1 Ὅτε οὖν ἐπαύσατο μετ᾿ ἐμοῦ λαλοῦσα , ἦλθον οἱ ἓξ νεανίσκοι οἱ οἰκοδομοῦντες καὶ ἀπήνεγκαν αὐτὴν πρὸς τὸν πύργον , καὶ ἄλλοι τέσσαρες ἦραν τὸ συμψέλιον καὶ ἀπήνεγκαν καὶ αὐτὸ πρὸς τὸ πύργον . τούτων τὸ πρόσωπον οὐκ εἶδον , ὅτι ἀπεστραμμένοι ἦσαν . 2 ὑπάγουσαν δὲ αὐτὴν ἠρώτων , ἵνα μοι ἀποκαλύψῃ περὶ τῶν τριῶν μορφῶν , ἐν αἷς μοι ἐνεφανίσθη . ἀποκριθεῖσά μοι λέγει · Περὶ τούτων ἕτερον δεῖ σὲ ἐπερωτῆσαι , ἵνα σοὶ ἀποκαλυφθῇ . 3 ὤφθη δέ μοι , ἀδελφοί , τῇ μὲν πρώτῃ ὁράσει τῇ περυσινῇ λίαν πρεσβυτέρα καὶ ἐν καθέδρᾳ καθημένη . 4 τῇ δὲ ἑτέρᾳ ὁράσει τὴν μὲν ὄψιν νεωτέραν εἶχεν , τὴν δὲ σάρκα καὶ τὰς τρίχας πρεσβυτέρας , καὶ ἑστηκυῖά μοι ἐλάλει · ἱλαρωτέρα δὲ ἦν ἢ τὸ πρότερον . 5 τῇ δὲ τρίτῃ ὁράσει ὅλη νεωτέρα καὶ κάλλει ἐκπρεπεστάτη , μόνας δὲ τὰς τρίχας πρεσβυτέρας εἶχεν · ἱλαρὰ δὲ εἰς τέλος ἦν καὶ ἐπὶ συμψελίου καθημένη . 6 περὶ τούτων περίλυπος ἤμην λίαν τοῦ γνῶναί με τὴν ἀποκάλυψιν ταύτην , καὶ βλέπω τὴν πρεσβυτέραν ἐν ὁράματι τῆς νυκτὸς λέγουσάν μοι . Πᾶσα ἐρώτησις ταπεινοφροσύνης χρῄζει . νήστευσον οὖν , καὶ λήμψῃ ὃ αἰτεῖς παρὰ τοῦ κυρίου . 7 ἐνήστευσα οὖν μίαν ἡμέραν , καὶ αὐτῇ τῇ νυκτί μοι ὤφθη νεανίσκος καὶ λέγει μοι · Τί σὺ ὑπὸ χεῖρα αἰτεῖς ἀποκαλύψεις ἐν δεήσει ; βλέπε , μήποτε πολλὰ αἰτούμενος βλάψῃς σου τὴν σάρκα . 8 ἀρκοῦσίν σοὶ αἱ ἀποκαλύψεις αὗται . μήτι δύνῃ ἰσχυροτέρας ἀποκαλύψεις ὧν ἑώρακας ἰδεῖν ; 9 ἀποκριθείς αὐτῷ λέγω · Κύριε , τοῦτο μόνον αἰτοῦμαι , περὶ τῶν τριῶν μορφῶν τῆς πρεσβυτέρας ἵνα ἀποκάλυψις ὁλοτελὴς γένηται . ἀποκριθείς μοι λέγει · Μέχρι τίνος ἀσύνετοί ἐστε ; ἀλλ᾿ αἱ διψυχίαι ὑμῶν ἀσυνέτους ὑμᾶς ποιοῦσιν καὶ τὸ μὴ ἔχειν τὴν καρδίαν ὑμῶν πρὸς τὸν κύριον . 10 ἀποκριθεὶς αὐτῷ πάλιν εἶπον · Ἀλλ᾿ ἀπὸ σοῦ , κύριε , ἀκριβέστερον αὐτὰ γνωσόμεθα .