Car Repair Manuals

Vision 3 Chapter 9

1  Ἀκούσατέ μου , τέκνα · ἐγὼ ὑμᾶς ἐξέθρεψα ἐν πολλῇ ἁπλότητι καὶ ἀκακίᾳ καὶ σεμνότητι διὰ τὸ ἔλεος τοῦ κυρίου τοῦ ἐφ᾿ ὑμᾶς στάξαντος τὴν δικαιοσύνην , ἵνα δικαιωθῆτε καὶ ἁγιασθῆτε ἀπὸ πάσης πονηρίας καὶ ἀπὸ πάσης σκολιότητος · ὑμεῖς δὲ οὐ θέλετε παῆναι ἀπὸ τῆς πονηρίας ὑμῶν . 2  νῦν οὖν ἀκούσατέ μου καὶ εἰρηνεύετε ἐν ἑαυτοῖς καὶ ἐπισκέπτεσθε ἀλλήλους καί ἀντιλαμβάνεσθε ἀλλήλων , καὶ μὴ μόνοι τὰ κτίσματα τοῦ θεοῦ μεταλαμβάνετε ἐκ καταχύματος , ἀλλὰ μεταδίδοτε καὶ τοῖς ὑστερουμένοις · 3  οἱ μὲν γὰρ ἀπὸ τῶν πολλῶν ἐδεσμάτων ἀσθένειαν τῇ σαρκὶ αὐτῶν ἐπισπῶνται καὶ λυμαίνονται τὴν σάρκα αὐτῶν · τῶν δὲ μὴ ἐχόντων ἐδέσματα λυμαίνεται σὰρξ αὐτῶν διὰ τὸ μὴ ἔχειν τὸ ἀρκετὸν τῆς τροφῆς , καὶ διαφθείρεται τὸ σῶμα αὐτῶν . 4  αὕτη οὖν ἀσυνκρασία βλαβερὰ ὑμῖν τοῖς ἔχουσι καὶ μὴ μεταδιδοῦσιν τοῖς ὑστερουμένοις . 5  βλέπετε τὴν κρίσιν τὴν ἐπερχομένην . οἱ ὑπερέχοντες οὖν ἐκζητεῖτε τοὺς πεινῶντας , ἕως οὔπω πύργος ἐτελέσθη · μετὰ γὰρ τὸ τελεσθῆναι τὸν πύργον θελήσετε ἀγαθοποιεῖν , καὶ οὐχ ἕξετε τόπον . 6  βλέπετε οὖν ὑμεῖς οἱ γαυριώμενοι ἐν τῷ πλούτῳ ὑμῶν , μήποτε στενάξουσιν οἱ ὑστερούμενοι καὶ στεναγμὸς αὐτῶν ἀναβήσεται πρὸς τὸν κύριον καὶ ἐκκλεισθήσεσθε μετὰ τῶν ἀγαθῶν ὑμῶν ἔξω τῆς θύρας τοῦ πύργου . 7  νῦν οὖν ὑμῖν λέγω τοῖς προηγουμένοις τῆς ἐκκλησίας καὶ τοῖς πρωτοκαθεδρίταις · μὴ γίνεσθε ὅμοιοι τοῖς φαρμακοῖς . οἱ φαρμακοὶ μὲν οὖν τὰ φάρμακα ἑαυτῶν εἰς τὰς πυξίδας βαστάζουσιν , ὑμεῖς δὲ τὸ φάρμακον ὑμῶν καὶ τὸν ἰὸν εἰς τὴν καρδίαν . 8  ἐνεσκιρωμένοι ἐστὲ καὶ οὐ θέλετε καθαρίσαι τὰς καρδίας ὑμῶν καὶ συνκεράσαι ὑμῶν τὴν φρόνησιν ἐπὶ τὸ αὐτὸ ἐν καθαρᾷ καρδίᾳ , ἵνα σχῆτε ἔλεος παρὰ τοῦ βασιλέως τοῦ μεγάλου . 9  βλέπετε οὖν , τέκνα , μήποτε αὗται αἱ διχοστασίαι ἀποστερήσουσιν τὴν ζωὴν ὑμῶν . 10  πῶς ὑμεῖς παιδεύειν θέλετε τοὺς ἐκλεκτοὺς κυρίου , αὐτοὶ μὴ ἔχοντες παιδείαν ; παιδεύετε οὖν ἀλλήλους καὶ εἰρηνεύετε ἐν αὑτοῖς ἵνα κἀγὼ κατέναντι τοῦ πατρὸς ἱλαρὰ σταθεῖσα λόγον ἀποδῶ ὑπὲρ ὑμῶν πάντων τῷ κυρίῳ .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era