἐπὶ τὸ χρυσίον καὶ οὐκ ἐπορεύθη ὅτι συνετρίβη ναῦς ἐν Γασιωνγαβὲρ

28g  τότε εἶπεν βασιλεὺς Ἰσραὴλ πρὸς Ἰωσαφὰτ ἐξαποστελῶ τοὺς παῖδάς σου καὶ τὰ παιδάριά μου ἐν τῇ νηί καὶ οὐκ ἐβούλετο Ἰωσαφὰτ

28h  καὶ ἐκοιμήθη Ἰωσαφὰτ μετὰ τῶν πατέρων αὐτοῦ καὶ θάπτεται μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυὶδ καὶ ἐβασίλευσεν Ἰωρὰμ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ

29  ἐν ἔτει δευτέρῳ τῷ Ἰωσαφὰτ βασιλεύει Ἀχαὰβ υἱὸς Ἀμβρὶ ἐβασίλευσεν ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ εἴκοσι καὶ δύο ἔτη

30  καὶ ἐποίησεν Ἀχαὰβ τὸ πονηρὸν ἐνώπιον κυρίου ἐπονηρεύσατο ὑπὲρ πάντας τοὺς ἔμπροσθεν αὐτοῦ

31  καὶ οὐκ ἦν αὐτῷ ἱκανὸν τοῦ πορεύεσθαι ἐν ταῖς ἁμαρτίαις Ἰεροβοὰμ υἱοῦ Ναβὰτ καὶ ἔλαβεν γυναῖκα τὴν Ἰεζαβὲλ θυγατέρα Ἰεθεβαὰλ βασιλέως Σιδωνίων καὶ ἐπορεύθη καὶ ἐδούλευσεν τῷ Βάαλ καὶ προσεκύνησεν αὐτῷ

32  καὶ ἔστησεν θυσιαστήριον τῷ Βάαλ ἐν οἴκῳ τῶν προσοχθισμάτων αὐτοῦ ὃν ᾠκοδόμησεν ἐν Σαμαρείᾳ

33  καὶ ἐποίησεν Ἀχαὰβ ἄλσος καὶ προσέθηκεν Ἀχαὰβ τοῦ ποιῆσαι παροργίσματα τοῦ παροργίσαι τὴν ψυχὴν αὐτοῦ τοῦ ἐξολεθρευθῆναι ἐκακοποίησεν ὑπὲρ πάντας τοὺς βασιλεῖς Ἰσραὴλ τοὺς γενομένους ἔμπροσθεν αὐτοῦ

34  ἐν ταῖς ἡμέραις αὐτοῦ ᾠκοδόμησεν Ἀχιὴλ Βαιθηλίτης τὴν Ἰεριχὼ ἐν τῷ Ἀβιρὼν τῷ πρωτοτόκῳ αὐτοῦ ἐθεμελίωσεν αὐτὴν καὶ τῷ Σεγοὺβ τῷ νεωτέρῳ αὐτοῦ ἐπέστησεν θύρας αὐτῆς κατὰ τὸ ῥῆμα κυρίου ἐλάλησεν ἐν χειρὶ Ἰησοῦ υἱοῦ Ναυή




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era