1 Μετὰ δὲ δέκα καὶ πέντε ἡμέρας νηστεύσαντός μου καὶ πολλὰ ἐρωτήσαντος τὸν κύριον ἀπεκαλύφθη μοι ἡ γνῶσις τῆς γραφῆς . ἦν δὲ γεγραμμένα ταῦτα · 2 Τὸ σπέρμα σου , Ἑρμᾶ , ἠθέτησαν εἰς τὸν θεὸν καὶ ἐβλασφήμησαν εἰς τὸν κύριον καὶ προέδωκαν τοὺς γονεῖς αὐτῶν ἐν πονηρίᾳ μεγάλῃ καὶ ἤκουσαν προδόται γονέων καὶ προδόντες οὐκ ὠφελήθησαν , ἀλλὰ ἔτι προσέθηκαν ταῖς ἁμαρτίαις αὐτῶν τὰς ἀσελγείας καὶ συμφυρμοὺς πονηρίας , καὶ οὕτως ἐπλήσθησαν αἱ ἀνομίαι αὐτῶν . 3 ἀλλὰ γνώρισον ταῦτα τὰ ῥήματα τοῖς τέκνοις σου πᾶσιν καὶ τῇ συμβίῳ σου τῇ μελλούσῃ ἀδελφῇ · καὶ γὰρ αὕτη οὐκ ἀπέχεται τῆς γλώσσης , ἐν ᾗ πονηρεύεται · ἀλλὰ ἀκούσασα τὰ ῥήματα ταῦτα ἀφέξεται καὶ ἕξει ἔλεος . 4 μετὰ τὸ γνωρίσαι σὲ ταῦτα τὰ ῥήματα αὐτοῖς , ἃ ἐντείλατό μοι ὁ δεσπότης ἵνα σοὶ ἀποκαλυφθῇ , τότε ἀφίενται αὐτοῖς αἱ ἁμαρτίαι πᾶσαι , ἃς πρότερον ἥμαρτον , καὶ πᾶσιν τοῖς ἁγίοις τοῖς ἁμαρτήσασιν μέχρι ταύτης τῆς ἡμέρας , ἐὰν ἐξ ὅλης τῆς καρδίας μετανοήσωσιν καὶ ἄρωσιν ἀπὸ τῆς καρδίας αὐτῶν τὰς διψυχίας . 5 ὤμοσεν γὰρ ὁ δεσπότης κατὰ τῆς δόξης αὐτοῦ ἐπὶ τοὺς ἐκλεκτοὺς αὐτοῦ · ἐὰν ὡρισμένης τῆς ἡμέρας ταύτης ἔτι ἁμάρτησις γένηται , μὴ ἔχειν αὐτοὺς σωτηρίαν · ἡ γὰρ μετάνοια τοῖς δικαίοις ἔχει τέλος · πεπλήρωνται αἱ ἡμέραι μενανοίας πᾶσιν τοῖς ἁγίοις · καὶ τοῖς δὲ ἔθνεσιν μετάνοιά ἐστιν ἕως ἐσχάτης ἡμέρας . 6 ἐρεῖς οὖν τοῖς προηγουμένοις τῆς ἐκκλησίας , ἵνα κατορθώσωνται τὰς ὁδοὺς αὐτῶν ἐν δικαιοσύνῃ , ἵνα ἀπολάβωσιν ἐκ πλήρους τὰς ἐπαγγελίας μετὰ πολλῆς δόξης . 7 ἐμμείνατε οὖν οἱ ἐργαζόμενοι τὴν δικαιοσύνην καὶ μὴ διψυχήσητε , ἵνα γένηται ὑμῶν ἡ πάροδος μετὰ τῶν ἀγγέλων τῶν ἁγίων . μακάριοι ὑμεῖς , ὅσοι ὑπομένετε τὴν θλῖψιν τὴν ἐρχομένην τὴν μεγάλην καὶ ὅσοι οὐκ ἀρνήσονται τὴν ζωὴν αὐτῶν . 8 ὤμοσεν γὰρ κύριος κατὰ τοῦ υἱοῦ αὐτοῦ , τοὺς ἀρνησαμένους τὸν Χριστὸν αὐτῶν ἀπεγνωρίσθαι ἀπὸ τῆς ζωῆς αὐτῶν , τοὺς νῦν μέλλοντας ἀρνεῖσθαι ταῖς ἐρχομέναις ἡμέραις · τοῖς δὲ πρότερον ἀρνησαμένοις , διὰ τὴν πολυσπλαγχνίαν ἵλεως ἐγένετο αὐτοῖς .